Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ἔργον τε οὐδὲν ἀηδὲς ἀπῆν, μέχρι τῶνδε τῶν στασιάρχων εἷς ἔτει πεντηκοστῷ μάλιστα ἀπὸ Γράκχου, Κορνήλιος Σύλλας, κακῷ τὸ κακὸν ἰώμενος μόναρχον αὑτὸν ἀπέφηνεν ἐπὶ πλεῖστον· οὓς δικτάτορας ἐκάλουν τε καὶ ἐπὶ ταῖς φοβερωτάταις χρείαις ἑξαμήνους τιθέμενοι ἐκ πολλοῦ διελελοίπεσαν. ὁ δὲ Σύλλας βίᾳ μὲν καὶ ἀνάγκῃ, λόγῳ δʼ αἱρετός, ἐς αἰεὶ δικτάτωρ γενόμενος ὅμως, ἐπεί τε ἐκορέσθη τῆς δυναστείας, πρῶτος ἀνδρῶν ὅδε μοι δοκεῖ θαρρῆσαι τυραννικὴν ἀρχὴν ἑκὼν ἀποθέσθαι καὶ ἐπειπεῖν, ὅτι καὶ τοῖς μεμφομένοις εὐθύνας ὑφέξει, ἰδιώτης τε ὁρώντων ἁπάντων ἐς πολὺ βαδίσαι κατʼ ἀγορὰν καὶ ἐπανελθεῖν ἀπαθὴς οἴκαδε. τυσοῦτον ἦν ἄρα τοῖς ὁρῶσιν ἔτι τῆς ἀρχῆς αὐτοῦ δέος ἢ τῆς ἀποθέσεως κατάπληξις ἢ τῶν εὐθυνῶν τῆς ἐπαγγελίας αἰδὼς ἢ ἄλλη φιλανθρωπία καὶ λογισμὸς ἐπὶ συμφέροντι τὴν τυραννίδα γενέσθαι.

ὧδε μὲν ἐπὶ βραχὺ ἔληξαν αἱ στάσεις ἐπὶ Σύλλα, καὶ κακῶν ἀντίδοσις ἦν ὧν ὁ Σύλλας εἰργάζετο· μετὰ δὲ Σύλλαν αὖθις ὅμοια ἀνερριπίζετο, μέχρι Γάιος Καῖσαρ, αἱρετὴν ἀρχὴν ἐπὶ πολὺ δυναστεύων ἐν Γαλατίᾳ, τῆς βουλῆς αὐτὸν ἀποθέσθαι κελευούσης αἰτιώμενος οὐ τὴν βουλήν, ἀλλὰ Πομπήιον, ἐχθρὸν ὄντα οἱ καὶ στρατοῦ περὶ τὴν Ἰταλίαν ἡγούμενον, ὡς τῆς ἀρχῆς αὐτὸν ἐπιβουλεύοντα παραλύειν, προυτίθει προκλήσεις ἢ ἄμφω τὰ στρατεύματα ἔχειν ἐς τῆς ἔχθρας τὴν ἀφοβίαν ἢ καὶ Πομπήιον οὓς ἔχοι μεθέντα ἰδιωτεύειν ὁμοίως ὑπὸ νόμοις. οὐ πείθων δʼ ἐς οὐδέτερα ἐκ Γαλατίας ἤλαυνεν ἐπὶ τὸν Πομπήιον ἐς τὴν πατρίδα, ἐσβαλών τε ἐς αὐτὴν καὶ διώκων ἐκφυγόντα περὶ Θεσσαλίαν ἐνίκησε μεγάλῃ μάχῃ λαμπρῶς καὶ ἐδίωκεν ἐς Αἴγυπτον ὑποφεύγοντα. ἀναιρεθέντος δὲ Πομπηίου πρὸς ἀνδρῶν Αἰγυπτίων ἐπανῆλθεν ἐς Ῥώμην, ἔστιν ἃ καὶ περὶ Αἴγυπτον ἐργασάμενός τε καὶ ἐπιμείνας, μέχρι καταστήσαιτο αὐτῇ τοὺς βασιλέας. στασιώτην τε μέγιστον, ᾧ διὰ μεγαλουργίαν πολεμικὴν Μέγας ἐπώνυμον ἦν, οὗτος δὴ μάλιστα πολέμου κράτει σαφῶς καθελών, οὐδενὸς αὐτῷ θαρροῦντος εἰς οὐδὲν ἔτι ἀντειπεῖν, δεύτερος ἐπὶ Σύλλᾳ δικτάτωρ ἐς τὸ διηνεκὲς ᾑρέθη· καὶ στάσεις αὖθις κατεπαύοντο πᾶσαι, ἔστε καὶ τόνδε Βροῦτος καὶ Κάσσιος ζήλῳ τε τῆς ἀρχῆς τοῦ μεγέθους καὶ πόθῳ τῆς πατρίου πολιτείας ἐν τῷ βουλευτηρίῳ κατέκανον, δημοτικώτατον καὶ ἐμπειρότατον ἀρχῆς γενόμενον. ὅ γέ τοι δῆμος αὐτὸν μάλιστα πάντων ἐπεπόθησε, καὶ τοὺς σφαγέας ἐζήτουν περιιόντες καὶ τὸ σῶμα ἔθαψαν ἐν ἀγορᾷ μέσῃ καὶ νεὼν ἐπῳκοδόμησαν τῇ πυρᾷ καὶ θύουσιν ὡς θεῷ.

αἱ δὲ στάσεις ἐπὶ τῷδε μάλιστα αὖθις ἐπανελθοῦσαί τε καὶ αὐξηθεῖσαι δυνατώτατα ἐς μέγα προῆλθον, καὶ φόνοι καὶ φυγαὶ καὶ ἐπὶ θανάτῳ προγραφαὶ βουλευτῶν τε καὶ τῶν καλουμένων ἱππέων, κατὰ πλῆθος ἀθρόως ἑκατέρων, ἐγίγνοντο, τοὺς ἐχθροὺς ἀλλήλοις τῶν στασιωτῶν ἀντιπαρεχόντων καὶ ἐς τοῦτο ἀμελούντων καὶ φίλων καὶ ἀδελφῶν· τοσοῦτον ἐκράτει τῆς ἐς τὰ οἰκεῖα εὐνοίας ἡ ἐς τὰ ἀντίπαλα φιλονικία. προιόντες τε τὴν Ῥωμαίων ἀρχὴν ὡς ἰδιωτικὸν σφῶν κτῆμα διενείμαντο ἐφʼ ἑαυτῶν τρεῖς οἵδε ἄνδρες, Ἀντώνιός τε καὶ Λέπιδος καὶ ὅτῳ πρότερον μὲν Ὀκτάουιος ὄνομα ἦν, Καίσαρι δὲ πρὸς γένους ὢν καὶ θετὸς ἐν διαθήκαις ὑπʼ αὐτοῦ γενόμενος Καῖσαρ ἐκ τοῦδε μετωνομάζετο. ἐπὶ δὲ τῇ διαιρέσει τῇδε μετὰ βραχὺ συμπεσόντες, ὡς εἰκὸς ἦν, ἐς ἀλλήλους ὁ Καῖσαρ αὐτῶν συνέσει τε καὶ ἐμπειρίᾳ προύχων Λέπιδον μὲν πρότερον αὐτῶν ἣν ἐκεκλήρωτο Λιβύην, ἐπὶ δὲ τῷ Λεπίδῳ καὶ Ἀντώνιον πολέμῳ περὶ Ἄκτιον ἀφείλετο τὴν ἀπὸ Συρίας ἐπὶ κόλπον τὸν Ἰόνιον ἀρχήν. ἐπί τε τούτοις, μεγίστοις δὴ φανεῖσι καὶ ἐς ἔκπληξιν ἅπαντας ἐμβαλοῦσιν, εἷλε καὶ Αἴγυπτον ἐπιπλεύσας, ἣ χρονιωτάτη τε ἦν ἐς τότε καὶ δυνατωτάτη μετὰ Ἀλέξανδρον ἀρχὴ καὶ μόνη Ῥωμαίοις ἔλειπεν ἐς τὰ νῦν ὄντα, ὥστε Σεβαστὸς εὐθὺς ἐπὶ τοῖς ἔργοις, ἔτι περιών, ὅδε πρῶτος ὀφθῆναί τε Ῥωμαίοις καὶ κληθῆναι πρὸς αὐτῶν, αὐτός τε ἑαυτόν, ὥσπερ Γάιος καὶ ἐς τὸ δυνατώτερον ἔτι Γαΐου, ἄρχοντα ἀποφῆναι τῇ τε πατρίδι καὶ τοῖς ὑπʼ αὐτὴν ἔθνεσιν ἅπασιν, οὐδὲν αἱρέσεως ἢ χειροτονίας ἢ προσποιήματος ἔτι δεηθείς. χρονίου δʼ αὐτῷ καὶ ἐγκρατοῦς τῆς ἀρχῆς γενομένης, ἐπιτυχὴς ἐς πάντα καὶ φοβερὸς ὢν γένος ἀφʼ ἑαυτοῦ καὶ διαδοχὴν τὴν ἐπικρατοῦσαν ὁμοίως ἐπʼ ἐκείνῳ κατέλιπεν.

