Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

στρατιὰ δʼ ἦν, ὡς ἐμοὶ δοκεῖ, πολλῶν ἀμφίλογα εἰπόντων ἑπομένῳ μάλιστα Ῥωμαίων τοῖς τὰ πιθανώτατα γράφουσι περὶ τῶν ἐξ Ἰταλίας ἀνδρῶν, οἷς δὴ καὶ μάλιστα θαρροῦντες τὰ συμμαχικὰ οὐκ ἀκριβοῦσιν οὐδὲ ἀναγράφουσιν ὡς ἀλλότρια καὶ ὀλίγην ἐν αὐτοῖς εἰς προσθήκην χώραν ἔχοντα, Καίσαρι μὲν ἐς δισχιλίους ἐπὶ δισμυρίοις, καὶ τούτων ἱππέες ἦσαν ἀμφὶ τοὺς χιλίους, Πομπηίῳ δὲ ὑπὲρ τὸ διπλάσιον, καὶ τούτων ἱππέες ἐς ἑπτακισχιλίους. ὧδε μὲν τοῖς τὰ πιθανώτατα λέγουσι δοκεῖ μυριάδας ἑπτὰ ἀνδρῶν Ἰταλῶν συμπεσεῖν ἀλλήλοις ἐς μάχην· οἱ δʼ ὀλιγωτέρους ἑξακισμυρίων φασίν, οἱ δʼ ὑπερεπαίροντες τεσσαράκοντα μυριάδας γενέσθαι λέγουσι. καὶ τούτων οἱ μὲν ἡμιόλιον, οἱ δὲ ἐκ τριῶν νομίζουσιν ἀμφὶ τὰ δύο τῷ Πομπηίῳ γενέσθαι μέρη. τοσάδε μὲν ἀμφιγνοοῦσι περὶ τοῦ ἀκριβοῦς· ὅπως δʼ οὖν εἶχε, τοῖσδε μάλιστα τοῖς ἐξ Ἰταλίας ἑκάτερος αὐτῶν ἐθάρρει. τὸ δὲ συμμαχικὸν ἦν Καίσαρι μὲν ἱππέες τε Κελτοὶ --- καὶ Κελτῶν τῶν ὑπὲρ Ἄλπεις ἀριθμὸς ἄλλος· Ἑλλήνων δʼ ἐπέλταζον αὐτῷ Δόλοπες, Ἀκαρνᾶνες, Αἰτωλοί. τοσοίδε μὲν τῷ Καίσαρι συνεμάχουν, Πομπηίῳ δὲ πάντα τὰ ἑῷα ἔθνη κατὰ πλῆθος, οἱ μὲν ἐξ ἵππων, οἱ δὲ πεζοί, ἀπὸ μὲν τῆς Ἑλλάδος Λάκωνες ὑπὸ τοῖς ἰδίοις βασιλεῦσι τασσόμενοι, καὶ ἡ ἄλλη Πελοπόννησος καὶ Βοιωτοὶ μετʼ αὐτῶν. ἐστράτευον δὲ καὶ Ἀθηναῖοι, κηρυξάντων μὲν αὐτοὺς ἑκατέρων μὴ ἀδικεῖν τὸν στρατὸν ὡς ἱεροὺς τῶν Θεσμοφόρων, πρὸς δὲ τὴν δόξαν ἄρα τοῦ πολέμου τραπέντες ὡς ὑπὲρ τῆς Ῥωμαίων ἡγεμονίας ἀγωνιούμενοι.

