Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

καὶ αὐτῷ Μέτελλος Καικίλιος ὁ Εὐσεβής, ἐκ πολλοῦ τε ᾑρημένος ἐς τὰ λοιπὰ τοῦ συμμαχικοῦ πολέμου καὶ διὰ Κίνναν καὶ Μάριον ἐς τὴν πόλιν οὐκ ἐσελθών, ἀλλὰ ἐν τῇ Λιβυστίδι τὸ μέλλον περιορῶν, αὐτόκλητος σύμμαχος ἀπήντα μεθʼ ἧς εἶχε συμμαχίας, ἀνθύπατος ἔτι ὤν· ἔστι γὰρ εἶναι τοῖς αἱρεθεῖσιν, ἔστε ἐπανέλθοιεν ἐς Ῥώμην. ἐπὶ δὲ τῷ Μετέλλῳ καὶ Γναῖος Πομπήιος, ὁ μετʼ οὐ πολὺ Μέγας παρονομασθείς, Πομπηίου μὲν ὢν παῖς τοῦ διεφθαρμένου τῷ κεραυνῷ, οὐκ εὔνου τῷ Σύλλᾳ νομισθέντος, τὴν δʼ ὑποψίαν διαλυόμενος, ἦλθε καὶ τέλος ἤγαγεν, ἐκ τῆς Πικηνίτιδος κατὰ κλέος τοῦ πατρὸς ἰσχύσαντος ἐν αὐτῇ μάλιστα ἀγείρας. μετὰ δʼ οὐ πολὺ καὶ δύο ἄλλα συνέλεξε καὶ χρησιμώτατος ἐν τοῖς μάλιστα ὅδε ὁ ἀνὴρ ἐγένετο τῷ Σύλλᾳ· ὅθεν αὐτὸν ὁ Σύλλας ἔτι νεώτατον ὄντα ἦγεν ἐν τιμῇ καὶ ἐπιόντος, φασίν, ὑπανίστατο μόνῳ. λήγοντος δὲ τοῦ πολέμου καὶ ἐς Λιβύην ἔπεμψεν ἐξελάσαι τε τοὺς Κάρβωνος φίλους καὶ Ἱεμψάλαν ἐκπεσόντα ὑπὸ Νομάδων ἐς τὴν βασιλείαν καταγαγεῖν. ἐφʼ ᾧ δὴ καὶ θριαμβεῦσαι κατὰ τῶν Νομάδων αὐτῷ παρέσχεν ὁ Σύλλας, ἔτι ὄντι νέῳ καὶ ἔτι ὄντι τῶν ἱππέων. καὶ ἀπὸ τοῦδε ἐπαρθεὶς ἐς μέγα ὁ Πομπήιος ἐπὶ Σερτώριον ἐς Ἰβηρίαν ἐπέμφθη καὶ ἐς τὸν Πόντον ἐπὶ Μιθριδάτην ὕστερον. ἀφίκετο δὲ καὶ Κέθηγος ἐς τὸν Σύλλαν, χαλεπώτατος ἀντιστασιώτης αὐτῷ μετὰ Κίννα καὶ Μαρίου γενόμενος καὶ σὺν ἐκείνοις τῆς πόλεως ἐκπεσών, ἱκέτης τε γιγνόμενος καὶ ἑαυτὸν ὑπηρέτην ἐς ὅ τι βούλοιτο παρέχων.

ὁ δὲ καὶ στρατιᾶς πολὺ πλῆθος ἔχων ἤδη καὶ φίλους πολλοὺς τῶν ἐπιφανῶν, τοῖσδε μὲν ὑποστρατήγοις ἐχρῆτο, αὐτὸς δὲ καὶ Μέτελλος ἀνθυπάτω ὄντε ἐς τὸ πρόσθεν ἐχώρουν· ἐδόκει γὰρ δὴ καὶ ὁ Σύλλας, ἀνθύπατος ἐπὶ Μιθριδάτῃ γενόμενος, οὐκ ἀποθέσθαι πω τὴν ἀρχήν, εἰ καὶ πολέμιον αὐτὸν ἐψηφίσατο Κίννας. ὁ μὲν δὴ κατὰ τῶν ἐχθρῶν ᾔει βαρυτάτῃ καὶ ἀφανεῖ ἔχθρᾳ· οἱ δʼ ἐν ἄστει τῆς τε φύσεως αὐτοῦ καλῶς τεκμαιρόμενοι καὶ τὴν προτέραν ἐς τὴν πόλιν ἐσβολὴν αὐτοῦ καὶ κατάληψιν ἔτι ἔχοντες ἐν ὄψει τά τε ψηφίσματα, ἃ ἐπεκήρυξαν αὐτῷ, λογιζομενοι καὶ τὴν οἰκίαν ὁρῶντες ἀνεσκαμμένην καὶ περιουσίαν δεδημευμένην καὶ φίλους ἀνῃρημένους καὶ γενεὰν μόλις ἐκφυγοῦσαν ἐδείμαινον. καὶ οὐδὲν σφίσι νίκης ἢ πανωλεθρίας μέσον εἶναι νομίζοντες συνίσταντο τοῖς ὑπάτοις ἐπὶ τὸν Σύλλαν μετὰ δέους, ἔς τε τὴν Ἰταλίαν περιπέμποντες στρατιὰν καὶ τροφὰς καὶ χρήματα συνῆγου, οὐδὲν ὡς περὶ ἐσχάτων σφίσιν ἀπολείποντες οὔτε σπουδῆς οὔτε προθυμίας.

