Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

Ἐκτελεσθέντος δὲ τοῖς φονεῦσι τοσοῦδε ἄγους ἐν ἱερῷ χωρίῳ καὶ ἐς ἄνδρα ἱερὸν καὶ ἄσυλον, φυγή τε ἦν ἀνὰ τὸ βουλευτήριον αὐτίκα καὶ ἀνὰ τὴν πόλιν ὅλην, καὶ ἐτρώθησάν τινες τῶν βουλευτῶν ἐν τῷδε τῷ θορύβῳ καὶ ἀπέθανον ἕτεροι. πολὺς δὲ καὶ ἄλλος ἀστῶν τε καὶ ξένων ἐγίγνετο φόνος, οὐ προβεβουλευμένος, ἀλλʼ οἷος ἐκ θορύβου πολιτικοῦ καὶ ἀγνωσίας τῶν ἐπιλαβόντων, οἵ τε γὰρ μονομάχοι, ὡπλισμένοι ἕωθεν ὡς ἐπὶ δή τινα θέας ἐπίδειξιν, ἐκ τοῦ θεάτρου διέθεον ἐς τὰ τοῦ βουλευτηρίου παραφράγματα, καὶ τὸ θέατρον ὑπὸ ἐκπλήξεως σὺν φόβῳ καὶ δρόμῳ διελύετο, τά τε ὤνια ἡρπάζετο· καὶ τὰς θύρας ἅπαντες ἀπέκλειον καὶ ἀπὸ τῶν τεγῶν ἐς ἄμυναν ἡτοιμάζοντο, Ἀντώνιός τε τὴν οἰκίαν ὠχύρου, τεκμαιρόμενος συνεπιβουλεύεσθαι τῷ Καίσαρι. καὶ Λέπιδος ὁ ἵππαρχος ἐν ἀγορᾷ μὲν ὢν ἐπύθετο τοῦ γεγονότος, ἐς δὲ τὴν ἐν τῷ ποταμῷ νῆσον διαδραμών, ἔνθα ἦν αὐτῷ τέλος στρατιωτῶν, ἐς τὸ πεδίον αὐτοὺς μετεβίβαζεν ὡς ἑτοιμοτέρους ἕξων ἐς τὰ παραγγελλόμενα ὑπʼ Ἀντωνίου· Ἀντωνίῳ γὰρ ἐξίστατο, φίλῳ τε τοῦ Καίσαρος ὄντι μᾶλλον καὶ ὑπάτῳ. καὶ αὐτοῖς σκεπτομένοις ὁρμὴ μὲν ἦν ἀμύνειν τῷ Καίσαρι τοιάδε παθόντι, τὴν δὲ βουλὴν πρὸς τῶν ἀνδροφόνων ἐσομένην ἐδεδοίκεσαν καὶ τὸ μέλλον ἔτι περιεσκόπουν. ἀμφὶ δὲ αὐτῷ Καίσαρι στρατιωτικὸν μὲν οὐκ ἦν, οὐ γὰρ δορυφόροις ἠρέσκετο, ἡ δὲ τῆς ἡγεμονίας ὑπηρεσία μόνη καὶ αἱ πλέονες ἀρχαὶ καὶ πολὺς ὅμιλος ἄλλος ἀστῶν καὶ ξένων καὶ πολὺς θεράπων καὶ ἐξελεύθερος αὐτὸν ἐπὶ τὸ βουλευτήριον ἐκ τῆς οἰκίας παρεπεπόμφεισαν, ὧν ἀθρόως διαφυγόντων τρεῖς θεράποντες μόνοι παρέμειναν, οἳ τὸ σῶμα ἐς τὸ φορεῖον ἐνθέμενοι διεκόμισαν οἴκαδε ἀνωμάλως, οἷα τρεῖς, τὸν πρὸ ὀλίγου γῆς καὶ θαλάττης προστάτην.

