Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

τοιαῦτα τοῦ Ἀντωνίου παρὰ μέρος τεχνάζοντος οἱ ἀμύνειν τοῖς γεγονόσιν ἀξιοῦντες Λέπιδον ἠξίουν ἀμύνειν. Λεπίδου δέ τι μέλλοντος λέγειν, οἱ πόρρω συνεστῶτες κατελθεῖν αὐτὸν εἰς τὴν ἀγορὰν ἠξίουν, ἵνα ὁμαλῶς ἅπαντες ἐπακούσειαν. καὶ ὁ μὲν εὐθὺς ᾔει, νομίζων ἤδη τὸ πλῆθος τρέπεσθαι, καὶ ἐπὶ τὰ ἔμβολα παρελθὼν ἔστενε καὶ ἔκλαιεν ἐν περιόπτῳ μέχρι πολλοῦ, ἀνενεγκὼν δέ ποτε εἶπεν· “ἐνταῦθα χθὲς μετὰ Καίσαρος ἱστάμην, ἔνθα νῦν ἀναγκάζομαι ζητεῖν περὶ Καίσαρος ἀνῃρημένου, τί βούλεσθε.” ἀναβοησάντων δὲ πολλῶν· “ἀμύνειν σε τῷ Καίσαρι,” ἀντανεβόησαν οἱ μισθωτοί. “τὴν εἰρήνην τῇ πόλει.” ὁ δὲ τούτοις μὲν ἔφη· “βουλόμεθα. ἀλλὰ ποίαν λέγετε εἰρήνην; ἢ ποίοις ὅρκοις ἀσφαλὴς ἔσται; τοὺς μὲν γὰρ πατρίους πάντας ὠμόσαμεν Καίσαρι καὶ κατεπατήσαμεν, οἱ τῶν ὀμωμοκότων ἄριστοι εἶναι λεγόμενοι.” πρὸς δὲ τοὺς ἀμύνειν ἀξιοῦντας ἐπιστραφείς “ὁ μὲν Καῖσαρ ἡμῶν,” ἔφη, “μεθέστηκεν, ἱερὸς τῷ ὄντι καὶ τίμιος ἀνήρ, τὴν δὲ πόλιν τοὺς ὑπολοίπους αἰδούμεθα βλάψαι. καὶ τάδε,” ἔφη, “σκοποῦσιν ἡμῶν οἱ πρόβουλοι, καὶ δοκεῖ τοῖς πλέοσιν.” ἀνακραγόντων δὲ αὖθις· “ἐπέξιθι μόνος,” "βούλομαι," εἶπε, "καὶ εὔορκόν ἐστί μοι καὶ μόνῳ. ἀλλʼ οὐκ ἐμὲ καὶ ὑμᾶς βούλεσθαι δεῖ μόνους οὐδὲ μόνους ἀντιτιθέναι."

τοιαῦτα καὶ τοῦτον τεχνάζοντα οἱ μισθωτοὶ φιλότιμον εἰδότες ἐπῄνουν καὶ ᾑροῦντο ἐπὶ τὴν Καίσαρος ἱερωσύνην. τοῦ δὲ ἥψατο μὲν ἡ ἡδονή, “μέμνησθε,” δὲ ἔφη, “μοι τοῦδε καὶ ὕστερον, ἂν ἄξιος εἶναι δοκῶ.” μᾶλλον οὖν ἔτι παρρησίᾳ διὰ τὴν ἱερωσύνην ὑπὲρ τῆς εἰρήνης τῶν μισθωτῶν ἐνισταμένων, “ἀσεβὲς μέν,” ἔφη, “καὶ παράνομον, ἐργάσομαι δὲ ὅμως, ὃ βούλεσθε.” καὶ εἰπὼν ἐς τὸ βουλευτήριον ἀνέτρεχεν, ἐν ᾧ πάντα τὸν χρόνον τόνδε ὁ Δολοβέλλας ὑπὲρ τῆς ἀρχῆς ἐνίστατο ἀσχημόνως. καὶ ὁ Ἀντώνιος, ἀναμένων ἅμα τὰ ἐν τῷ δήμῳ γιγνόμενα, σὺν γέλωτι αὐτὸν ἐφεώρα· καὶ γὰρ ἤστην διαφόρω. ὡς δὲ ἅλις ἔσχε τῆς ὄψεως καὶ οὐδʼ ἐν τῷ δήμῳ τι γεγένητο θερμότερον, τοὺς μὲν οὖν ἄνδρας ἔγνω περισῴζειν ὑπὸ ἀνάγκης, ἐπικρύπτων τὴν ἀνάγκην καὶ ὡς ἐν βαρυτάτῃ χάριτι περισῴζων, τὰ δὲ τῷ Καίσαρι πεπραγμένα κυροῦν συμβόλῳ καὶ τὰ βεβουλευμένα συντελεῖν.

