Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

τοῦ δʼ αὐτοῦ χρόνου καὶ ἡ Καίσαρος θυγάτηρ κύουσα τῷ Πομπηίῳ θνῄσκει. καὶ δέος ἅπασιν ἐνέπιπτεν ἀνῃρημένης τῆς ἐπιγαμίας, ὡς αὐτίκα μεγάλοις στρατοῖς Καίσαρός τε καὶ Πομπηίου διοισομένων ἐς ἀλλήλους, ἀσυντάκτου μάλιστα καὶ χαλεπῆς ἐκ πολλοῦ γεγενημένης τῆς πολιτείας· αἵ τε γὰρ ἀρχαὶ κατὰ στάσιν ἢ δωροδοκίαν σπουδῇ τε ἀδίκῳ καὶ λίθοις ἢ ξίφεσι καθίσταντο, καὶ τὸ δεκάζειν ἢ δωροδοκεῖν ἀναισχύντως τότε μάλιστα ἐπλεόνασεν, ὅ τε δῆμος αὐτὸς ἔμμισθος ἐπὶ τὰς χειροτονίας ᾔει. ὤφθη δέ που καὶ μεσεγγύημα ταλάντων ὀκτακοσίων ὑπὲρ τῆς ἐπωνύμου γενόμενον ἀρχῆς. οἵ τε ἀνὰ ἔτος ἕκαστον ὕπατοι στρατεύειν μέν που καὶ πολεμεῖν ἀπεγίνωσκον, διακλειόμενοι τῇ δυναστείᾳ τῶνδε τῶν τριῶν ἀνδρῶν· ὅσοι δʼ ἦσαν αὐτῶν ἀτοπώτεροι, κέρδος ἀντὶ τῶν στρατειῶν ἐτίθεντο τὰ κοινὰ τῆς πόλεως καὶ τὰς τῶν ἰδίων διαδόχων χειροτονίας. οἱ δʼ ἀγαθοὶ διὰ ταῦτα καὶ πάμπαν ἐξέλιπον τὸ ἄρχειν, ὥστε ποτὲ καὶ μῆνας ὀκτὼ τὴν πόλιν ἄναρχον ἐκ τῆς τοιᾶσδε ἀσυνταξίας γενέσθαι, Πομπηίου πάνθʼ ὑπερορῶντος ἐπίτηδες, ἵνα ἐν χρεία γένοιντο δικτάτορος.

καὶ πολλοὶ τοῦτο ἐς ἀλλήλους διελάλουν, ὅτι μόνον ἂν γένοιτο φάρμακον ἐπὶ τοῖς παροῦσι κακοῖς ἡ μόναρχος ἐξουσία, χρῆναι δʼ ἑλέσθαι δυνατὸν ὁμοῦ καὶ ἤπιον, ἐνσημαινόμενοι τὸν Πομπήιον, στρατιᾶς τε ἄρχοντα ἱκανῆς καὶ φιλόδημον εἶναι δοκοῦντα καὶ τὴν βουλὴν ἄγοντα διὰ τιμῆς, καὶ τὸν βίον ἐγκρατῆ καὶ σώφρονα, περί τε τὰς ἐντεύξεις εὐπρόσιτον ἢ ὄντα ἢ νομιζόμενον εἶναι. ὁ δὲ τὴν προσδοκίαν τήνδε λόγῳ μὲν ἐδυσχέραινεν, ἔργῳ δʼ ἐς αὐτὴν πάντα ἔπραττεν ἀφανῶς καὶ τὴν ἀσυνταξίαν τῆς πολιτείας καὶ ἀναρχίαν ἐπὶ τῇ ἀσυνταξίᾳ ἑκὼν ὑπερεώρα. Μίλωνός τε τὰ ἐς Κλώδιον ὑπηρετήσαντος αὐτῷ καὶ ἀρεσκομένου τῷ δήμῳ διὰ τὴν Κικέρωνος κάθοδον, ὑπατείαν ὡς ἐν καιρῷ παρὰ τήνδε τὴν ἀναρχίαν μετιόντος ἀποδιέτριβε τὰς χειροτονίας, μέχρι βαρυθυμῶν ὁ Μίλων, ὡς καὶ περὶ αὑτὸν ἀπίστου γιγνομένου τοῦ Πομπηίου, ἐς τὴν πατρίδα Λανούβιον ἐξῄει, ἣν Διομήδη φασὶν ἀλώμενον ἐξ Ἰλίου πρώτην ἐν τῇ Ἰταλίᾳ πόλιν οἰκίσαι, καὶ εἰσὶν ἀπὸ Ῥώμης ἐς αὐτὴν στάδιοι πεντήκοντα καὶ ἑκατόν.