οἱ δὲ σφαγεῖς ἐβούλοντο μέν τι εἰπεῖν ἐν τῷ βουλευτηρίῳ, οὐδενὸς δὲ παραμείναντος τὰ ἱμάτια ταῖς λαιαῖς ὥσπερ ἀσπίδας περιπλεξάμενοι καὶ τὰ ξίφη μετὰ τοῦ αἵματος ἔχοντες ἐβοηδρόμουν βασιλέα καὶ τύραννον ἀνελεῖν. καὶ πῖλόν τις ἐπὶ δόρατος ἔφερε, σύμβολον ἐλευθερώσεως ἐπί τε τὴν πάτριον πολιτείαν παρεκάλουν καὶ Βρούτου τοῦ πάλαι καὶ τῶν τότε σφίσιν ὀμωμοσμένων ἐπὶ τοῖς πάλαι βασιλεῦσιν ἀνεμίμνησκον συνέθεον δὲ αὐτοῖς τινες χρησάμενοι ξιφίδια, οἳ τοῦ ἔργου μὴ μετασχόντες προσεποιοῦντο τὴν δόξαν, Λέντλος τε ὁ Σπινθὴρ καὶ Φαώνιος καὶ Ἀκουῖνος καὶ Δολοβέλλας καὶ Μοῦρκος καὶ Πατίσκος· οἳ τῆς μὲν δόξης οὐ μετέσχον, τῆς δὲ τιμωρίας τοῖς ἁμαρτοῦσι συνέτυχον. τοῦ δήμου δὲ αὐτοῖς οὐ προσθέοντος ἠπόρουν καὶ ἐδεδοίκεσαν, τῇ μὲν βουλῇ, καὶ εἰ αὐτίκα ὑπʼ ἀγνοίας καὶ θορύβου διέφυγε, θαρροῦντες ὅμως, συγγενέσι τε σφῶν καὶ φίλοις οὖσι βαρυνομένοις τε τὴν τυραννίδα ὁμοίως, τὸν δὲ δῆμον ὑφορώμενοι καὶ τοὺς ἐστρατευμένους τῷ Καίσαρι πολλοὺς ἐν τῇ πόλει τότε παρόντας, τοὺς μὲν ἄρτι τῆς στρατείας ἀφειμένους καὶ ἐς κληρουχίας διατεταγμένους, τοὺς δὲ προαπῳκισμένους μέν, ἐς δὲ παραπομπὴν τοῦ Καίσαρος ἐξιόντος ἀφιγμένους. Λέπιδόν τε ἐδεδοίκεσαν καὶ τὸν ὑπὸ τῷ Λεπίδῳ στρατὸν ἐν τῇ πόλει καὶ Ἀντώνιον ὑπατεύοντα, μὴ ἀντὶ τῆς βουλῆς τῷ δήμῳ μόνῳ χρώμενος ἐργάσαιτό τι δεινὸν αὑτούς.

οὕτω δʼ ἔχοντες τὸ Καπιτώλιον σὺν τοῖς μονομάχοις ἀνέθορον. καὶ αὐτοῖς βουλευομένοις ἔδοξεν ἐπὶ τὰ πλήθη μισθώματα περιπέμπειν· ἤλπιζον γάρ, ἀρξαμένων τινῶν ἐπαινεῖν τὰ γεγενημένα, καὶ τοὺς ἄλλους συνεπιλήψεσθαι λογισμῷ τε τῆς ἐλευθερίας καὶ πόθῳ τῆς πολιτείας. ἔτι γὰρ ᾤοντο τὸν δῆμον εἶναι Ῥωμαῖον ἀκριβῶς, οἷον ἐπὶ τοῦ πάλαι Βρούτου τὴν τότε βασιλείαν καθαιροῦντος ἐπυνθάνοντο γενέσθαι· καὶ οὐ συνίεσαν δύο τάδε ἀλλήλοις ἐναντία προσδοκῶντες, φιλελευθέρους ὁμοῦ καὶ μισθωτοὺς σφίσιν ἔσεσθαι χρησίμως τοὺς παρόντας. ὧν θάτερον εὐχερέστερον ἦν, διεφθαρμένης ἐκ πολλοῦ τῆς πολιτείας. παμμιγές τε γάρ ἐστιν ἤδη τὸ πλῆθος ὑπὸ ξενίας, καὶ ὁ ἐξελεύθερος αὐτοῖς ἰσοπολίτης ἐστὶ καὶ ὁ δουλεύων ἔτι τὸ σχῆμα τοῖς δεσπόταις ὅμοιος· χωρὶς γὰρ τῆς βουλευτικῆς ἡ ἄλλη στολὴ τοῖς θεράπουσίν ἐστιν ἐπίκοινος. τό τε σιτηρέσιον τοῖς πένησι χορηγούμενον ἐν μόνῃ Ῥώμῃ τὸν ἀργὸν καὶ πτωχεύοντα καὶ ταχυεργὸν τῆς Ἰταλίας λεὼν ἐς τὴν Ῥώμην ἐπάγεται. τό τε πλῆθος τῶν ἀποστρατευομένων, οὐ διαλυόμενον ἐς τὰς πατρίδας ἔτι ὡς πάλαι καθʼ ἕνα ἄνδρα δέει τοῦ μὴ δικαίους πολέμους ἐνίους πεπολεμηκέναι, κοινῇ δὲ ἐς κληρουχίας ἀδίκους ἀλλοτρίας τε γῆς καὶ ἀλλοτρίων οἰκιῶν ἐξιόν, ἄθρουν τότε ἐστάθμευεν ἐν τοῖς ἱεροῖς καὶ τεμένεσιν ὑφʼ ἑνὶ σημείῳ καὶ ὑφʼ ἑνὶ ἄρχοντι τῆς ἀποικίας, τὰ μὲν ὄντα σφίσιν ὡς ἐπὶ ἔξοδον ἤδη διαπεπρακότες, εὔωνοι δʼ ἐς ὅ τι μισθοῖντο.

