Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

Καίσαρι δὲ ἥ τε Ἰόνιος θάλασσα εἶξε, χειμῶνος μέσου πλωτὴ καὶ εὔδιος γενομένη, καὶ τὸν ἑσπέριον ὠκεανὸν ἐπὶ Βρεττανοὺς διέπλευσεν οὔπω γενόμενον ἐν πείρα, κρημνοῖς τε τῶν Βρεττανῶν τοὺς κυβερνήτας ἐποκέλλοντας ἐκέλευε τὰς ναῦς περιαγνύναι. καὶ πρὸς ἄλλον κλύδωνα μόνος ἐν σκάφει σμικρῷ νυκτὸς ἐβιάζετο καὶ τὸν κυβερνήτην ἐκέλευε προχέαι τὰ ἱστία καὶ θαρρεῖν τῇ Καίσαρος τύχῃ μᾶλλον ἢ τῇ θαλάσσῃ. ἔς τε πολεμίους προεπήδησε μόνος ἐκ πάντων δεδιότων πολλάκις, καὶ τριακοντάκις αὐτὸς ἐν Κελτοῖς μόνοις παρετάξατο, μέχρι τετρακόσια αὐτῶν ἐχειρώσατο ἔθνη, οὕτω δή τι Ῥωμαίοις ἐπίφοβα, ὡς νόμῳ τῷ περὶ ἀστρατείας ἱερέων καὶ γερόντων ἐγγραφῆναι ʼπλὴν εἰ μὴ Κελτικὸς πόλεμος ἐπίοιʼ. τότε δὲ καὶ γέροντας καὶ ἱερέας στρατεύεσθαι. περί τε τὴν Ἀλεξάνδρειαν πολεμῶν καὶ ἀποληφθεὶς ἐπὶ γεφύρας μόνος καὶ κακοπαθῶν τὴν πορφύραν ἀπέρριψε καὶ ἐς τὴν θάλασσαν ἐξήλατο καὶ ζητούμενος ὑπὸ τῶν πολεμίων ἐν τῷ μυχῷ διενήχετο λανθάνων ἐπὶ πολύ, μόνην ἐκ διαστήματος ἀνίσχων τὴν ἀναπνοήν, μέχρι φιλίᾳ νηὶ προσπελάσας ὤρεξε τὰς χεῖρας καὶ ἑαυτὸν ἔδειξε καὶ περιεσώθη.

ἐς δὲ τὰ ἐμφύλια τάδε ἢ διὰ δέος, καθάπερ αὐτὸς ἔλεγεν, ἢ ἀρχῆς ἐπιθυμίᾳ συμπεσών, στρατηγοῖς τοῖς καθʼ αὑτὸν ἀρίστοις συνηνέχθη καὶ στρατοῖς πολλοῖς τε καὶ μεγάλοις, οὐ βαρβάρων ἔτι, ἀλλὰ Ῥωμαίων ἀκμαζόντων μάλιστα εὐπραξίαις καὶ τύχαις· καὶ ἁπάντων ἐκράτησε, διὰ μιᾶς καὶ ὅδε πείρας ἑκάστων ἢ διὰ δύο, οὐ μὴν ἀηττήτου καθάπερ Ἀλεξάνδρῳ τοῦ στρατοῦ γενομένου, ἐπεὶ καὶ ὑπὸ Κελτῶν ἡττῶντο λαμπρῶς, ὅθʼ ἡ μεγάλη σφᾶς συμφορὰ κατέλαβε Κόττα καὶ Τιτυρίου στρατηγούντων, καὶ ἐν Ἰβηρίᾳ Πετρήιος αὐτοὺς καὶ Ἀφράνιος συνέκλεισαν οἷα πολιορκουμένους, ἔν τε Δυρραχίῳ καὶ Λιβύῃ λαμπρῶς ἔφευγον καὶ ἐν Ἰβηρίᾳ Πομπήιον τὸν νέον κατεπλάγησαν. ὁ δὲ Καῖσαρ αὐτὸς ἦν ἀκατάπληκτος καὶ ἐς παντὸς πολέμου τέλος ἀήττητος· τήν τε Ῥωμαίων ἰσχύν, γῆς ἤδη καὶ θαλάσσης ἐκ δύσεων ἐπὶ τὸν ποταμὸν Εὐφράτην κρατοῦσαν, ἐχειρώσατο βίᾳ καὶ φιλανθρωπίᾳ πολὺ βεβαιότερον καὶ πολὺ ἐγκρατέστερον Σύλλα βασιλέα τε αὑτὸν ἀπέφηνεν ἀκόντων, εἰ καὶ τὴν προσηγορίαν οὐκ ἐδέχετο. καὶ πολέμους ἄλλους καὶ ὅδε διανοούμενος ἀνῃρέθη.