Κλωδίου δʼ ἐξ ἰδίων χωρίων ἐπανιόντος ἐπὶ ἵππου καὶ περὶ Βοΐλλας ἀπαντήσαντος αὐτῷ, οἱ μὲν κατὰ τὴν ἔχθραν ὑπείδοντο μόνον ἀλλήλους καὶ παρώδευσαν, θεράπων δὲ τοῦ Μίλωνος ἐπιδραμὼν τῷ Κλωδίῳ, εἴτε κεκελευσμένος εἴθʼ ὡς ἐχθρὸν δεσπότου κτείνων, ἐπάταξεν ἐς τὸ μετάφρενον ξιφιδίῳ. καὶ τὸν μὲν αἵματι ῥεόμενον ἐς τὸ πλησίον πανδοκεῖον ὁ ἱπποκόμος ἐσέφερεν, ὁ δὲ Μίλων μετὰ τῶν θεραπόντων ἐπιστὰς ἔτι ἔμπνουν ἢ καὶ νεκρὸν ἐπανεῖλεν, ὑποκρινόμενος μὲν οὐ βουλεῦσαι τὸν φόνον οὐδὲ προστάξαι· ὡς δὲ κινδυνεύσων ἐξ ἅπαντος, ἠξίου τὸ ἔργον οὐκ ἀτελὲς καταλιπεῖν. περιαγγελθέντος δʼ ἐς Ῥώμην τοῦ πάθους ὁ μὲν δῆμος ἐκπλαγεὶς ἐν ἀγορᾷ διενυκτέρευε, καὶ τὸ σῶμά τινες τοῦ Κλωδίου μεθʼ ἡμέραν προύθεσαν ἐπὶ τῶν ἐμβόλων· ἁρπάσαντες δʼ αὐτὸ τῶν τε δημάρχων ἔνιοι καὶ οἱ φίλοι τοῦ Κλωδίου καὶ πλῆθος ἄλλο σὺν ἐκείνοις, ἐς τὸ βουλευτήριον ἐκόμισαν, εἴτε ἐπὶ τιμῇ, βουλευτικοῦ γένους ὄντα, εἴτε ἐς ὄνειδος τῆς βουλῆς τοιάδε περιορώσης. καὶ τῶν παρόντων οἱ προπετέστεροι τὰ βάθρα καὶ τοὺς θρόνους τῶν βουλευτῶν συμφορήσαντες ἧψαν αὐτῷ πυράν, ὑφʼ ἧς τό τε βουλευτήριον καὶ πολλαὶ τῶν πλησίον οἰκίαι τῷ Κλωδίῳ συγκατεφλέγησαν.

Μίλωνι δὲ θράσος τοσόνδε περιῆν, ὡς οὐ δεδιέναι περὶ τῷ φόνῳ μᾶλλον ἢ ἀγανακτεῖν ἐπὶ τῇ Κλωδίου περὶ τὴν ταφὴν τιμῇ. θεραπόντων οὖν καὶ ἀνδρῶν ἀγροίκων πλῆθος ἀθροίσας καὶ ἐς τὸν δῆμον περιπέμψας χρήματα τῶν τε δημάρχων Μᾶρκον Καίλιον πριάμενος ἐς τὴν πόλιν κατῄει θρασύτατα. καὶ αὐτὸν ὁ Καίλιος εὐθὺς ἐσιόντα εἷλκεν ἐς τὴν ἀγορὰν ἐπὶ τοὺς παρʼ αὐτοῦ δεδωροδοκηκότας ὥσπερ ἐπʼ ἐκκλησίαν, ὑποκρινόμενος μὲν ἀγανακτεῖν καὶ οὐ διδόναι τῆς δίκης ἀναβολήν, ἐλπίζων δέ, εἰ αὐτὸν οἱ παρόντες μεθεῖεν, ἐκλύσειν τὴν δίκην τὴν ἀληθεστέραν. καὶ Μίλων μὲν οὐ βουλεῦσαι τὸ ἔργον εἰπών ʽοὐ γὰρ ἂν μετὰ σκευῆς καὶ γυναικὸς ἐπὶ ταῦτα ὁρμῆσαἰ, τὸν λοιπὸν λόγον κατὰ τοῦ Κλωδίου διετίθετο ὡς θρασυτάτου δὴ καὶ φίλου θρασυτάτων, οἳ καὶ τὸ βουλευτήριον ἐπικατέπρησαν αὐτῷ ἔτι δʼ αὐτοῦ λέγοντος οἵ τε λοιποὶ δήμαρχοι καὶ τοῦ δήμου τὸ ἀδιάφθορον ὁπλισάμενοι ἐνέβαλον ἐς τὴν ἀγοράν. Καίλιος μὲν δὴ καὶ Μίλων δούλων ἐσθῆτας ὑποδύντες ἀπέδρασαν, πολὺς δὲ τῶν ἄλλων ἐγίγνετο φόνος, οὐ τοὺς Μίλωνος ἔτι φίλους ἐρευνώντων, ἀλλὰ τὸν ἐντυγχάνοντα ἀναιρούντων, ἀστὸν ὁμοῦ καὶ ξένον καὶ μάλιστα ὅσοι ταῖς ἐσθῆσιν ἢ σφραγῖσιν ἀπὸ χρυσοῦ διέφερον. ὡς γὰρ ἐν ἀσυντάκτῳ πολιτείᾳ σὺν ὀργῇ καὶ προφάσει τοῦδε τοῦ θορύβου προσπεσόντος θεράποντές τε ὄντες οἵ πλείους καὶ ὡπλισμένοι κατὰ ἀνόπλων ἐς ἁρπαγὰς ἐτράποντο· ἔργον τε οὐδὲν αὐτοῖς ἀπῆν, ἀλλὰ καὶ ἐπʼ οἰκίας ἐφέροντο καὶ περιιόντες ἠρεύνων ἔργῳ μὲν τὰ εὔληπτα σφίσιν ἅπαντα, λόγῳ δὲ τοὺς φίλους τοῦ Μίλωνος· πρόφασίς τε ἦν αὐτοῖς ἐπὶ πολλὰς ἡμέρας καὶ πυρὸς καὶ λίθων καὶ παντὸς ἔργου Μίλων.