ὅθεν οὐ δυσχερῶς ἐκ τοσῶνδε καὶ τοιῶνδε ἀνδρῶν πλῆθός τι τοῖς ἀμφὶ τὸν Κάσσιον ἐς τὴν ἀγορὰν εὐθὺς ἀγήγερτο· οἳ καίπερ ὄντες ἔμμισθοι τὰ μὲν γενόμενα ἐπαινεῖν οὐκ ἐθάρρουν, δεδιότες τὴν Καίσαρος δόξαν καὶ τὸ πρὸς τῶν ἑτέρων ἐσόμενον, ὡς δʼ ἐπὶ συμφέροντι κοινῷ τὴν εἰρήνην ἐπεβόων καὶ θαμινὰ τοὺς ἄρχοντας ὑπὲρ αὐτῆς παρεκάλουν, τέχνασμα τοῦτο ἐς τὴν τῶν ἀνδροφόνων σωτηρίαν ἐπινοοῦντες· οὐ γὰρ ἔσεσθαι τὴν εἰρήνην μὴ γενομένης αὐτοῖς ἀμνηστίας. ὧδε δὲ αὐτοῖς ἔχουσι πρῶτος ἐπιφαίνεται Κίννας στρατηγός, οἰκεῖος ὢν ἐξ ἐπιγαμίας τῷ Καίσαρι, καὶ παρὰ δόξαν ἐπελθὼν ἐς μέσους τήν τε ἐσθῆτα τὴν στρατηγικὴν ἀπεδύσατο, ὡς παρὰ τυράννου δεδομένης ὑπερορῶν, καὶ τὸν Καίσαρα τύραννον ἐκάλει καὶ τοὺς ἀνελόντας τυραννοκτόνους, καὶ τὸ πεπραγμένον ἐσέμνυνεν ὡς ὁμοιότατον μάλιστα τῷ προγονικῷ καὶ τοὺς ἄνδρας ὡς εὐεργέτας καλεῖν ἐκέλευεν ἐκ τοῦ Καπιτωλίου καὶ γεραίρειν. καὶ Κίννας μὲν οὕτως ἔλεξεν, οἱ δὲ τὸ καθαρὸν τοῦ πλήθους οὐχ ὁρῶντες ἐπιμιγνύμενον αὑτοῖς οὐκ ἐκάλουν τοὺς ἄνδρας οὐδέ τι πλέον ἢ περὶ τῆς εἰρήνης μόνης αὖθις παρεκάλουν.

ἐπεὶ δὲ καὶ Δολοβέλλας, νέος ἀνὴρ καὶ περιώνυμος, ὑπατεύειν ὑπʼ αὐτοῦ Καίσαρος ἐς τὸ ἐπίλοιπον τοῦ ἔτους ᾑρημένος, ὅτε ὁ Καῖσαρ ἐξορμήσειε τῆς πόλεως, τὴν μὲν ὕπατον ἐσθῆτα ἠμφιέσατο καὶ τὰ σημεῖα τῆς ἀρχῆς περιεστήσατο, τὸν δὲ ταῦτά οἱ παρασχόντα δεύτερος ὅδε ἐλοιδόρει καὶ συνεγνωκέναι τοῖς ἐπʼ αὐτῷ βεβουλευμένοις ὑπεκρίνετο καὶ μόνης ἄκων τῆς χειρὸς ἀπολειφθῆναι ʽεἰσὶ δʼ οἳ καὶ λέγουσιν αὐτὸν εἰσηγήσασθαι τὴν ἡμέραν θέσθαι τῇ πόλει γενέθλιον̓, τότε δὴ καὶ οἱ μεμισθωμένοι ἀνεθάρρουν ὡς καὶ στρατηγοῦ καὶ ὑπάτου σφίσι συγγνωμόνων ὄντων καὶ τοὺς ἀμφὶ τὸν Κάσσιον ἐκ τοῦ ἱεροῦ κατεκάλουν. οἱ δὲ ἥδοντο μὲν τῷ Δολοβέλλᾳ καὶ ἐνόμιζον ἄνδρα νέον καὶ γνώριμον καὶ ὕπατον ἕξειν ἐς ἐναντίωσιν Ἀντωνίου, κατῄεσαν δὲ αὐτῶν μόνοι Κάσσιός τε καὶ Βροῦτος ὁ Μᾶρκος, ᾑμαγμένος τὴν χεῖρα· συγκατήνεγκαν γὰρ δὴ τὰς πληγὰς ἐπὶ τὸν Καίσαρα Κάσσιός τε καὶ Βροῦτος. ἐπεὶ δὲ παρῆλθον ἐς τὸ μέσον, οὐδὲν ταπεινὸν οὐδέτερος εἶπεν, ἀλλʼ ὡς ἐπὶ καλοῖς ὁμολογουμένοις ἀλλήλους ἐπῄνουν καὶ τὴν πόλιν ἐμακάριζον καὶ Δέκμῳ μάλιστα ἐμαρτύρουν, ὅτι τοὺς μονομάχους σφίσιν ἐν καιρῷ παράσχοι. τόν τε δῆμον ἐξώτρυνον ὅμοια τοῖς προγόνοις ἐργάσασθαι τοῖς καθελοῦσι τοὺς βασιλέας, οὐκ ἐκ βίας ἄρχοντας ὥσπερ ὁ Καῖσαρ, ἀλλʼ ᾑρημένους ὑπὸ νόμοις· Σέξστον τε Πομπήιον, τὸν Πομπηίου Μάγνου, τοῦ Καίσαρι περὶ τῆς δημοκρατίας πεπολεμηκότος, καλεῖν ἠξίουν, πολεμούμενον ἔτι πρὸς τῶν Καίσαρος στρατηγῶν ἐν Ἰβηρίᾳ, καὶ τοὺς δημάρχους Καισήτιον καὶ Μάρυλλον, οἳ τὴν ἀρχὴν ὑπὸ τοῦ Καίσαρος ἀφαιρεθέντες ἠλῶντο.

τοιάδε μὲν εἶπον οἱ περὶ τὸν Κάσσιον καὶ ἐπανῆλθον αὖθις ἐς τὸ Καπιτώλιον· οὐ γὰρ ἐθάρρουν πω τοῖς παροῦσι. τῶν δʼ οἰκείων σφίσι καὶ συγγενῶν τότε πρῶτον ἐς τὸ ἱερὸν ἐλθεῖν πρὸς αὐτοὺς δυνηθέντων ᾑρέθησαν οἱ πρεσβεύσοντες ὑπὲρ αὐτῶν ἐς Λέπιδόν τε καὶ Ἀντώνιον ὁμονοίας πέρι καὶ προνοίας τῆς ἐλευθερίας καὶ φειδοῦς τῶν ἐσομένων τῇ πατρίδι κακῶν, εἰ μὴ συμφρονοῖεν. καὶ ἐδέοντο οἱ πεμφθέντες, οὐκ ἐπαινοῦντες μὲν τὸ πεπραγμένον (οὐ γὰρ ἐθάρρουν ἐν φίλοις Καίσαρος), γενόμενον δʼ ἐνεγκεῖν ἀξιοῦντες ἐλέῳ τε τῶν δεδρακότων αὐτὸ οὐ κατὰ μῖσος, ἀλλʼ ἐπʼ εὐνοίᾳ τῆς πατρίδος καὶ οἴκτῳ τῆς πόλεως κεκενωμένης στάσεσιν ἤδη συνεχέσιν, εἰ καὶ τοὺς ὑπολοίπους ἀγαθοὺς ἄνδρας ἡ μέλλουσα στάσις διολέσει. οὐδὲ γὰρ ὅσιον, εἴ τις αὐτοῖς ἔστιν ἔχθρα πρὸς ἐνίους, ἐν τοῖς δημοσίοις κινδύνοις ἐξερίζειν, πολὺ δὲ μᾶλλον ἐν τοῖς κοινοῖς καὶ τὰ ἴδια καταθέσθαι ἤ, εἴ τις ἀνηκέστως ἔχει, τὰ ἴδια ἐν τῷ παρόντι ἀναθέσθαι.