συνέβη δʼ αὐτοῖς καὶ τὰ στρατόπεδα ὁμοίως πρόθυμα μὲν ἐς ἄμφω καὶ μετὰ εὐνοίας γενέσθαι καὶ ἐς μάχας θηριώδεσιν ἐοικότα, δυσπειθῆ δὲ πολλάκις ἑκατέρῳ καὶ πολυστασίαστα διὰ τοὺς πόνους. ἀποθανόντας γε μὴν ὁμοίως ὠδύραντο καὶ ἐπεπόθησαν καὶ θείων τιμῶν ἠξίωσαν. ἐγένοντο δὲ καὶ τὰ σώματα εὐφυεῖς ἄμφω καὶ καλοί. καὶ τὸ γένος ἐκ Διὸς ἤστην ἑκάτερος, ὁ μὲν Αἰακίδης τε καὶ Ἡρακλείδης, ὁ δὲ ἀπʼ Ἀγχίσου τε καὶ Ἀφροδίτης. φιλονικότεροι δὲ τοῖς ἐξερίζουσιν ὄντες ταχύτατοι πρὸς διαλύσεις ἦσαν καὶ συγγνώμονες τοῖς ἁλοῦσιν, ἐπὶ δὲ τῇ συγγνώμῃ καὶ εὐεργέται καὶ οὐδὲν ἢ κρατῆσαι μόνον ἐνθυμούμενοι.

καὶ τάδε μὲν ἐς τοσοῦτον συγκεκρίσθω, καίπερ οὐκ ἐξ ἴσης δυνάμεως ἐπὶ τὴν ἀρχὴν ὁρμήσαντος αὐτῶν ἑκατέρου, ἀλλὰ τοῦ μὲν ἐκ βασιλείας ἠσκημένης ὑπὸ Φιλίππῳ, τοῦ δʼ ἐξ ἰδιωτείας, εὐγενοῦς μὲν καὶ περιφανοῦς, χρημάτων δὲ πάνυ ἐνδεοῦς.