σιωπήν τε κατακηρύξας αὖθις ἔλεγεν·

“ἐγὼ περὶ μὲν τῶν ἁμαρτόντων πολιτῶν, ὦ ἄνδρες ὁμότιμοι, σκεπτομένοις ὑμῖν οὐδὲν ἐπεφθεγγόμην· περὶ δὲ Καίσαρος ἀντʼ ἐκείνων ψῆφον αἰτοῦσιν ἓν ἐκ τῶν Καίσαρος ἔργων προύθηκα μέχρι νῦν, καὶ τοσούτους ἡμῖν τὸ ἓν ἀγῶνας ἤγειρεν, οὐκ ἀλόγως· εἰ γὰρ ἀποθησόμεθα τὰς ἀρχάς, ὁμολογήσομεν ἄνδρες τοσοίδε καὶ τοιοίδε ἀναξίως αὐτῶν τετυχηκέναι. ὅσα δʼ οὖν μηδὲ ἐπακούσεται ῥᾳδίως, ἐπισκέψασθε νῦν αὐτὰ καὶ συναριθμεῖτε κατά τε πόλεις καὶ κατὰ ἔθνη καὶ βασιλέας καὶ δυνάστας. πάντα γὰρ δὴ σχεδὸν εἰπεῖν, ὅσα ἐξ ἠοῦς ἐπὶ δύσιν ὁ Καῖσαρ ἡμῖν ἐχειρώσατο δυνάμει καὶ κράτει, συνεστήσατο, νόμοις καὶ χάρισι καὶ φιλανθρωπίαις βεβαιωσάμενος· ὧν τίνας ὑποστήσεσθαι δοκεῖτε ἀφαιρουμένους, ἃ ἔλαβον, εἰ μὴ πάντα ἐμπλῆσαι πολέμων ἐθέλετε, οἳ τῇ πατρίδι ὡς ἀσθενεστάτῃ μάλιστα οὔσῃ τοὺς ἐναγεῖς περισῴζειν ἀξιοῦτε;

καὶ τὰ μὲν πορρωτέρω τοῖς τε δεινοῖς ἔτι καὶ τοῖς φόβοις ἀφεστηκότα ἐάσω· ἃ δὲ οὐκ ἀγχοῦ μόνον ἐστὶν ἡμῖν, ἀλλὰ σύνοικα ἀνὰ τὴν Ἰταλίαν αὐτήν, τοὺς τὰ νικητήρια λαβόντας καὶ κατὰ πλῆθος ἅμα τοῖς ὅπλοις, ὡς ἐστρατεύοντο, ὑπὸ τῇ αὐτῇ συντάξει συνῳκισμένους ὑπὸ Καίσαρος, ὧν ἔτι πολλαὶ μυριάδες εἰσὶν ἐν τῇ πόλει, τί νομίζετε πράξειν ἀφαιρουμένους, ὧν εἰλήφασιν ἢ προσδοκῶσι λήψεσθαι πόλεών τε καὶ χωρίων; καὶ τοῦδε μὲν ὑμῖν καὶ ἡ παρελθοῦσα νὺξ τὴν εἰκόνα ἔδειξε.