γάιός τε Νωρβανὸς καὶ Λεύκιος Σκιπίων, τὼ τότε ὄντε ὑπάτω, καὶ μετʼ αὐτῶν Κάρβων, ὃς πέρυσιν ἦρχεν, ἔχθρᾳ μὲν ἐς τὸν Σύλλαν ὁμοία χρώμενοι, δέει δὲ καὶ συνειδότι ὧν ἔπραξαν πολὺ τῶν ἄλλων χείρονι, ἔκ τε τῆς πόλεως στρατόν, ὅσον εὐπόρουν, κατέλεγον καὶ τὸν ἐκ τῆς Ἰταλίας προσλαβόντες ἐπὶ τὸν Σύλλαν κατὰ μέρος ἐχώρουν, σπείραις ἐκ πεντακοσίων ἀνδρῶν διακοσίαις τότε πρῶτον· ὕστερον γὰρ καὶ πλέοσι τούτων. ἡ γὰρ εὔνοια τῶν ἀνδρῶν ἐς τοὺς ὑπάτους παρὰ πολὺ ἐποίει, ὡς τὸ μὲν ἔργον τὸ Σύλλα, χωροῦντος ἐπὶ τὴν πατρίδα, δόξαν ἔχον πολεμίου, τὸ δὲ τῶν ὑπάτων, εἰ καὶ περὶ σφῶν ἔπραττον, πρόσχημα τῆς πατρίδος. τῶν τε ἁμαρτηθέντων αὑτοῖς οἱ πολλοὶ συνεγνωκότες καὶ τοῦ φόβου μετέχειν ἡγούμενοι συνέπρασσον, εὖ τὸν Σύλλαν εἰδότες οὐ κόλασιν ἢ διόρθωσιν ἢ φόβον ἐπὶ σφίσιν, ἀλλὰ λύμας καὶ θανάτους καὶ δημεύσεις καὶ ἀναίρεσιν ὅλως ἀθρόαν ἐπινοοῦντα. ὧν οὐκ ἐψεύσθησαν τῆς δόξης. ὅ τε γὰρ πόλεμος ἔφθειρε πάντας, ὧν γε καὶ μύριοι καὶ δισμύριοι πολλάκις ἐν μάχῃ μιᾷ καὶ ἀμφὶ τὸ ἄστυ πέντε μυριάδες ἀμφοῖν ἀπέθανον· καὶ ἐς τοὺς ὑπολοίπους ὁ Σύλλας οὐδὲν δεινὸν καὶ καθʼ ἕνα καὶ κατὰ πόλεις ἐξέλιπε δρῶν, μέχρι καὶ μόναρχον ἑαυτὸν ἀπέφηνε τῆς Ῥωμαίων ἀρχῆς ὅλης, ἐφʼ ὅσον ἔχρῃζέ τε καὶ ἐβούλετο.

καὶ τάδε αὐτοῖς ἐδόκει καὶ τὸ δαιμόνιον ἐν τῷδε τῷ πολέμῳ προσημῆναι. δείματά τε γὰρ ἄλογα πολλοῖς καὶ ἰδίᾳ καὶ κατὰ πλῆθος ἐνέπιπτε περὶ ὅλην τὴν Ἰταλίαν, καὶ μαντευμάτων παλαιῶν ἐπιφοβωτέρων ἐμνημόνευον, τέρατά τε πολλὰ ἐγίνοντο, καὶ ἡμίονος ἔτεκε, καὶ γυνὴ κύουσα ἔχιν ἀντὶ βρέφους ἐξέδωκε, τήν τε γῆν ὁ θεὸς ἐπὶ μέγα ἔσεισε καὶ νεώς τινας ἐν Ῥώμῃ κατήνεγκε, καὶ πάνυ Ῥωμαίων ὄντων ἐς τὰ τοιαῦτα βαρυεργῶν. τό τε Καπιτώλιον ὑπὸ τῶν βασιλέων τετρακοσίοις που πρόσθεν ἔτεσι γενόμενον ἐνεπρήσθη, καὶ τὴν αἰτίαν οὐδεὶς ἐπενόει. πάντα δʼ ἔδοξεν ἐς τὸ πλῆθος τῶν ἀπολουμένων καὶ τὴν ἅλωσιν τῆς Ἰταλίας καὶ Ῥωμαίων αὐτῶν τῆς τε πόλεως κατάληψιν καὶ πολιτείας μεταβολὴν προσημῆναι.

