Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ἡγοῦντο δὲ τῆς φάλαγγος Πομπηίῳ μὲν ὁ κηδεστὴς Σκιπίων ἐν μέσῳ καὶ ἐπὶ τοῦ λαιοῦ Δομίτιος, ἐπὶ δὲ τοῦ δεξιοῦ Λέντλος· Ἀφράνιος δὲ καὶ Πομπήιος τὸ στρατόπεδον ἐφύλαττον. Καίσαρι δʼ ἐστρατήγουν μὲν Σύλλας καὶ Ἀντώνιος καὶ Δομίτιος, αὐτὸς δʼ ἐπὶ τοῦ δεξιοῦ κέρως συνετάσσετο τῷ δεκάτῳ τέλει, καθάπερ ἦν ἔθος αὐτῷ. καὶ τοῦτʼ ἰδόντες οἱ πολέμιοι μετήγαγον ἐπʼ αὐτὸ τοὺς ἀρίστους τῶν ἱππέων, ἵνα πλέονες ὄντες, εἰ δυνηθεῖεν, κυκλώσαιντο. συνεὶς δὲ ὁ Καῖσαρ τρισχιλίους εὐτολμοτάτους πεζοὺς ἐνήδρευσεν, οἷς ἐκέλευσεν, ὅταν αἴσθωνται τοὺς πολεμίους περιθέοντας, ἀναπηδᾶν καὶ τὰ δόρατα ἐσπηδῶντας ἀνίσχειν ὀρθὰ ἐς τὰ πρόσωπα τῶν ἀνδρῶν· οὐ γὰρ οἴσειν ἀπείρους καὶ νέους, ὡραϊζομένους ἔτι, τὸν ἐς τὰ πρόσωπα κίνδυνον. οἱ μὲν δὴ τοιάδε κατʼ ἀλλήλων ἐμηχανῶντο καὶ περιῄεσαν ἑκάστους, καθιστάμενοί τε τὰ ἐπείγοντα καὶ ἐς εὐτολμίαν παρακαλοῦντες καὶ τὰ συνθήματα ἀναδιδόντες, ὁ μὲν Καῖσαρ Ἀφροδίτην νικηφόρον, ὁ δὲ Πομπήιος Ἡρακλέα ἀνίκητον.

ὡς δὲ σφίσιν ἕτοιμα πάντα ἦν, ἐπὶ πολὺ καὶ ὣς ἀνέμενον ἐν βαθείᾳ σιωπῇ, μέλλοντες ἔτι καὶ ὀκνοῦντες καὶ ἐς ἀλλήλους ἀποβλέποντες, ὁπότερος ἄρξει τῆς μάχης. τό τε γὰρ πλῆθος ᾤκτειρον, οὐδενός πω τοσοῦδε Ἰταλοῦ στρατοῦ ἐς ἕνα κίνδυνον συνελθόντος, καὶ τὴν ἀρετὴν ἐκκρίτων ὄντων ἑκατέρων ἠλέουν, καὶ μάλιστα, ὅτε ἴδοιεν Ἰταλοὺς Ἰταλοῖς συμφερομένους. ἐγγύς τε τοῦ κακοῦ γιγνομένοις αὐτοῖς ἡ μὲν ἐκκαίουσα καὶ τυφλοῦσα πάντας φιλοτιμία ἐσβέννυτο καὶ μετέβαλλεν ἐς δέος, ὁ δὲ λογισμὸς ἐκαθάρευε δοξοκοπίας καὶ τὸν κίνδυνον ἐμέτρει καὶ τὴν αἰτίαν, ὅτι περὶ πρωτείων δύο ἄνδρε ἐρίζοντε ἀλλήλοιν αὐτώ τε κινδυνεύετον ἀμφὶ τῇ σωτηρίᾳ, μηδʼ ἐσχάτω πάντων ἡττηθέντε ἔτι εἶναι, καὶ τοσόνδε πλῆθος ἀνδρῶν ἀγαθῶν διʼ αὐτούς. ἐσῄει δὲ σφᾶς, ὅτι φίλοι καὶ κηδεσταὶ τέως ὄντες καὶ πολλὰ συμπράξαντες ἀλλήλοις ἐς ἀξίωμα καὶ δύναμιν, ξίφη νῦν φέρουσι κατʼ ἀλλήλων καὶ τοὺς ὑποστρατευομένους ἐς ὁμοίας ἀθεμιστίας ἄγουσιν, ὁμοεθνεῖς τε ὄντας ἀλλήλοις καὶ πολίτας καὶ φυλέτας καὶ συγγενεῖς, ἐνίους δὲ καὶ ἀδελφούς· οὐδὲ γὰρ ταῦτα ἐνέλειπεν ἐκείνῃ τῇ μάχῃ, ἀλλʼ ὡς ἐν τοσαῖσδε μυριάσιν ἐξ ἑνὸς ἔθνους ἐπʼ ἀλλήλας ἰούσαις πολλὰ τὰ παράδοξα συνέπιπτεν. ὧν ἐνθυμούμενος ἑκάτερος μετανοίας τε οὐ δυνατῆς ἔτι ἐν τῷ παρόντι ἐνεπίμπλατο καὶ ὡς ἐσόμενος ἐκείνῃ τῇ ἡμέρᾳ τῶν ἐπὶ γῆς ἢ πρῶτος ἢ τελευταῖος ὤκνει τοσῆσδε ἀμφιβολίας ἄρξαι. καί φασιν αὐτῶν ἑκάτερον καὶ δακρῦσαι.

μέλλουσι δʼ ἔτι καὶ ἐς ἀλλήλους ἀποβλέπουσιν ἡ ἡμέρα προύκοπτε. καὶ τὸ μὲν Ἰταλικὸν ἅπαν εὐσταθῶς ἐφʼ ἡσυχίας ἀκριβοῦς ἀνέμενε· τὸ δὲ συμμαχικὸν ὁ Πομπήιος αὑτοῦ ταρασσόμενον ὁρῶν ὑπὸ τῆς μελλήσεως καὶ δείσας, μὴ πρὸ τοῦ ἀγῶνος ἀταξίας κατάρξειεν, ὑπεσήμαινε πρῶτος, καὶ ἀντήχησε Καῖσαρ, αὐτίκα δʼ αἵ τε σάλπιγγες αὐτοὺς ἐξώτρυνον ὀρθίοις κλαγγαῖς ὡς ἐν τοσῷδε πλήθει πολλαὶ κατὰ μέρη, καὶ οἱ κήρυκες καὶ οἱ ἐπιστάται περιθέοντες ἤπειγον. οἱ δὲ σοβαρῶς ἀλλήλοις ἐπῄεσαν μετά τε θάμβους καὶ σιωπῆς βαθυτάτης ὡς πολλῶν ἀγώνων τοιῶνδε ἐμπειροπόλεμοι. πλησιάζουσι δʼ αὐτοῖς ἤδη τόξα καὶ λίθοι πρῶτον ἦν καὶ τῶν ἱππέων βραχὺ τὰ πεζὰ προλαβόντων πεῖραί τε καὶ ἐπελάσεις ἐπʼ ἀλλήλους. καὶ προύχοντες οἱ τοῦ Πομπηίου τὸ δέκατον τέλος ἐκυκλοῦντο. Καίσαρος δὲ τὸ σημεῖον τοῖς ἐφεδρεύουσιν ἄραντος, οἱ μὲν ἐξαναστάντες ἐς τοὺς ἵππους ἐχώρουν, ὀρθοῖς ἄνω τοῖς δόρασιν ἐς τὰ πρόσωπα τύπτοντες τοὺς ἐπικαθημένους, οἱ δʼ οὐκ ἐνεγκόντες αὐτῶν οὔτε τὴν ἀπόνοιαν οὔτε τὰς ἐπὶ στόμα καὶ κατʼ ὀφθαλμοὺς πληγὰς ἔφευγον ἀκόσμως. καὶ τὸ ἐνταῦθα πεζὸν εὐθὺς ἱππέων ἔρημον γενόμενον ἐκυκλοῦντο οἱ τοῦ Καίσαρος ἱππέες, αὐτοὶ δείσαντες περικύκλωσιν.