ἐπὶ δὲ τοῖς Ἕλλησιν ὀλίγου πάντες, ὅσοι περιιόντι τὴν ἐν κύκλῳ θάλασσαν ἐπὶ τὴν ἕω, Θρᾷκές τε καὶ Ἑλλησπόντιοι καὶ Βιθυνοὶ καὶ Φρύγες καὶ Ἴωνες, Λυδοί τε καὶ Παμφύλιοι καὶ Πισίδαι καὶ Παφλαγόνες, καὶ Κιλικία καὶ Συρία καὶ Φοινίκη καὶ τὸ Ἑβραίων γένος καὶ Ἄραβες οἱ τούτων ἐχόμενοι Κύπριοί τε καὶ Ῥόδιοι καὶ Κρῆτες σφενδονῆται καὶ ὅσοι ἄλλοι νησιῶται. παρῆσαν δὲ καὶ βασιλέες καὶ δυνάσται στρατὸν ἄγοντες, Δηιόταρος μὲν τετράρχης Γαλατῶν τῶν ἑῴων, Ἀριαράθης δὲ Καππαδοκῶν βασιλεύς. Ἀρμενίους δὲ ἦγε τοὺς ἐντὸς Εὐφράτου στρατηγὸς Ταξίλης καὶ Ἀρμενίους τοὺς ὑπὲρ Εὐφράτην Μεγαβάτης, ὕπαρχος Ἀρταπάτου βασιλέως· ἄλλοι τε μικροὶ δυνάσται συνεπελαμβάνοντο τοῦ πόνου. λέγονται· δὲ καὶ ἀπʼ Αἰγύπτου νῆες ἑξήκοντα αὐτῷ παραγενέσθαι παρὰ τῶν Αἰγύπτου βασιλέων, Κλεοπάτρας τε καὶ τοῦ ἀδελφοῦ, παιδὸς ἔτι ὄντος. ἀλλʼ αἵδε μὲν οὐ συνεμάχησαν· οὐδὲ γὰρ τὸ ἄλλο ναυτικόν, ἀλλʼ ἐπὶ ἀργίας ἐν Κερκύρᾳ κατέμενε. καὶ δοκεῖ Πομπήιος τόδε μάλιστα ἀφρόνως ἐργάσασθαι, τῶν μὲν νεῶν καταφρονήσας, αἷς δὴ πολὺ προύχων ἐδύνατο πανταχοῦ τὴν ἐπακτὸν ἀγορὰν τοὺς πολεμίους ἀφαιρεῖσθαι, ἐν δὲ ἀγῶνι πεζῷ συνενεχθεὶς ἀνδράσιν ἐκ πόνου πολλοῦ μεγαλαύχοις τε καὶ θηριώδεσιν ἐς μάχας γενομένοις. ἀλλʼ αὐτὸν αὐτοὺς φυλαξάμενον περὶ Δυρράχιον θεοβλάβεια δοκεῖ παραγαγεῖν, ἐν καιρῷ μάλιστα δὴ πάντων ἥδε τῷ Καίσαρι γενομένη· διὰ γὰρ αὐτὴν ὁ στρατὸς ὁ τοῦ Πομπηίου κουφόνως μάλα ἐπήρθη, καὶ τοῦ στρατηγοῦ σφῶν κατεκράτησαν καὶ ἐς τὸ ἔργον ἀπειροπολέμως ἐτράποντο.

ἀλλὰ τάδε μὲν ᾠκονόμει θεὸς ἐς ἀρχὴν τῆσδε τῆς νῦν ἐπεχούσης τὰ πάντα ἡγεμονίας· τότε δʼ αὐτῶν τὴν στρατιὰν ἑκάτερος συναγαγὼν ἐπώτρυνε, Πομπήιος μὲν τοιάδε λέγων· “ὑμεῖς, ὦ συστρατιῶται, στρατηγεῖτε τοῦ πόνου μᾶλλον ἢ στρατηγεῖσθε· αὐτοὶ γὰρ ἐμοῦ τὰ Καίσαρος ἐκτρύχειν ἔτι βουλομένου τὸν ἀγῶνα τόνδε προυκαλέσασθε. ὡς οὖν ἀγωνοθέται τῆς μάχης χρήσασθε μὲν ὡς ἐλάττοσι πολὺ πλείονες, καταφρονεῖτε δὲ ὡς ἡττημένων νενικηκότες καὶ γερόντων νέοι καὶ πολλὰ κεκμηκότων ἀκμῆτες ἄνδρες, οἷς ὑπάρχει δύναμις τοσήδε καὶ παρασκευὴ καὶ τὸ συνειδὸς αὐτὸ τῆς αἰτίας· ὑπὲρ γὰρ ἐλευθερίας καὶ πατρίδος ἀγωνιζόμεθα μετὰ νόμων καὶ δόξης ἀγαθῆς καὶ τοσῶνδε ἀνδρῶν, τῶν μὲν ἀπὸ βουλῆς, τῶν δʼ ἱππέων, πρὸς ἄνδρα ἕνα λῃστεύοντα τὴν ἡγεμονίαν. ἴτε οὖν, ὡς ἠξιοῦτε, μετʼ ἀγαθῆς ἐλπίδος, ἐν ὄψει τιθέμενοι τήν τε φυγὴν αὐτῶν τὴν περὶ τὸ Δυρράχιον γενομένην καὶ ὅσα σημεῖα μιᾶς ἡμέρας κρατοῦντες αὐτῶν ἐλάβομεν.”