Ἀντώνιος δὲ καὶ Λέπιδος ἐβούλοντο μὲν ἀμύνειν Καίσαρι, ὥς μοι προείρηται, εἴτε φιλίας ἕνεκα εἴτε τῶν ὀμωμοσμένων, εἴτε καὶ ἀρχῆς ὀρεγόμενοι καὶ νομίζοντες εὐμαρέστερα σφίσιν ἅπαντα ἔσεσθαι τοιῶνδε καὶ τοσῶνδε ἀνδρῶν ἀθρόως ἐκποδὼν γενομένων· τοὺς δὲ φίλους καὶ συγγενεῖς αὐτῶν ἐδεδοίκεσαν καὶ τὴν ἄλλην βουλὴν ἐπιρρέπουσαν ἐς ἐκείνους, Δέκμον τε μάλιστα, τῆς ὁμόρου Κελτικῆς ᾑρημένον ὑπὸ Καίσαρος ἄρχειν, στρατὸν πολὺν ἐχούσης. ἐδόκει δὴ καραδοκεῖν ἔτι τὰ γενησόμενα καὶ τεχνάζειν εἰ δύναιντο περισπάσαι πρὸς ἑαυτοὺς τὴν στρατιὰν τὴν Δέκμου, ἄθυμον ἤδη τοῖς ἀτρύτοις πόνοις γεγενημένην. οὕτω δὲ δόξαν αὐτοῖς ὁ Ἀντώνιος τοὺς εἰπόντας ἠμείψατο· “κατὰ μὲν ἔχθραν ἰδίαν οὐδὲν ἐργασόμεθα· ἕνεκα δὲ τοῦ μύσους καὶ ὧν Καίσαρι πάντες ὠμόσαμεν, φύλακες αὐτῷ τοῦ σώματος ἢ τιμωροὶ παθόντι τι ἔσεσθαι, εὔορκον ἦν τὸ ἄγος ἐξελαύνειν καὶ μετʼ ὀλιγωτέρων καθαρῶν βιοῦν μᾶλλον ἢ πάντας ἐνόχους ὄντας ταῖς ἀραῖς. ἀλλὰ διʼ ὑμᾶς οἷς οὕτω δοκεῖ, σκεψόμεθα μεθʼ ὑμῶν ἐν τῷ βουλευτηρίῳ καὶ νομιοῦμεν εὐαγὲς ἔσεσθαι τῇ πόλει, ὅ τι ἂν κοινῇ δοκιμάσητε.”

ὁ μὲν ἀσφαλῶς οὕτως ἀπεκρίνατο. οἱ δὲ χάριν τε ᾔδεσαν καὶ ἀπεχώρουν ἐν ἐλπίδι βεβαίῳ τὰ πάντα θέμενοι· τὴν γὰρ βουλὴν σφίσι συμπράξειν ἐς πάντα ἐπεποίθεσαν. ὁ δὲ Ἀντώνιος τὰς μὲν ἀρχὰς ἐκέλευσε νυκτοφυλακεῖν τὴν πόλιν, ἐκ διαστήματος ἐν μέσῳ προκαθημένας ὥσπερ ἐν ἡμέρᾳ· καὶ ἦσαν πυραὶ πανταχοῦ κατὰ τὸ ἄστυ καὶ διʼ αὐτῶν ἔθεον ἀνὰ τὴν νύκτα πᾶσαν ἐς τὰς τῶν βουλευτῶν οἰκίας οἱ τῶν ἀνδροφόνων οἰκεῖοι, παρακαλοῦντες ὑπὲρ αὐτῶν καὶ ὑπὲρ τῆς πατρίου πολιτείας· ἀντιπαρέθεον δὲ καὶ οἱ τῶν κληρούχων ἡγεμόνες ἀπειλοῦντες, εἰ μή τις αὐτοῖς φυλάξει τὰς κληρουχίας τάς τε ἤδη δεδομένας καὶ τὰς ἐπηγγελμένας. ἤδη δὲ καὶ τῶν ἀστῶν ὁ καθαρώτατος λεὼς ἀνεθάρρει, τὴν ὀλιγότητα τῶν δεδρακότων πυθόμενοι· καὶ ἐς μνήμην τοῦ Καίσαρος ὑπεφέροντο καὶ ταῖς γνώμαις διῃροῦντο. τῆς δʼ αὐτῆς νυκτὸς καὶ τὰ χρήματα τοῦ Καίσαρος καὶ τὰ ὑπομνήματα τῆς ἀρχῆς ἐς τὸν Ἀντώνιον μετεκομίζετο, εἴτε τῆς γυναικὸς αὐτὰ τῆς Καίσαρος ἐξ ἐπικινδύνου τότε οἰκίας ἐς ἀκινδυνοτέραν τὴν Ἀντωνίου μεταφερούσης, εἴτε τοῦ Ἀντωνίου κελεύσαντος.