ἐγένοντο δὲ καὶ σημείων τῶν ἐπὶ σφίσιν ἑκάτερος ὑπερόπτης καὶ τοῖς μάντεσι τὴν τελευτὴν προειποῦσιν οὐκ ἐχαλέπηναν, καὶ τὰ σημεῖα αὐτὰ ὅμοιά τε πολλάκις καὶ ἐς τὸ ὅμοιον ἀμφοῖν συνηνέχθη· ἐγένετο γὰρ ἑκατέρῳ δὶς ἄλοβα, καὶ τὰ μὲν πρῶτα κίνδυνον σφαλερὸν ὑπέδειξεν, Ἀλεξάνδρῳ μὲν ἐν Ὀξυδράκαις, ἐπὶ τὸ τῶν ἐχθρῶν τεῖχος ἀναβάντι πρὸ τῶν Μακεδόνων, καὶ τῆς κλίμακος συντριβείσης ἀποληφθέντι τε ἄνω, καὶ ὑπὸ τόλμης ἐς τὸ ἐντὸς ἐπὶ τοὺς πολεμίους ἐξαλομένῳ καὶ πληγέντι τὰ στέρνα χαλεπῶς καὶ ἐς τὸν τράχηλον ὑπέρῳ βαρυτάτῳ, καὶ πίπτοντι ἤδη καὶ περισωθέντι μόλις ὑπὸ τῶν Μακεδόνων ἀναρρηξάντων τὰς πύλας ὑπὸ δέους, Καίσαρι δὲ ἐν Ἰβηρίᾳ, τοῦ στρατοῦ περιφόβου τε ὄντος ἐπὶ Πομπηίῳ τῷ νέῳ καὶ ὀκνοῦντος ἐς μάχην ἰέναι, προδραμόντι πάντων ἐς τὸ μεταίχμιον καὶ διακόσια ἀναδεξαμένῳ δόρατα ἐς τὴν ἀσπίδα, μέχρι καὶ τόνδε ὁ στρατὸς ἐπιδραμὼν ὑπὸ αἰδοῦς καὶ φόβου περιέσωσεν. οὕτω μὲν αὐτοῖς τὰ πρῶτα ἄλοβα ἐς κίνδυνον ἦλθε θανάτου, τὰ δεύτερα δὲ ἐς τὸν θάνατον αὐτόν. Πειθαγόρας τε γὰρ ὁ μάντις Ἀπολλοδώρῳ δεδοικότι Ἀλέξανδρόν τε καὶ Ἡφαιστίωνα θυόμενος εἶπε μὴ δεδιέναι, ἐκποδὼν γὰρ ἀμφοτέρους αὐτίκα ἔσεσθαι· καὶ τελευτήσαντος εὐθὺς Ἡφαιστίωνος ὁ Ἀπολλόδωρος ἔδεισε, μή τις ἐπιβουλὴ γένοιτο κατὰ τοῦ βασιλέως, καὶ ἐξήνεγκεν αὐτῷ τὰ μαντεύματα. ὁ δὲ ἐπεμειδίασε καὶ Πειθαγόραν αὐτὸν ἤρετο, ὅ τι λέγοι τὸ σημεῖον· τοῦ δὲ εἰπόντος, ὅτι τὰ ὕστατα λέγει, αὖθις ἐπεμειδίασε καὶ ἐπῄνεσεν ὅμως Ἀπολλόδωρόν τε τῆς εὐνοίας καὶ τὸν μάντιν τῆς παρρησίας.