ὁ μὲν δὴ Πομπήιος ὧδε ἔλεγεν, ὁ δὲ Καῖσαρ τοῖς ἰδίοις τοιάδε·

“τὰ μὲν δυσχερέστερα ἤδη νενικήκαμεν, ὦ φίλοι· ἀντὶ γὰρ λιμοῦ καὶ ἀπορίας ἀνδράσι μαχούμεθα· ἥδε δὲ ἡ ἡμέρα κρινεῖ πάντα. μέμνησθέ μοι τῆς περὶ τὸ Δυρράχιον ἐπαγγελίας καὶ ὧν ἐφορῶντος ἐμοῦ συνώμνυσθε ἀλλήλοις, μὴ νικῶντες οὐδʼ ἐπανήξειν. οἵδε εἰσίν, ὦ ἄνδρες, ἐφʼ οὓς ἐξ Ἡρακλείων στηλῶν ἤλθομεν· οἵδε οἱ περιφυγόντες ἡμᾶς ἐξ Ἰταλίας, οἳ τοὺς δέκα ἔτεσιν ἀθλοῦντας ἡμᾶς καὶ πολέμους τοσούσδε καὶ νίκας δυσαριθμήτους ἀνύσαντας καὶ Ἰβήρων καὶ Κελτῶν καὶ Βρεττανῶν ἔθνη τετρακόσια περιποιήσαντας τῇ πατρίδι διέλυον ἀγεράστους ἄνευ θριάμβου τε καὶ δωρεᾶς, καὶ οὐδʼ ἐς τὰ δίκαια αὐτοὺς ἐγὼ προκαλούμενος ἔπειθον οὐδὲ χάρισιν ἐξήνυον. ἴστε, οὓς μεθῆκα ἀπαθεῖς, ἐλπίσας ἡμῖν τι παρʼ αὐτῶν ἔσεσθαι δίκαιον. τῶνδε οὖν μοι τήμερον ἀθρόον ἀνενέγκατε καὶ τῆς ἐμῆς πρὸς ὑμᾶς, εἴ τι σύνιστέ μοι, κηδεμονίας ἢ πίστεως ἢ δωρεῶν μεγαλοφροσύνης.

ἔστι δὲ οὐ δυσχερὲς νεοστρατεύτων καὶ ἀπειροπολέμων ἔτι πολυπόνους ἀγωνιστὰς περιγενέσθαι, ἄλλως τε καὶ μειρακιωδῶς ἐς ἀταξίαν καὶ δυσπείθειαν τοῦ στρατηγοῦ τραπέντων, ὃν ἐγὼ πυνθάνομαι δεδιότα καὶ ἄκοντα χωρεῖν ἐπὶ τὸ ἔργον, τύχῃ τε παρακμάζοντα ἤδη καὶ νωθῆ καὶ βραδὺν ἐς ἅπαντα γεγενημένον καὶ οὐδὲ στρατηγοῦντα ἔτι μᾶλλον ἢ στρατηγούμενον. καὶ τάδε μοι περὶ μόνων ἐστὶ τῶν Ἰταλῶν, ἐπεὶ τῶν γε συμμάχων μηδὲ φροντίζετε μηδʼ ἐν λόγῳ τίθεσθε μηδὲ μάχεσθε ὅλως ἐκείνοις. ἀνδράποδα ταῦτʼ ἐστὶ Σύρια καὶ Φρύγια καὶ Λύδια, φεύγειν αἰεὶ καὶ δουλεύειν ἕτοιμα· οἷς ἐγὼ σαφῶς οἶδα, καὶ ὑμεῖς δὲ αὐτίκα ὄψεσθε, οὐδὲ Πομπήιον αὐτὸν τάξιν ἐγγυῶντα πολέμου. ἔχεσθε οὖν μοι τῶν Ἰταλῶν μόνων, κἂν οἱ σύμμαχοι δίκην κυνῶν περιθέωσιν ὑμᾶς καὶ θορυβοποιῶσι. τρεψάμενοι δʼ αὐτοὺς τῶνδε μὲν ὡς συγγενῶν φειδώμεθα, τοὺς δὲ συμμάχους ἐς τὴν τῶνδε κατάπληξιν ἐξεργάσασθε. πρὸ δὲ πάντων, ὡς ἂν εἰδείην ὑμᾶς ἔγωγε ὧν συνετίθεσθε μεμνημένους τε καὶ νίκην πάντως ἢ θάνατον αἱρουμένους, καθέλετέ μοι προϊόντες ἐπὶ τὴν μάχην τὰ τείχη τὰ σφέτερα αὐτῶν καὶ τὴν τάφρον ἐγχώσατε, ἵνα μηδὲν ἔχωμεν, ἂν μὴ κρατῶμεν, ἴδωσι δʼ ἡμᾶς ἀσταθμεύτους οἱ πολέμιοι καὶ συνῶσιν, ὅτι πρὸς ἀνάγκης ἐστὶν ἡμῖν ἐν τοῖς ἐκείνων σταθμεῦσαι. ”

ὁ μὲν τοσάδε εἰπὼν φυλακὴν ὅμως τῶν σκηνῶν κατέπεμπε δισχιλίους τοὺς πάνυ γέροντας· οἱ δʼ ἐξιόντες τὸ τεῖχος ἤρειπον μετὰ σιωπῆς βαθυτάτης καὶ ἐς τὴν τάφρον αὐτὸ ἐνεχώννυον. ὁρῶν δʼ ὁ Πομπήιος, ἡγουμένων τινῶν ἐς φυγὴν αὐτοὺς συσκευάζεσθαι, συνίει τοῦ τολμήματος καὶ ἔστενε καθʼ αὑτόν, ὅτι χωροῦσιν ἐς χεῖρας θηρίοις, λιμὸν ἔχοντες, ἄξιον θηρίων φάρμακον. ἀλλʼ οὐ γὰρ ἦν ἀναδῦναι ἔτι, τῶν πραγμάτων ὄντων ἐπὶ ξυροῦ. διὸ δὴ καὶ τετρακισχιλίους τῶν Ἰταλῶν φύλακας τοῦ στρατοπέδου καταλιπὼν παρέτασσε τοὺς λοιποὺς ἐς τὸ μεταξὺ Φαρσάλου τε πόλεως καὶ Ἐνιπέως ποταμοῦ, ἔνθα καὶ ὁ Καῖσαρ ἀντιδιεκόσμει, τοὺς μὲν Ἰταλοὺς ἑκάτερος αὐτῶν ἐς τρία διαιρῶν ἐπὶ μετώπου, μικρὸν ἀλλήλων διεστῶτας, καὶ τοὺς ἱππέας ἐπὶ τοῖς κέρασι τοῖς κατὰ μέρη τάσσων. τοξόται δὲ πᾶσιν ἀναμεμίχατο καὶ σφενδονῆται. καὶ τὸ μὲν Ἰταλικὸν οὕτω κεκόσμητο, ᾧ δὴ καὶ μάλιστα αὐτῶν ἑκάτερος ἐθάρρει· τὰ συμμαχικὰ δʼ ἦγον ἐφʼ ἑαυτῶν ὡς ἐς ἐπίδειξιν. πολύθρουν δὲ ἦν τὸ Πομπηίου συμμαχικὸν καὶ πολύγλωσσον· καὶ αὐτῶν ὁ Πομπήιος Μακεδόνας μὲν καὶ Πελοποννησίους καὶ Βοιωτοὺς καὶ Ἀθηναίους, ἀποδεξάμενος τῆς εὐταξίας καὶ σιωπῆς, παρεστήσατο τῇ φάλαγγι τῇ Ἰταλικῇ, τοὺς δὲ ἄλλους, ὅπερ ὁ Καῖσαρ εἴκαζεν, ἔξω τάξεως ἐκέλευσε κατὰ φυλὰς ἐφεδρεύοντας, ὅταν ἐν χερσὶν ὁ ἀγὼν γένηται, κυκλοῦσθαι τοὺς πολεμίους καὶ διώκειν, ὅσα δύναιντο βλάπτοντας, καὶ τὸ στρατόπεδον αὐτὸ Καίσαρος ἀχαράκωτον ὂν διαρπάζειν.