δεομένοις γὰρ ὑμῖν ὑπὲρ τῶν ἁμαρτόντων ἀντιπαρέθεον ἐκεῖνοι μετὰ ἀπειλῆς· τὸ δὲ σῶμα τοῦ Καίσαρος συρόμενον καὶ αἰκιζόμενον καὶ ἄταφον ῥιπτούμενον ʽκαὶ γὰρ ταῦτα ἐκ τῶν νόμων τοῖς τυράννοις ἐπιτέτακταἰ περιόψεσθαι νομίζετε τοὺς ἐστρατευμένους αὐτῷ; καὶ τὰ Κελτῶν καὶ Βρεττανῶν νομιεῖν, ἃ εἰλήφασιν, ἕξειν βέβαια τοῦ δόντος ὑβριζομένου; τί δὲ τὸν δῆμον αὐτὸν ἐργάσεσθαι; τί δὲ τοὺς Ἰταλιώτας; πόσον δὲ ὑμῖν ἔσεσθαι φθόνον παρά τε ἀνδρῶν καὶ θεῶν, ἐνυβρίζουσιν ἐς τὸν ὑμῖν τὴν ἡγεμονίαν μέχρις ὠκεανοῦ, ἐπὶ τὴν ἄγνωστον προαγαγόντα; καὶ οὐκ ἐν αἰτίᾳ καὶ καταγνώσει μᾶλλον ἔσεσθαι τὴν τοσήνδε ἡμῶν ἀνωμαλίαν, εἰ τοὺς μὲν ὕπατον ἐν βουλευτηρίῳ καὶ ἱερὸν ἄνδρα ἐν ἱερῷ χωρίῳ, βουλῆς ἀγηγερμένης, ὑπὸ ὄψεσι θεῶν κατακανόντας τιμᾶν ἀξιώσομεν, ἀτιμοῦν δὲ τὸν καὶ τοῖς πολεμίοις διʼ ἀρετὴν τίμιον; τούτων μὲν οὖν ὡς οὔτε ὁσίων οὔτε ἐφʼ ἡμῖν ὄντων προλέγω πάμπαν ἀπέχεσθαι· γνώμην δὲ ἐσφέρω τὰ μὲν πεπραγμένα καὶ βεβουλευμένα τῷ Καίσαρι πάντα κυροῦν, τοὺς δὲ ἁμαρτόντας ἐπαινεῖν μὲν οὐδενὶ τρόπῳ ʽοὐ γὰρ ὅσιον οὐδὲ δίκαιον, οὐδὲ σύμφωνον ἔτι τῷ κυροῦν τὰ Καίσαρι πεπραγμένἀ, περισῴζειν δὲ ἐξ ἐλέου μόνον, εἰ ἐθέλοιτε, διὰ τοὺς οἰκείους αὐτῶν καὶ φίλους, εἰ δὴ καὶ τόδε αὐτὸ οἵδε λαμβάνειν ὑπὲρ ἐκείνων ὁμολογοῖεν ἐν χάριτος μέρει.”

τοιαῦτα εἰπόντος τοῦ Ἀντωνίου σὺν ἀνατάσει τε καὶ ὁρμῇ βαρυτέρᾳ, γίγνεται δόγμα, ἡσυχαζόντων ἤδη καὶ ἀγαπώντων ἁπάντων, φόνου μὲν οὐκ εἶναι δίκας ἐπὶ τῷ Καίσαρι, κύρια δὲ εἶναι τὰ πεπραγμένα αὐτῷ πάντα καὶ ἐγνωσμένα, “ἐπεὶ τῇ πόλει συμφέρει.” ἐβιάσαντο γὰρ τόδε ἐς ἀσφάλειαν οἱ τῶν περισῳζομένων οἰκεῖοι προστεθῆναι μάλιστα, ὡς οὐ δικαίως φυλασσόμενα μᾶλλον ἢ διὰ χρείαν. καὶ ὁ Ἀντώνιος αὐτοῖς ἐς τοῦτο ἐνέδωκεν. ἐψηφισμένων δὲ τούτων, ὅσοι τῶν κληρούχων ἡγεμόνες ἦσαν, ἠξίουν ἴδιον περὶ σφῶν ἐπὶ τῷ κοινῷ δόγμα ἕτερον γενέσθαι, βεβαιοῦν αὐτῶν τὰς κληρουχίας. καὶ οὐκ ἐκώλυεν ὁ Ἀντώνιος, ἐπιδεικνὺς τῇ βουλῇ τὸν φόβον. γίγνεται μὲν δὴ καὶ τοῦτο καὶ ἕτερον αὖ περὶ τῶν ἐξιόντων ἐπὶ τὰς ἀποικίας ὅμοιον· Λεύκιον δὲ Πείσωνα, ὅτῳ τὰς διαθήκας ὁ Καῖσαρ παρετίθετο, τοῦτον ἤδη τὸν τρόπον τῆς βουλῆς διαλελυμένης τινὲς περιστάντες παρεκάλουν μήτε τὰς διαθήκας προφέρειν μήτε θάπτειν τὸ σῶμα φανερῶς, μή τι νεώτερον ἕτερον ἐκ τούτων γένοιτο. καὶ οὐ πειθόμενον ἠπείλουν ἐσαγγέλλειν, ὅτι τὸν δῆμον οὐσίαν τηλικαύτην ἀφαιροῖτο γιγνομένην κοινήν, αὖθις ἄρα ἐνσημαινόμενοι τὴν τυραννίδα.