Καίσαρι δʼ ἐς τὸ ἔσχατον βουλευτήριον ἐσιόντι, καθά μοι πρὸ βραχέος εἴρηται, τὰ αὐτὰ σημεῖα γίγνεται· καὶ χλευάσας ἔφη τοιαῦτά οἱ καὶ περὶ Ἰβηρίαν γεγονέναι. τοῦ δὲ μάντεως εἰπόντος καὶ τότε αὐτὸν κινδυνεῦσαι καὶ νῦν ἐπιθανατώτερον ἔχειν τὸ σημεῖον, ἐνδούς τι πρὸς τὴν παρρησίαν ἐθύετο ὅμως αὖθις, μέχρι βραδυνόντων αὐτῷ τῶν ἱερῶν δυσχεράνας ἐσῆλθε καὶ ἀνῃρέθη. τὸ δʼ αὐτὸ καὶ Ἀλεξάνδρῳ συνέπεσεν. ἐπανιόντα γὰρ ἐξ Ἰνδῶν ἐς Βαβυλῶνα μετὰ τοῦ στρατοῦ καὶ πλησιάζοντα ἤδη παρεκάλουν οἱ Χαλδαῖοι τὴν εἴσοδον ἐπισχεῖν ἐν τῷ παρόντι. τοῦ δὲ τὸ ἰαμβεῖον εἰπόντος, ὅτι “μάντις ἄριστος, ὅστις εἰκάζει καλῶς,” δεύτερα γοῦν οἱ Χαλδαῖοι παρεκάλουν μὴ ἐς δύσιν ὁρῶντα μετὰ τῆς στρατιᾶς ἐσελθεῖν, ἀλλὰ περιοδεῦσαι καὶ τὴν πόλιν λαβεῖν πρὸς ἥλιον ἀνίσχοντα. ὁ δʼ ἐς τοῦτο μὲν ἐνδοῦναι λέγεται καὶ ἐπιχειρῆσαι περιοδεῦσαι, λίμνῃ δὲ καὶ ἕλει δυσχεραίνων καταφρονῆσαι καὶ τοῦ δευτέρου μαντεύματος καὶ ἐσελθεῖν ἐς δύσιν ὁρῶν. ἐσελθών γε μὴν καὶ πλέων κατὰ τὸν Εὐφράτην ἐπὶ ποταμὸν Παλλακότταν, ὃς τὸν Εὐφράτην ὑπολαμβάνων ἐς ἕλη καὶ λίμνας ἐκφέρει καὶ κωλύει τὴν Ἀσσυρίδα γῆν ἄρδειν,--ἐπινοοῦντα δὴ τοῦτον διατειχίσαι τὸν ποταμὸν καὶ ἐπὶ τοῦτο ἐκπλέοντά φασιν ἐπιτωθάσαι τοῖς Χαλδαίοις, ὅτι σῶος ἐς Βαβυλῶνα ἐσέλθοι τε καὶ ἐκπλέοι. ἔμελλε δʼ ἐπανελθὼν αὐτίκα ἐν αὐτῇ τεθνήξεσθαι. ἐπετώθασε δὲ καὶ ὁ Καῖσαρ ὅμοια. τοῦ γὰρ μάντεως αὐτῷ τὴν ἡμέραν τῆς τελευτῆς προειπόντος, ὅτι μὴ περιοίσει τὰς Μαρτίας εἰδούς, ἐλθούσης τῆς ἡμέρας ἔφη, τὸν μάντιν χλευάζων, ὅτι πάρεισιν αἱ εἰδοί· καὶ ἐν αὐταῖς ὅμως ἀπέθανεν. οὕτω μὲν δὴ καὶ σημεῖα τὰ περὶ σφῶν ἐχλεύασαν ὁμοίως, καὶ τοῖς προειποῦσιν αὐτὰ μάντεσιν οὐκ ἐχαλέπηναν, καὶ ἑάλωσαν ὅμως ὑπὸ τῷ λόγῳ τῶν μαντευμάτων.

ἐγένοντο δὲ καὶ ἐς ἐπιστήμην τῆς ἀρετῆς, τῆς τε πατρίου καὶ Ἑλληνικῆς καὶ ξένης, φιλόκαλοι, τὰ μὲν Ἰνδῶν Ἀλέξανδρος ἐξετάζων τοὺς Βραχμᾶνας, οἳ δοκοῦσιν Ἰνδῶν εἶναι μετεωρολόγοι τε καὶ σοφοὶ καθὰ Περσῶν οἱ Μάγοι, τὰ δὲ Αἰγυπτίων ὁ Καῖσαρ, ὅτε ἐν Αἰγύπτῳ γενόμενος καθίστατο Κλεοπάτραν. ὅθεν ἄρα καὶ τῶν εἰρηνικῶν πολλὰ Ῥωμαίοις διωρθώσατο καὶ τὸν ἐνιαυτὸν ἀνώμαλον ἔτι ὄντα διὰ τοὺς ἔσθʼ ὅτε μῆνας ἐμβολίμους ʽκατὰ γὰρ σελήνην αὐτοῖς ἠριθμεῖτὀ ἐς τὸν τοῦ ἡλίου δρόμον μετέβαλεν, ὡς ἦγον Αἰγύπτιοι. συνέβη δὲ αὐτῷ καὶ τῶν ἐς τὸ σῶμα ἐπιβουλευσάντων μηδένα διαφυγεῖν, ἀλλὰ τῷ παιδὶ δοῦναι δίκην ἀξίαν, καθάπερ Ἀλεξάνδρῳ τοὺς Φίλιππον ἀνελόντας. ὅπως δὲ ἔδοσαν, αἱ ἑξῆς βίβλοι δεικνύουσιν.