ἡγοῦντο δὲ τῆς φάλαγγος Πομπηίῳ μὲν ὁ κηδεστὴς Σκιπίων ἐν μέσῳ καὶ ἐπὶ τοῦ λαιοῦ Δομίτιος, ἐπὶ δὲ τοῦ δεξιοῦ Λέντλος· Ἀφράνιος δὲ καὶ Πομπήιος τὸ στρατόπεδον ἐφύλαττον. Καίσαρι δʼ ἐστρατήγουν μὲν Σύλλας καὶ Ἀντώνιος καὶ Δομίτιος, αὐτὸς δʼ ἐπὶ τοῦ δεξιοῦ κέρως συνετάσσετο τῷ δεκάτῳ τέλει, καθάπερ ἦν ἔθος αὐτῷ. καὶ τοῦτʼ ἰδόντες οἱ πολέμιοι μετήγαγον ἐπʼ αὐτὸ τοὺς ἀρίστους τῶν ἱππέων, ἵνα πλέονες ὄντες, εἰ δυνηθεῖεν, κυκλώσαιντο. συνεὶς δὲ ὁ Καῖσαρ τρισχιλίους εὐτολμοτάτους πεζοὺς ἐνήδρευσεν, οἷς ἐκέλευσεν, ὅταν αἴσθωνται τοὺς πολεμίους περιθέοντας, ἀναπηδᾶν καὶ τὰ δόρατα ἐσπηδῶντας ἀνίσχειν ὀρθὰ ἐς τὰ πρόσωπα τῶν ἀνδρῶν· οὐ γὰρ οἴσειν ἀπείρους καὶ νέους, ὡραϊζομένους ἔτι, τὸν ἐς τὰ πρόσωπα κίνδυνον. οἱ μὲν δὴ τοιάδε κατʼ ἀλλήλων ἐμηχανῶντο καὶ περιῄεσαν ἑκάστους, καθιστάμενοί τε τὰ ἐπείγοντα καὶ ἐς εὐτολμίαν παρακαλοῦντες καὶ τὰ συνθήματα ἀναδιδόντες, ὁ μὲν Καῖσαρ Ἀφροδίτην νικηφόρον, ὁ δὲ Πομπήιος Ἡρακλέα ἀνίκητον.

ὡς δὲ σφίσιν ἕτοιμα πάντα ἦν, ἐπὶ πολὺ καὶ ὣς ἀνέμενον ἐν βαθείᾳ σιωπῇ, μέλλοντες ἔτι καὶ ὀκνοῦντες καὶ ἐς ἀλλήλους ἀποβλέποντες, ὁπότερος ἄρξει τῆς μάχης. τό τε γὰρ πλῆθος ᾤκτειρον, οὐδενός πω τοσοῦδε Ἰταλοῦ στρατοῦ ἐς ἕνα κίνδυνον συνελθόντος, καὶ τὴν ἀρετὴν ἐκκρίτων ὄντων ἑκατέρων ἠλέουν, καὶ μάλιστα, ὅτε ἴδοιεν Ἰταλοὺς Ἰταλοῖς συμφερομένους. ἐγγύς τε τοῦ κακοῦ γιγνομένοις αὐτοῖς ἡ μὲν ἐκκαίουσα καὶ τυφλοῦσα πάντας φιλοτιμία ἐσβέννυτο καὶ μετέβαλλεν ἐς δέος, ὁ δὲ λογισμὸς ἐκαθάρευε δοξοκοπίας καὶ τὸν κίνδυνον ἐμέτρει καὶ τὴν αἰτίαν, ὅτι περὶ πρωτείων δύο ἄνδρε ἐρίζοντε ἀλλήλοιν αὐτώ τε κινδυνεύετον ἀμφὶ τῇ σωτηρίᾳ, μηδʼ ἐσχάτω πάντων ἡττηθέντε ἔτι εἶναι, καὶ τοσόνδε πλῆθος ἀνδρῶν ἀγαθῶν διʼ αὐτούς. ἐσῄει δὲ σφᾶς, ὅτι φίλοι καὶ κηδεσταὶ τέως ὄντες καὶ πολλὰ συμπράξαντες ἀλλήλοις ἐς ἀξίωμα καὶ δύναμιν, ξίφη νῦν φέρουσι κατʼ ἀλλήλων καὶ τοὺς ὑποστρατευομένους ἐς ὁμοίας ἀθεμιστίας ἄγουσιν, ὁμοεθνεῖς τε ὄντας ἀλλήλοις καὶ πολίτας καὶ φυλέτας καὶ συγγενεῖς, ἐνίους δὲ καὶ ἀδελφούς· οὐδὲ γὰρ ταῦτα ἐνέλειπεν ἐκείνῃ τῇ μάχῃ, ἀλλʼ ὡς ἐν τοσαῖσδε μυριάσιν ἐξ ἑνὸς ἔθνους ἐπʼ ἀλλήλας ἰούσαις πολλὰ τὰ παράδοξα συνέπιπτεν. ὧν ἐνθυμούμενος ἑκάτερος μετανοίας τε οὐ δυνατῆς ἔτι ἐν τῷ παρόντι ἐνεπίμπλατο καὶ ὡς ἐσόμενος ἐκείνῃ τῇ ἡμέρᾳ τῶν ἐπὶ γῆς ἢ πρῶτος ἢ τελευταῖος ὤκνει τοσῆσδε ἀμφιβολίας ἄρξαι. καί φασιν αὐτῶν ἑκάτερον καὶ δακρῦσαι.