Πομπήιος δὲ πυθόμενος ἐκέλευε τοῖς πεζοῖς μήτʼ ἐπεκθεῖν ἔτι μήτʼ ἐκτρέχειν ἐκ τῆς φάλαγγος μηδʼ ἀκοντίζειν, ἀλλʼ ἐν προβολῇ διαστάντας ἀμύνεσθαι διὰ χειρὸς τοῖς δόρασι τοὺς ἐπιόντας. καὶ τόδε τινὲς αὐτοῦ τὸ στρατήγημα ἐπαινοῦσιν ὡς ἄριστον ἐν περικυκλώσει, ὁ δὲ Καῖσαρ ἐν ταῖς ἐπιστολαῖς καταμέμφεται· τάς τε γὰρ πληγὰς ὑπὸ τῆς βολῆς εὐτονωτέρας γίνεσθαι καὶ τοὺς ἄνδρας ὑπὸ τοῦ δρόμου προθυμοτέρους· ἑστῶτας δʼ ἀποψύχεσθαί τε καὶ τοῖς ἐπιθέουσιν εὐβλήτους διʼ ἀτρεμίαν οἷα σκοποὺς εἶναι. ὃ καὶ τότε γενέσθαι· τὸ γὰρ δέκατον τέλος σὺν αὑτῷ περιδραμεῖν τὰ λαιὰ τοῦ Πομπηίου ἔρημα ἱππέων γενόμενα καὶ πανταχόθεν ἀτρεμοῦντας ἐς τὰ πλευρὰ ἐσακοντίζειν, μέχρι θορυβουμένοις ἐμπεσόντας βίᾳ τρέψασθαι καὶ τῆς νίκης κατάρξαι. κατὰ δὲ τὸ ἄλλο πλῆθος ἦν ἔτι τραυμάτων καὶ φόνων ἔργα πολλὰ καὶ ποικίλα· βοὴ δὲ οὐδεμία ἐκ τοσῆσδε φάλαγγος τοιάδε δρώσης οὐδʼ οἰμωγαὶ τῶν ἀναιρουμένων ἢ πλησσομένων, ἀλλὰ βρυχήματα μόνα καὶ στόνοι πιπτόντων, ἔνθα συνετάχθησαν, εὐσχημόνως. οἱ σύμμαχοι δέ, καθάπερ ἀγῶνα πολέμου θεώμενοι, κατεπλήσσοντο τὴν εὐταξίαν καὶ οὔτε ἐς τὰς σκηνὰς τοῦ Καίσαρος ἐτόλμων ὑπὸ θαύματος, ὀλίγων αὐτὰς καὶ πρεσβυτέρων ἀνδρῶν φυλασσόντων, περιδραμεῖν οὔτε τι ἄλλο ἢ ἑστῶτες ἐθάμβουν.