ὧδε μὲν ἐκ στάσεων ποικίλων ἡ πολιτεία Ῥωμαίοις ἐς ὁμόνοιαν καὶ μοναρχίαν περιέστη· ταῦτα δʼ ὅπως ἐγένετο, συνέγραψα καὶ συνήγαγον, ἀξιοθαύμαστα ὄντα τοῖς ἐθέλουσιν ἰδεῖν φιλοτιμίαν ἀνδρῶν ἄμετρον καὶ φιλαρχίαν δεινὴν καρτερίαν τε ἄτρυτον καὶ κακῶν ἰδέας μυρίων, μάλιστα δʼ, ὅτι μοι τῆς Αἰγυπτίας συγγραφῆς τάδε προηγούμενα καὶ τελευτήσοντα εἰς ἐκείνην ἀναγκαῖον ἦν προαναγράψασθαι· ὧδε γὰρ Αἴγυπτος ἐλήφθη, διὰ τήνδε τὴν στάσιν, Ἀντωνίῳ Κλεοπάτρας συμμαχούσης. διῄρηται δʼ αὐτῶν διὰ τὸ πλῆθος ἐνθάδε μέν, ὅσα ἐπὶ Κορνήλιον Σύλλαν ἀπὸ Σεμπρωνίου Γράκχου, ἑξῆς δʼ, ὅσα μέχρι Γαΐου Καίσαρος τῆς τελευτῆς. αἱ δὲ λοιπαὶ τῶν ἐμφυλίων βίβλοι δεικνύουσιν, ὅσα οἱ τρεῖς ἐς ἀλλήλους τε καὶ Ῥωμαίους ἔδρασαν, μέχρι τὸ τελευταῖον δὴ τῶν στάσεων καὶ μέγιστον ἔργον, τὸ περὶ Ἄκτιον Καίσαρι πρὸς Ἄντώνιον ὁμοῦ καὶ Κλεοπάτραν γενόμενον, ἀρχὴ καὶ τῆς Αἰγυπτιακῆς συγγραφῆς ἔσται.

Ῥωμαῖοι τὴν Ἰταλίαν πολέμῳ κατὰ μέρη χειρούμενοι γῆς μέρος ἐλάμβανον καὶ πόλεις ἐνῴκιζον ἢ ἐς τὰς πρότερον οὔσας κληρούχους ἀπὸ σφῶν κατέλεγον. καὶ τάδε μὲν ἀντὶ φρουρίων ἐπενόουν, τῆς δὲ γῆς τῆς δορικτήτου σφίσιν ἑκάστοτε γιγνομένης τὴν μὲν ἐξειργασμένην αὐτίκα τοῖς οἰκιζομένοις ἐπιδιῄρουν ἢ ἐπίπρασκον ἢ ἐξεμίσθουν, τὴν δʼ ἀργὸν ἐκ τοῦ πολέμου τότε οὖσαν, ἣ δὴ καὶ μάλιστα ἐπλήθυεν, οὐκ ἄγοντές πω σχολὴν διαλαχεῖν ἐπεκήρυττον ἐν τοσῷδε τοῖς ἐθέλουσιν ἐκπονεῖν ἐπὶ τέλει τῶν ἐτησίων καρπῶν, δεκάτῃ μὲν τῶν σπειρομένων, πέμπτῃ δὲ τῶν φυτευομένων. ὥριστο δὲ καὶ τοῖς προβατεύουσι τέλη μειζόνων τε καὶ ἐλαττόνων ζῴων. καὶ τάδε ἔπραττον ἐς πολυανδρίαν τοῦ Ἰταλικοῦ γένους, φερεπονωτάτου σφίσιν ὀφθέντος, ἵνα συμμάχους οἰκείους ἔχοιεν. ἐς δὲ τοὐναντίον αὐτοῖς περιῄει. οἱ γὰρ πλούσιοι τῆσδε τῆς ἀνεμήτου γῆς τὴν πολλὴν καταλαβόντες καὶ χρόνῳ θαρροῦντες οὔ τινα σφᾶς ἔτι ἀφαιρήσεσθαι τά τε ἀγχοῦ σφίσιν ὅσα τε ἦν ἄλλα βραχέα πενήτων, τὰ μὲν ὠνούμενοι πειθοῖ, τὰ δὲ βίᾳ λαμβάνοντες, πεδία μακρὰ ἀντὶ χωρίων ἐγεώργουν, ὠνητοῖς ἐς αὐτὰ γεωργοῖς καὶ ποιμέσι χρώμενοι τοῦ μὴ τοὺς ἐλευθέρους ἐς τὰς στρατείας ἀπὸ τῆς γεωργίας περισπᾶν, φερούσης ἅμα καὶ τῆσδε τῆς κτήσεως αὐτοῖς πολὺ κέρδος ἐκ πολυπαιδίας θεραπόντων ἀκινδύνως αὐξομένων διὰ τὰς ἀστρατείας. ἀπὸ δὲ τούτων οἱ μὲν δυνατοὶ πάμπαν ἐπλούτουν, καὶ τὸ τῶν θεραπόντων γένος ἀνὰ τὴν χώραν ἐπλήθυε, τοὺς δʼ Ἰταλιώτας ὀλιγότης καὶ δυσανδρία κατελάμβανε, τρυχομένους πενίᾳ τε καὶ ἐσφοραῖς καὶ στρατείαις. εἰ δὲ καὶ σχολάσειαν ἀπὸ τούτων, ἐπὶ ἀργίας διετίθεντο, τῆς γῆς ὑπὸ τῶν πλουσίων ἐχομένης καὶ γεωργοῖς χρωμένων θεράπουσιν ἀντὶ ἐλευθέρων.