οὕτω μὲν δὴ Γάιος Καῖσαρ πλείστου Ῥωμαίοις ἄξιος ἐς τὴν ἡγεμονίαν γενόμενος ὑπὸ τῶν ἐχθρῶν ἀνῄρητο καὶ ὑπὸ τοῦ δήμου τέθαπτο· ἁπάντων δὲ αὐτοῦ τῶν σφαγέων δίκην δόντων, ὅπως οἱ περιφανέστατοι μάλιστα ἔδοσαν, ἥδε ἡ βίβλος καὶ ἡ μετὰ τήνδε ἐπιδείξουσιν, ἐπιλαμβάνουσαι καὶ ὅσα ἄλλα Ῥωμαίοις ἐμφύλια ἐς ἀλλήλους ἐγίγνετο ὁμοῦ.

Ἀντώνιον μὲν ἡ βουλὴ διʼ αἰτίας εἶχεν ἐπὶ τοῖς ἐπιταφίοις τοῦ Καίσαρος, ὑφʼ ὧν δὴ μάλιστα ὁ δῆμος ἐρεθισθεὶς ὑπερεῖδε τῆς ἄρτι ἐπεψηφισμένης ἀμνηστίας καὶ ἐπὶ τὰς οἰκίας τῶν σφαγέων σὺν πυρὶ ἔδραμον· ὁ δὲ αὐτὴν χαλεπαίνουσαν ἑνὶ τοιῷδε πολιτεύματι ἐς εὔνοιαν ἑαυτοῦ μετέβαλεν. Ἀμάτιος ἦν ὁ Ψευδομάριος· Μαρίου γὰρ ὑπεκρίνετο υἱωνὸς εἶναι καὶ διὰ Μάριον ὑπερήρεσκε τῷ δήμῳ. γιγνόμενος οὖν κατὰ τήνδε τὴν ὑπόκρισιν συγγενὴς τῷ Καίσαρι, ὑπερήλγει μάλιστα αὐτοῦ τεθνεῶτος καὶ βωμὸν ἐπῳκοδόμει τῇ πυρᾷ καὶ χεῖρα θρασυτέρων ἀνδρῶν εἶχε καὶ φοβερὸς ἦν ἀεὶ τοῖς σφαγεῦσιν· ὧν οἱ μὲν ἄλλοι διεπεφεύγεσαν ἐκ τῆς πόλεως καὶ ὅσοι παρʼ αὐτοῦ Καίσαρος εἰλήφεσαν ἡγεμονίας ἐθνῶν, ἀπεληλύθεσαν ἐπὶ τὰς ἡγεμονίας, Βροῦτος μὲν ὁ Δέκμος ἐς τὴν ὅμορον τῆς Ἰταλίας Κελτικήν, Τρεβώνιος δὲ ἐς τὴν Ἀσίαν τὴν περὶ Ἰωνίαν, Τίλλιος δὲ Κίμβερ ἐς Βιβυνίαν· Κάσσιος δὲ καὶ Βροῦτος ὁ Μᾶρκος, ὧν δὴ καὶ μάλιστα τῇ βουλῇ διέφερεν, ᾕρηντο μὲν καὶ οἵδε ὑπὸ τοῦ Καίσαρος ἐς τὸ μέλλον ἔτος ἡγεμονεύειν, Συρίας μὲν ὁ Κάσσιος καὶ Μακεδονίας ὁ Βροῦτος, ἔτι δὲ ὄντες ἀστικοὶ στρατηγοὶ --- ὑπʼ ἀνάγκης καὶ διατάγμασιν οἷα στρατηγοὶ τοὺς κληρούχους ἐθεράπευον, ὅσοις τε ἄλλοις ἐπενόουν, καὶ τὰ κληρουχήματα συγχωροῦντες αὐτοῖς πιπράσκειν, τοῦ νόμου κωλύοντος ἐντὸς εἴκοσιν ἐτῶν ἀποδίδοσθαι.