ὡς δὲ ἐνέδωκε τὸ λαιὸν τοῦ Πομπηίου, αὐτοὶ μὲν καὶ τότε βάδην ὑπεχώρουν ἅμα καὶ συνεπλέκοντο, οἱ δὲ σύμμαχοι προτροπάδην ἔφευγον ἄπρακτοι, βοῶντες· “ἡσσήμεθα.” καὶ τὰς σκηνὰς σφῶν αὐτοὶ καὶ τὰ χαρακώματα ὡς ἀλλότρια προλαβόντες διέσπων καὶ διήρπαζον ἐς τὴν φυγὴν ὅ τι δύναιντο ἐπάγεσθαι. ἤδη δὲ καὶ τὸ ἄλλο τῶν Ἰταλῶν ὁπλιτικὸν τῆς ἐπὶ τάδε ἥσσης αἰσθανόμενον ὑπεχώρει κατὰ πόδα, πρῶτον ἐν κόσμῳ καὶ ἔτι ἐκ τῶν δυνατῶν ἀμυνόμενοι· ἐπικειμένων δʼ αὐτοῖς ὡς ἐν εὐπραξίᾳ τῶν πολεμίων ἐστράφησαν ἐς φυγήν. καὶ ὁ Καῖσαρ εὐμηχάνως δὴ τότε μάλιστα, ἵνα μὴ συνέλθοιεν αὖθις μηδὲ τὸ ἔργον γένοιτο μάχης μιᾶς, ἀλλὰ παντὸς τοῦ πολέμου, κήρυκας ἐς τὰς τάξεις πανταχοῦ περιέπεμπεν, οἳ τοῖς νικῶσιν ἐκέλευον ἀψαυστεῖν τῶν ὁμοεθνῶν, ἐπὶ δὲ τοὺς συμμάχους μόνους χωρεῖν. καὶ τοῖς ἡττωμένοις προσεπέλαζον παραινοῦντες ἀδεῶς ἑστάναι. ἀνήρ τε παρʼ ἀνδρὸς ἐκμανθάνων τὸ κήρυγμα εἱστήκει· καὶ σύμβολον ἤδη τοῦτο τῶν Πομπηίου στρατιωτῶν ἦν, τὸ ἀδεῶς ἑστάναι, τὰ ἄλλα ὡς Ἰταλῶν ὁμοιοτρόπως ἐσκευασμένων τε καὶ φωνὴν ὁμοίαν ἀφιέντων. διεκθέοντες δʼ αὐτοὺς οἱ τοῦ Καίσαρος τοὺς συμμάχους οὐ δυναμένους ἀντέχειν ἀνῄρουν· καὶ ὁ πλεῖστος ἐνταῦθα ἐγίγνετο φόνος.

Πομπήιος δʼ ἐπεὶ τὴν τροπὴν εἶδεν, ἔκφρων αὑτοῦ γενόμενος ἀπῄει βάδην ἐς τὸ στρατόπεδον καὶ παρελθὼν ἐς τὴν σκηνὴν ἐκαθέζετο ἄναυδος, οἷόν τι καὶ τὸν Τελαμῶνος Αἴαντά φασιν ἐν Ἰλίῳ παθεῖν, ἐν μέσοις πολεμίοις ὑπὸ θεοβλαβείας. τῶν δʼ ἄλλων ὀλίγοι πάνυ ἐσῄεσαν ἐς τὸ στρατόπεδον· τὸ γὰρ κήρυγμα τοῦ Καίσαρος ἑστάναι τε ἀκινδύνως ἐποίει, καὶ παραδραμόντων τῶν πολεμίων διεσκίδνη κατὰ μέρος. ληγούσης δὲ τῆς ἡμέρας ὁ Καῖσαρ τὸν στρατὸν ἀσχέτως που περιθέων ἱκέτευε προσπονῆσαι, μέχρι καὶ τὸν χάρακα τοῦ Πομπηίου λάβοιεν, ἐκδιδάσκων, ὅτι, εἰ συσταῖεν αὖθις οἱ πολέμιοι, μίαν ἡμέραν ἔσονται νενικηκότες, εἰ δὲ τὸ στρατόπεδον αὐτῶν ἕλοιεν, τὸν πόλεμον ἑνὶ τῷδε ἔργῳ κατωρθωκότες ἂν εἶεν. τάς τε οὖν χεῖρας αὐτοῖς ὤρεγε καὶ πρῶτος ἐξῆρχε δρόμου. τοῖς δὲ τὰ μὲν σώματα