ἐφʼ οἷς ὁ δῆμος ἐδυσφόρει μὲν ὡς οὔτε συμμάχων ἐξ Ἰταλίας ἔτι εὐπορήσων οὔτε τῆς ἡγεμονίας οἱ γενησομένης ἀκινδύνου διὰ πλῆθος τοσόνδε θεραπόντων· διόρθωσιν δʼ οὐκ ἐπινοοῦντες, ὡς οὐδὲ ῥᾴδιον ὂν οὐδὲ πάντῃ δίκαιον ἄνδρας τοσούσδε ἐκ τοσοῦδε χρόνου κτῆσιν τοσήνδε ἀφελέσθαι φυτῶν τε ἰδίων καὶ οἰκοδομημάτων καὶ κατασκευῆς, μόλις ποτὲ τῶν δημάρχων εἰσηγουμένων ἔκριναν μηδένα ἔχειν τῆσδε τῆς γῆς πλέθρα πεντακοσίων πλείονα μηδὲ προβατεύειν ἑκατὸν πλείω τὰ μείζονα καὶ πεντακοσίων τὰ ἐλάσσονα. καὶ ἐς ταῦτα δʼ αὐτοῖς ἀριθμὸν ἐλευθέρων ἔχειν ἐπέταξαν, οἳ τὰ γιγνόμενα φυλάξειν τε καὶ μηνύσειν ἔμελλον.

οἱ μὲν δὴ τάδε νόμῳ περιλαβόντες ἐπώμοσαν ἐπὶ τῷ νόμῳ καὶ ζημίαν ὥρισαν, ἡγούμενοι τὴν λοιπὴν γῆν αὐτίκα τοῖς πένησι κατʼ ὀλίγον διαπεπράσεσθαι· φροντὶς δʼ οὐδεμία ἦν οὔτε τῶν νόμων οὔτε τῶν ὅρκων, ἀλλʼ οἵτινες καὶ ἐδόκουν φροντίσαι, τὴν γῆν ἐς τοὺς οἰκείους ἐπὶ ὑποκρίσει διένεμον, οἱ δὲ πολλοὶ τέλεον κατεφρόνουν, μέχρι Τιβέριος Σεμπρώνιος Γράκχος, ἀνὴρ ἐπιφανὴς καὶ λαμπρὸς ἐς φιλοτιμίαν εἰπεῖν τε δυνατώτατος καὶ ἐκ τῶνδε ὁμοῦ πάντων γνωριμώτατος ἅπασι, δημαρχῶν ἐσεμνολόγησε περὶ τοῦ Ἰταλικοῦ γένους ὡς εὐπολεμωτάτου τε καὶ συγγενοῦς, φθειρομένου δὲ κατʼ ὀλίγον εἰς ἀπορίαν καὶ ὀλιγανδρίαν καὶ οὐδὲ ἐλπίδα ἔχοντος ἐς διόρθωσιν. ἐπὶ δὲ τῷ δουλικῷ δυσχεράνας ὡς ἀστρατεύτῳ καὶ οὔποτε ἐς δεσπότας πιστῷ, τὸ ἔναγχος ἐπήνεγκεν ἐν Σικελίᾳ δεσποτῶν πάθος ὑπὸ θεραπόντων γενόμενον, ηὐξημένων κἀκείνων ἀπὸ γεωργίας, καὶ τὸν ἐπʼ αὐτοὺς Ῥωμαίων πόλεμον οὐ ῥᾴδιον οὐδὲ βραχύν, ἀλλὰ ἔς τε μῆκος χρόνου καὶ τροπὰς κινδύνων ποικίλας ἐκτραπέντα. ταῦτα δὲ εἰπὼν ἀνεκαίνιζε τὸν νόμον μηδένα τῶν πεντακοσίων πλέθρων πλέον ἔχειν. παισὶ δʼ αὐτῶν ὑπὲρ τὸν παλαιὸν νόμον προσετίθει τὰ ἡμίσεα τούτων· καὶ τὴν λοιπὴν τρεῖς αἱρετοὺς ἄνδρας, ἐναλλασσομένους κατʼ ἔτος, διανέμειν τοῖς πένησι.