ἐκβοήσας οὖν ὁ Πείσων ὅτι μέγιστον καὶ τοὺς ὑπάτους ἔτι παροῦσάν οἱ τὴν βουλὴν ἀξιώσας συναγαγεῖν, εἶπεν· “οἱ τύραννον λέγοντες ἕνα ἀνῃρηκέναι τοσοίδε ἡμῶν ἀνθʼ ἑνὸς ἤδη τυραννοῦσιν· οἳ θάπτειν με κωλύουσι τὸν ἀρχιερέα καὶ τὰς διαθήκας ἀπειλοῦσι προφέροντι καὶ τὴν οὐσίαν δημεύουσιν αὖθις ὡς τυράννου. καὶ τὰ μὲν ἐπὶ τούτοις αὐτῷ πεπραγμένα κεκύρωται· ἃ δὲ ἐφʼ ἑαυτῷ κατέλιπεν, ἀκυροῦσιν, οὐ Βροῦτος ἔτι οὐδὲ Κάσσιος, ἀλλʼ οἱ κἀκείνους ἐς τόνδε τὸν ὄλεθρον ἐκριπίσαντες. τῆς μὲν οὖν ταφῆς ὑμεῖς ἐστε κύριοι, τῶν δὲ διαθηκῶν ἐγώ· καὶ οὔποτε ἃ ἐπιστεύθην προδώσω, πρὶν κἀμέ τις ἐπανέλῃ.” θορύβου δὲ καὶ ἀγανακτήσεως γενομένης παρὰ πάντων, καὶ μάλιστα τῶν τι καὶ ἐλπιζόντων ἐκ τῶν διαθηκῶν αὑτοῖς ἔσεσθαι, τάς τε διαθήκας ἐς τὸ μέσον ἔδοξε προφέρειν καὶ θάπτειν τὸν ἄνδρα δημοσίᾳ. καὶ ἐπὶ τοῖσδε ἡ βουλὴ διελύθη.

Βροῦτος δὲ καὶ Κάσσιος αἰσθόμενοι τῶν γεγονότων ἐς τὸ πλῆθος περιέπεμπον καὶ παρεκάλουν πρὸς αὑτοὺς ἀνελθεῖν ἐς τὸ Καπιτώλιον. συνδραμόντων δὲ ὀξέως πολλῶν ὁ Βροῦτος ἔλεγεν·

“ἐνταῦθα ὑμῖν ἐντυγχάνομεν, ὦ πολῖται, οἱ χθὲς κατʼ ἀγορὰν ἐντυχόντες, οὔτε ὡς ἐς ἱερὸν καταφυγόντες ʽοὐ γὰρ ἡμάρτομεν’ οὔτε ὡς ἐπὶ κρημνόν, οἳ τὰ καθʼ ἑαυτοὺς ἐπιτρέπομεν ὑμῖν. ἀλλὰ τὸ Κίννα πάθος, ὀξύτερόν τε καὶ ἀλογώτερον αὐτῷ γενόμενον, οὕτως ἠνάγκασεν. ᾐσθόμην δὲ τῶν ἐχθρῶν διαβαλλόντων ἡμᾶς ἐς ἐπιορκίαν καὶ ἐς αἰτίαν ἀπορίας εἰρήνης ἀσφαλοῦς. ἃ δὴ περὶ τούτων ἔχομεν εἰπεῖν, ἐν ὑμῖν ἐροῦμεν, ὦ πολῖται, μεθʼ ὧν καὶ τἆλλα δημοκρατουμένων πράξομεν. ἐπειδὴ Γάιος Καῖσαρ ἐκ Γαλατίας ἐπὶ τὴν πατρίδα ἤλασε σὺν ὅπλοις πολεμίοις καὶ Πομπήιος μὲν ὁ δημοκρατικώτατος ὑμῶν ἔπαθεν, οἷα ἔπαθεν, ἐπὶ δʼ αὐτῷ πλῆθος ἄλλο πολιτῶν ἀγαθῶν ἔς τε Λιβύην καὶ Ἰβηρίαν ἐλαυνόμενοι διωλώλεσαν, εἰκότως αὐτῷ δεδιότι καὶ βέβαιον ἔχοντι τὴν τυραννίδα ἀμνηστίαν αἰτοῦντι ἔδομεν καὶ ὠμόσαμεν ὑπὲρ αὐτῆς. εἰ δὲ ἡμῖν ὀμνύναι προσέταττεν οὐ τὰ παρελθόντα μόνον οἴσειν ἐγκρατῶς, ἀλλὰ δουλεύσειν ἐς τὸ μέλλον ἑκόντας, τί ἂν ἔπραξαν οἱ νῦν ἐπιβουλεύοντες ἡμῖν; ἐγὼ μὲν γὰρ ὄντας γε Ῥωμαίους οἶμαι πολλάκις ἀποθανεῖν ἂν ἑλέσθαι μᾶλλον ἢ δουλεύειν ἑκόντας ἐπὶ ὅρκῳ.