ἔκαμνε, τὴν δὲ ψυχὴν ὅ τε λογισμὸς καὶ ὁ αὐτοκράτωρ συντρέχων ἐκούφιζεν. ᾐώρει δὲ καὶ ἡ τῶν γεγονότων εὐπραξία καὶ ἐλπίς, ὅτι καὶ τὸν χάρακα αἱρήσουσι καὶ πολλὰ τὰ ἐν αὐτῷ· ἥκιστα δʼ ἐν ἐλπίσιν ἢ εὐτυχίαις ἄνθρωποι καμάτων αἰσθάνονται. οἱ μὲν δὴ καὶ τῷδε προσπεσόντες ἐπεχείρουν σὺν πολλῇ πρὸς τοὺς ἀπομαχομένους καταφρονήσει, ὁ δὲ Πομπήιος μαθὼν ἐξ ἀλλοκότου σιωπῆς τοσοῦτον ἀπέρρηξεν· “οὐκοῦν καὶ ἐπὶ τὸν χάρακα ἡμῶν;” καὶ εἰπὼν τήν τε στολὴν ἐνήλλαξε καὶ ἵππου ἐπιβὰς σὺν φίλοις τέσσαρσιν οὐκ ἀνέσχε δρόμου, πρὶν ἀρχομένης ἡμέρας ἐν Λαρίσσῃ γενέσθαι. ὁ δὲ Καῖσαρ, ὡς ἐπηπείλησε παρατάσσων, ἐν τῷ Πομπηίου χάρακι ἐστάθμευσε, καὶ αὐτός τε τὴν ἐκείνου βρώμην καὶ ὁ στρατὸς ἅπας τὴν τῶν πολεμίων ἐδαίσαντο.

ἀπέθανον δὲ ἑκατέρων, τῶν γε Ἰταλῶν (οὐ γὰρ δὴ τῶν γε συμμάχων οὐδʼ ἐξαρίθμησις ἐγένετο ὑπὸ πλήθους καὶ καταφρονήσεως) ἐκ μὲν τοῦ Καίσαρος στρατοῦ τριάκοντα λοχαγοὶ καὶ ὁπλῖται διακόσιοι, ἤ, ὡς ἑτέροις δοκεῖ, χίλιοι καὶ διακόσιοι, ἐκ δὲ τῶν Πομπηίου βουλευταὶ μὲν δέκα, ὧν ἦν καὶ Λεύκιος Δομίτιος, ὁ αὐτῷ Καίσαρι πεμφθεὶς ἐπὶ τὴν Γαλατίαν διάδοχος, τῶν δὲ καλουμένων ἱππέων ἀμφὶ τεσσαράκοντα τῶν ἐπιφανῶν· ἐκ δὲ τῆς ἄλλης στρατιᾶς οἱ μὲν ἐπαίροντές φασι δισμυρίους ἐπὶ πεντακισχιλίοις, Ἀσίνιος δὲ Πολλίων, ὑπὸ Καίσαρι τῇς μάχης ἐκείνης στρατηγῶν, ἑξακισχιλίους ἀναγράφει νεκροὺς εὑρεθῆναι τῶν Πομπηίου.

τοῦτο τέλος ἦν τῆς ἀοιδίμου περὶ Φάρσαλον μάχης. ἀριστεῖα δʼ ὁ μὲν Καῖσαρ αὐτὸς καὶ πρῶτα καὶ δεύτερα ἐκ πάντων ἐφέρετο, ὁμολογούμενος ἀριστεῦσαι, καὶ σὺν αὐτῷ τὸ τέλος τὸ δέκατον· τὰ δὲ τρίτα Κρασσίνιος λοχαγός, ὃν Καῖσαρ μὲν ἐξιὼν ἐπὶ τὴν μάχην ἤρετο, ὅ τι προσδοκῴη, ὁ δὲ λαμπρῶς ἀνεβόησε· “νικήσομεν, ὦ Καῖσαρ, κἀμὲ τήμερον ἢ ζῶντα ἢ νεκρὸν ἀποδέξῃ·” ἡ στρατιὰ δʼ ἐμαρτύρει καθάπερ ἔνθουν ἐς ἑκάστην τάξιν μεταθέοντα πολλὰ καὶ λαμπρὰ δρᾶσαι. ἐπεὶ δὲ ζητούμενος ἐν τοῖς νεκροῖς εὑρέθη, τὰ ἀριστεῖα ὁ Καῖσαρ αὐτῷ περιέθηκε καὶ συνέθαψε καὶ τάφον ἐξαίρετον ἀνέστησεν ἐγγὺς τοῦ πολυανδρίου.