ἤρξατο μὲν οὖν ὅδε ὁ πόλεμος, ἐξ οὗ Σύλλας ἐς Βρεντέσιον παρῆλθεν, ὀλυμπιάδων οὐσῶν ἑκατὸν ἑβδομήκοντα καὶ τεσσάρων· μῆκος δʼ αὐτοῦ, διά τε τὸ μέγεθος τῶν ἔργων, σὺν ἐπείξει ὡς ἐπʼ ἐχθροὺς ἰδίους ταχυνόντων, οὐ πολὺ ὡς ἐπὶ τοσοῖσδε ἔργοις ἐγένετο. ὅθεν καὶ μάλιστα αὐτοῖς τὰ παθήματα ἐπειγομένοις ἐν βραχεῖ μείζω καὶ ὀξύτερα συνέβη γενέσθαι. ἐς δὲ τριετὲς ὅμως προῆλθε, κατά γε τὴν Ἰταλίαν, μέχρι τὴν ἀρχὴν ἀνεδήσατο Σύλλας· ἐν γὰρ Ἰβηρίᾳ καὶ μετὰ Σύλλαν ἐξέτεινεν ἐπὶ πλεῖον. μάχαι δὲ καὶ ἀκροβολίαι καὶ πολιορκίαι καὶ πολέμων ἰδέαι πᾶσαι κατὰ τὴν Ἰταλίαν ἀθρόαι τε καὶ κατὰ μέρη τοῖς στρατηγοῖς ἐγένοντο πολλαί, καὶ πᾶσαι διαφανεῖς. ὧν τὰ μέγιστα καὶ ἀξιολογώτατα, ἐν κεφαλαίῳ φράσαι, τοιάδε ἦν.

πρώτη μὲν ἀμφὶ Κανύσιον τοῖς ἀνθυπάτοις πρὸς Νωρβανὸν ἐγίγνετο μάχη· καὶ θνῄσκουσι Νωρβανοῦ μὲν ἑξακισχίλιοι, τῶν δʼ ἀμφὶ τὸν Σύλλαν ἑβδομήκοντα, τραυματίαι δʼ ἐγένοντο πολλοί· καὶ Νωρβανὸς ἐς Καπύην ἀνέζευξε. Σύλλᾳ δὲ καὶ Μετέλλῳ περὶ τὸ Τεανὸν οὖσι Λεύκιος Σκιπίων ἐπῄει μεθʼ ἑτέρου στρατοῦ, πάνυ ἀθύμως ἔχοντος καὶ ποθοῦντος εἰρήνην γενέσθαι· αἰσθόμενοι δʼ οἱ περὶ τὸν Σύλλαν πρὸς τὸν Σκιπίωνα περὶ συμβάσεων ἐπρέσβευον, οὐχ οὕτως ἐλπίζοντες ἢ χρῄζοντες, ὡς στασιάσειν προσδοκῶντες αὐτοῦ τὸν στρατὸν ἀθύμως ἔχοντα. ὃ καὶ συνηνέχθη γενέσθαι. Σκιπίων μὲν γὰρ ὅμηρα τῆς συνόδου λαβὼν ἐς τὸ πεδίον κατῄει, καὶ συνῄεσαν τρεῖς ἑκατέρωθεν, ὅθεν οὐδὲ γνῶναι τὰ λεχθέντα συνέβη· ἐδόκει δʼ ἀναθέμενος ὁ Σκιπίων ἐς Νωρβανὸν τὸν σύναρχον περὶ τῶν λελεγμένων πέμψαι Σερτώριον ἀπαγγελοῦντα, καὶ ὁ στρατὸς ὁ ἑκατέρων ἡσύχαζε, τὰς ἀποκρίσεις ἀναμένοντες. Σερτωρίου δʼ ἐν παρόδῳ Σύεσσαν, ἣ τὰ Σύλλεια ᾕρητο, καταλαβόντος ὁ μὲν Σύλλας ᾐτιᾶτο πέμπων ἐς τὸν Σκιπίωνα, ὁ δέ, εἴτε τῷ γενομένῳ συνεγνωκὼς εἴτε ἀποκρίσεως ἀπορῶν ὡς ἐπὶ ἀλλοκότῳ δὴ τῷ Σερτωρίου ἔργῳ, τὰ ὅμηρα ἀπέπεμπε τῷ Σύλλᾳ. καὶ αὐτίκα ὁ στρατὸς αὐτοῦ, τῇ τε τῆς Συέσσης ἐν σπονδαῖς ἀλόγῳ καταλήψει καὶ τῇ τῶν ὁμήρων οὐκ ἀπαιτουμένων ἀποπέμψει τοὺς ὑπάτους ἔχοντες ἐν αἰτίαις, κρύφα τῷ Σύλλᾳ συνετίθεντο μεταθήσεσθαι πρὸς αὐτόν, εἰ πελάσειε. καὶ προσιόντος αὐτίκα πάντες ἀθρόως μετέστησαν, ὡς τὸν ὕπατον Σκιπίωνα καὶ τὸν υἱὸν αὐτοῦ Λεύκιον μόνους ἐκ τοῦ στρατοῦ παντὸς ἐν τῇ σκηνῇ διηπορημένους Σύλλαν καταλαβεῖν. καί μοι δοκεῖ τόδε οὐ στρατηγοῦ παθεῖν ὁ Σκιπίων, ἀγνοήσας ὅλου στρατοῦ τοσήνδε συνθήκην.