εἰ μὲν δὴ μηδὲν ἔτι εἰς δουλείαν εἰργάζετο ὁ Καῖσαρ, ἐπιωρκήσαμεν· εἰ δὲ οὔτε τὰς ἀρχὰς τὰς ἐν ἄστει οὔτε τὰς τῶν ἐθνῶν ἡγεμονίας οὔτε στρατείας ἢ ἱερωσύνας ἢ κληρουχίας ἢ τιμὰς ἄλλας ὑμῖν ἀπέδωκεν οὐδὲ προεβούλευεν ἡ βουλὴ περὶ οὐδενὸς οὐδʼ ὁ δῆμος ἐπεκύρου, ἀλλὰ πάνθʼ ὁ Καῖσαρ ἦν ἅπασιν ἐξ ἐπιτάγματος καὶ οὐδὲ κόρος αὐτῷ τοῦ κακοῦ τις ἐγίγνετο, οἷος ἐγένετο Σύλλᾳ, ἀλλʼ ὁ μὲν τοὺς ἐχθροὺς καθελὼν ἀπέδωκεν ὑμῖν τὴν πολιτείαν, ὁ δʼ ἐπὶ ἄλλην στρατείαν χρόνιον ἀπιὼν ἐς πενταετὲς ὑμῶν τὰ ἀρχαιρέσια προελάμβανε, ποία ταῦτα ἦν ἐλευθερία, ἧς οὐδʼ ἐλπὶς ὑπεφαίνετο ἔτι; τί δὲ οἱ τοῦ δήμου προστάται Καισήτιος καὶ Μάρυλλος; οὐχ ἱερὰν καὶ ἄσυλον ἄρχοντες ἀρχὴν ἐξηλαύνοντο σὺν ὕβρει; καὶ ὁ μὲν νόμος ὁ τῶν προγόνων καὶ ὁ ὅρκος οὐδʼ ἐπάγεσθαι δίκην ἔτι οὖσι δημάρχοις ἐπιτρέπουσιν· ὁ δὲ Καῖσαρ αὐτοὺς ἐξήλασεν, οὐδὲ δίκην ἐπαγαγών.

πότεροι οὖν ἐς τοὺς ἀσύλους ἡμάρτανον; ἢ Καῖσαρ μὲν ἱερὸς καὶ ἄσυλος, ὅτῳ ταῦτα οὐχ ἑκόντες, ἀλλʼ ὑπʼ ἀνάγκης οὐδὲ πρὶν ἐπελθεῖν αὐτὸν ἐς τὴν πατρίδα σὺν ὅπλοις καὶ τοσούσδε καὶ τοιούσδε ἀγαθοὺς πολίτας κατακανεῖν, ἐθέμεθα· τὴν δὲ τῶν δημάρχων ἀρχὴν οὐχ ἱερὰν καὶ ἄσυλον οἱ πατέρες ἡμῶν ἐν δημοκρατίᾳ χωρὶς ἀνάγκης ὤμοσάν τε καὶ ἐπηράσαντο ἐς ἀεὶ ἔσεσθαι; ποῦ δὲ οἱ φόροι τῆς ἡγεμονίας καὶ λογισμοὶ συνεφέροντο; τίς δʼ ἡμῶν ἀκόντων ἤνοιγε τὰ ταμιεῖα; τίς τῶν ἀψαύστων καὶ ἐπαράτων ἐκίνει χρημάτων καὶ ἑτέρῳ δημάρχῳ κωλύοντι θάνατον ἠπείλει;