ὁ δὲ Πομπήιος ἐκ Λαρίσσης ὁμοίῳ δρόμῳ μέχρι θαλάσσης ἐπειχθεὶς σκάφους ἐπέβη σμικροῦ καὶ νεὼς παραπλεούσης ἐπιτυχὼν ἐς Μιτυλήνην διέπλευσεν· ὅθεν τὴν γυναῖκα Κορνηλίαν ἀναλαβὼν καὶ τριήρων τεσσάρων ἐπιβάς, αἳ αὐτῷ παρά τε Ῥοδίων καὶ Τυρίων ἀφίκοντο, Κερκύρας μὲν καὶ τότε καὶ Λιβύης ὑπερεῖδεν, ἔνθα αὐτῷ στρατὸς ἦν ἄλλος πολὺς καὶ ναυτικὸν ἀκραιφνές, ἐπὶ δὲ τὴν ἕω φερόμενος ἐπὶ τὸν Παρθυαῖον ὡς διʼ ἐκείνου πάντα ἀναληψόμενος τὸ ἐνθύμημα ἐπέκρυπτε, μέχρι περὶ τὴν Κιλικίαν μόλις ἐξέφερε τοῖς φίλοις. οἱ δὲ αὐτὸν ἠξίουν φυλάσσεσθαι τὸν Παρθυαῖον, ἐπιβεβουλευμένον τε ἔναγχος ὑπὸ Κράσσου καὶ θυμούμενον ἔτι τῇ Κράσσου συμφορᾷ, μηδʼ ἐς ἀκρατεῖς βαρβάρους ἄγειν εὐπρεπῆ γυναῖκα Κορνηλίαν, Κράσσου μάλιστα γεγενημένην. δεύτερα δʼ αὐτοῦ προθέντος περί τε Αἰγύπτου καὶ Ἰόβα, Ἰόβα μὲν ὑπερεώρων ὡς ἀδόξου, ἐς δὲ τὴν Αἴγυπτον αὐτῷ συνεφρόνουν, ἐγγύς τε οὖσαν καὶ μεγάλην ἀρχήν, ἔτι δὲ καὶ εὐδαίμονα καὶ δυνατὴν ναυσὶ καὶ σίτῳ καὶ χρήμασι· τούς τε βασιλεύοντας αὐτῆς, εἰ καὶ παῖδές εἰσι, πατρικοὺς εἶναι τῷ Πομπηίῳ φίλους.

ὁ μὲν δὴ διὰ τάδε ἐς τὴν Αἴγυπτον ἔπλει· ἄρτι δʼ ἐκπεσούσης ἀπʼ Αἰγύπτου Κλεοπάτρας, ἣ τῷ ἀδελφῷ συνῆρχε, καὶ στρατὸν ἀμφὶ τὴν Συρίαν ἀγειρούσης, Πτολεμαῖος ὁ τῆς Κλεοπάτρας ἀδελφὸς ἀμφὶ τὸ Κάσσιον τῆς Αἰγύπτου ταῖς Κλεοπάτρας ἐσβολαῖς ἐφήδρευε, καί πως κατὰ δαίμονα ἐς τὸ Κάσσιον τὸ πνεῦμα τὸν Πομπήιον κατέφερε. θεασάμενος δὲ στρατὸν ἐπὶ τῆς γῆς πολὺν ἔστησε τὸν πλοῦν καὶ εἴκασεν, ὅπερ ἦν, παρεῖναι τὸν βασιλέα. πέμψας τε ἔφραζε περὶ ἑαυτοῦ καὶ τῆς τοῦ πατρὸς φιλίας. ὁ δὲ ἦν μὲν περὶ τρισκαίδεκα ἔτη μάλιστα γεγονώς, ἐπετρόπευον δʼ αὐτῷ τὴν μὲν στρατιὰν Ἀχιλλᾶς, τὰ δὲ χρήματα Ποθεινὸς