ἡ βουλὴ δὲ συνῄει μετὰ δέους καὶ ἐς τὸν Πομπήιον ἀφεώρων ὡς αὐτίκα σφῶν ἐσόμενον δικτάτορα· χρῄζειν γὰρ αὐτοῖς ἐφαίνετο τὰ παρόντα τοιᾶσδε θεραπείας. Κάτωνος δʼ αὐτοὺς μεταδιδάξαντος ὕπατον εἵλοντο χωρὶς συνάρχου ὡς ἂν ἔχοι τὴν μὲν ἐξουσίαν δικτάτορος, ἄρχων μόνος, τὴν δʼ εὔθυναν ὑπάτου. καὶ πρῶτος ὑπάτων ὅδε ἔθνη τε δύο μέγιστα καὶ στρατιὰν ἔχων καὶ χρήματα καὶ τὴν τῆς πόλεως μοναρχίαν διὰ τὸ μόνος ὕπατος εἶναι Κάτωνα μὲν ἐψηφίσατο, ἵνα μὴ παρὼν ἐνοχλοίη, Κύπρον ἀφελέσθαι Πτολεμαίου βασιλέως, νενομοθετημένον ἤδη τοῦτο ὑπὸ Κλωδίου, ὅτι οἵ ποτε ἁλόντι ὑπὸ λῃστῶν ὁ Πτολεμαῖος ἐς λύτρα ὑπὸ σμικρολογίας δύο τάλαντα ἐπεπόμφει. Κάτων μὲν δὴ καθίστατο Κύπρον Πτολεμαίου τὰ χρήματα ῥίψαντος ἐς τὴν θάλασσαν καὶ ἑαυτὸν ἐξαγαγόντος, ἐπεὶ τῶν ἐψηφισμένων ἐπύθετο· ὁ δὲ Πομπήιος δίκας προυτίθει τῶν τε ἄλλων ἁμαρτημάτων καὶ μάλιστα δωροδοκίας καὶ δεκασμοῦ ʽἐδόκει γὰρ ἐντεῦθεν αὐτῷ νοσεῖν τὰ κοινὰ ἀρξάμενα ἐν τούτῳ καὶ τὴν ἴασιν ἕξειν ταχεῖαν̓, νόμῳ τε ὥριζεν ἀπὸ τῆς ἑαυτοῦ τὸ πρῶτον ὑπατείας ἐς τὸ παρὸν εὐθύνειν τὸν ἐθέλοντα. καὶ ἦν ὁ χρόνος ὀλίγῳ μείων ἐτῶν εἴκοσιν, ἐν ᾧ καὶ ὁ Καῖσαρ γεγένητο ὕπατος. τῶν οὖν φίλων τοῦ Καίσαρος ὑπονοούντων ἐς ὕβριν ἢ ἐς ἐπήρειαν αὐτὸν τοῦ Καίσαρος ὧδε πολὺ τοῦ χρόνου προλαβεῖν καὶ παραινούντων τὸ παρὸν διορθοῦσθαι μᾶλλον ἢ τὸ παρελθὸν ἐνοχλεῖν ἐπʼ ἀνδράσι τοσοῖσδε ἀξιολόγοις, ἐπονομαζόντων δὲ τοῖς ἄλλοις καὶ τὸν Καίσαρα, ὁ Πομπήιος ἀμφὶ μὲν τοῦ Καίσαρος ἠγανάκτει, ὡς ἀμείνονος ὄντος ὑποψίας, ἐπεὶ καὶ τὴν ἑαυτοῦ δευτέραν ὑπατείαν τῷ χρόνῳ περιλαμβάνεσθαι, πολὺ δὲ ἀναλαβεῖν ἔλεγεν ἐς ἀκριβῆ διόρθωσιν ἐπιτετριμμένης ἐκ πολλοῦ τῆς πολιτείας.