εὐνοῦχος· οἳ βουλὴν προυτίθεντο περὶ τοῦ Πομπηίου. καὶ παρὼν ὁ Σάμιος Θεόδοτος ὁ ῥήτωρ, διδάσκαλος ὢν τοῦ παιδός, ἀθέμιστον εἰσηγεῖτο ἔργον, ἐνεδρεῦσαι καὶ κτεῖναι Πομπήιον ὡς χαριουμένους Καίσαρι. κυρωθείσης δὲ τῆς γνώμης σκάφος εὐτελὲς ἐπʼ αὐτὸν ἐπέμπετο, ὡς τῆς θαλάσσης οὔσης ἁλιτενοῦς καὶ μεγάλαις ναυσὶν οὐκ εὐχεροῦς, ὑπηρέται τέ τινες τῶν βασιλικῶν ἐνέβαινον ἐς τὸ σκάφος. καὶ Σεμπρώνιος, ἀνὴρ Ῥωμαῖος τότε μὲν τῷ βασιλεῖ, πάλαι δὲ αὐτῷ Πομπηίῳ στρατευσάμενος, δεξιὰν ἔφερε παρὰ τοῦ βασιλέως τῷ Πομπηίῳ καὶ ἐκέλευεν ὡς ἐς φίλον τὸν παῖδα διαπλεῦσαι. ἅμα δὲ ταῦτʼ ἐγίγνετο, καὶ ὁ στρατὸς ὥσπερ ἐπὶ τιμῇ τοῦ Πομπηίου παρὰ τὸν αἰγιαλὸν ἐξετάσσετο ἅπας, καὶ ὁ βασιλεὺς ἐν μέσῳ τῇ φοινικίδι κατάδηλος ἦν περικειμένῃ.

ὁ δὲ Πομπήιος ὑπώπτευε μὲν ἅπαντα, καὶ τὴν παράταξιν τοῦ στρατοῦ καὶ τὴν τοῦ σκάφους εὐτέλειαν καὶ τὸ μὴ τὸν βασιλέα αὐτόν οἱ παραγενέσθαι μηδὲ τῶν ἐπιφανῶν τινας πέμψαι· τοσοῦτο δʼ ἐκ τῶν Σοφοκλέους ἰαμβείων πρὸς ἑαυτὸν ἀνενεγκών· “ὅστις γὰρ ὡς τύραννον ἐμπορεύεται, κείνου ʼστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ,” ἐνέβαινεν ἐς τὸ σκάφος. καὶ ἐν τῷ διάπλῳ σιωπώντων ἁπάντων ἔτι μᾶλλον ὑπώπτευε· καὶ τὸν Σεμπρώνιον εἴτε ἐπιγινώσκων Ῥωμαῖον ὄντα καὶ ἐστρατευμένον ἑαυτῷ, εἴτε τοπάζων ἐκ τοῦ μόνον ἑστάναι, κατὰ δὴ τὴν στρατιωτικὴν ἄρα διδασκαλίαν οὐ συνεδρεύοντα αὐτοκράτορι, ἐπιστραφεὶς ἐς αὐτὸν εἶπεν· “ἆρά σε γινώσκω, συστρατιῶτα;” καὶ ὃς αὐτίκα μὲν ἐπένευσεν, ἀποστραφέντα δʼ εὐθὺς ἐπάταξε πρῶτος, εἶθʼ ἕτεροι. καὶ τὸ μὲν γύναιον τοῦ Πομπηίου καὶ οἱ φίλοι ταῦτα μακρόθεν ὁρῶντες ἀνῴμωζόν τε καὶ χεῖρας ἐς θεοὺς ἐκδίκους σπονδῶν ἀνίσχοντες ἀπέπλεον τάχιστα ὡς ἐκ πολεμίας.