Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ὁ δʼ ἦλθε καὶ πρὸς ταῖς Κολλίναις πύλαις ἐστρατοπέδευσε· καὶ ὁ Κίννας ἐπελθὼν αὐτῷ παρεστρατοπέδευε. Γάιος δὲ Μάριος τούτων πυθόμενος ἐς Τυρρηνίαν κατέπλευσεν ἅμα τοῖς συνεξελαθεῖσι καὶ θεράπουσιν αὐτῶν ἐπελθοῦσιν ἀπὸ Ῥώμης, ἐς πεντακοσίους μάλιστά που γεγονόσι. ῥυπῶν δʼ ἔτι καὶ κόμης ἔμπλεως ἐπῄει τὰς πόλεις, οἰκτρὸς ὀφθῆναι· μάχας τε καὶ τρόπαια αὑτοῦ Κιμβρικὰ καὶ ἓξ ὑπατείας ὑπερεπαίρων καὶ περὶ τῆς χειροτονίας σφόδρα αὐτοῖς ἐπιθυμοῦσιν ἐπαγγελλόμενός τε καὶ πιστὸς εἶναι δοκῶν, συνήγαγε Τυρρηνῶν ἑξακισχιλίους καὶ ἐς Κίνναν διῆλθεν ἀσμένως αὐτὸν ἐπὶ κοινωνία τῶν παρόντων δεχόμενον. ὡς δὲ ἀνεμίχθησαν, ἐστρατοπέδευον ἐπὶ τοῦ ποταμοῦ τοῦ Τιβέριος ἐς τρία διαιρεθέντες, Κίννας μὲν καὶ Κάρβων σὺν αὐτῷ τῆς πόλεως ἀντικρύ, Σερτώριος δὲ ὑπὲρ τὴν πόλιν ἄνω καὶ Μάριος πρὸς τῇ θαλάσση, ζευγνύντες οἵδε τὸν ποταμὸν καὶ γεφυροῦντες, ἵνα τὴν πόλιν ἀφέλοιντο τὴν σιταγωγίαν. Μάριος δὲ καὶ Ὄστια εἷλε καὶ διήρπαζε, καὶ Κίννας ἐπιπέμψας Ἀρίμινον κατέλαβε, τοῦ μή τινα στρατιὰν ἐς τὴν πόλιν ἐπελθεῖν ἐκ τῆς ὑπηκόου Γαλατίας.

οἱ δὲ ὕπατοι δεδιότες καὶ στρατιᾶς ἄλλης δεόμενοι Σύλλαν μὲν οὐκ εἶχον καλεῖν ἐς τὴν Ἀσίαν ἤδη πεπερακότα, Καικίλιον δὲ Μέτελλον, τὰ λείψανα τοῦ συμμαχικοῦ πολέμου πρὸς Σαυνίτας διατιθέμενον, ἐκέλευον ὅπῃ δύναιτο εὐπρεπῶς διαλυσάμενον ἐπικουρεῖν τῇ πατρίδι πολιορκουμένῃ. οὐ συμβαίνοντος δὲ Σαυνίταις ἐς ἃ ᾔτουν τοῦ Μετέλλου, ὁ Μάριος αἰσθόμενος συνέθετο τοῖς Σαυνίταις ἐπὶ πᾶσιν οἷς ᾔτουν παρὰ τοῦ Μετέλλου. ὧδε μὲν δὴ καὶ Σαυνῖται Μαρίῳ συνεμάχουν· Κλαύδιον δὲ Ἄππιον χιλίαρχον, τειχοφυλακοῦντα τῆς Ῥώμης τὸν λόφον τὸν καλούμενον Ἰάνουκλον, εὖ ποτε παθόντα ὑφʼ ἑαυτοῦ, τῆς εὐεργεσίας ἀναμνήσας ὁ Μάριος ἐς τὴν πόλιν ἐσῆλθεν, ὑπανοιχθείσης αὐτῷ πύλης περὶ ἕω, καὶ τὸν Κίνναν ἐσεδέξατο. ἀλλʼ οὗτοι μὲν αὐτίκα ἐξεώσθησαν Ὀκταουίου καὶ Πομπηίου σφίσιν ἐπιδραμόντων· κεραυνῶν δὲ πολλῶν ἐς τὸ τοῦ Πομπηίου στρατόπεδον καταρραγέντων ἄλλοι τε τῶν ἐπιφανῶν καὶ ὁ Πομπήιος ἀπώλετο.

Μάριος δʼ ἐπεὶ τῆς ἀγορᾶς τῆς ἔκ τε θαλάσσης καὶ ἄνωθεν ἀπὸ τοῦ ποταμοῦ φερομένης κατέσχεν, ἐπὶ τὰς ἀγχοῦ τῆς Ῥώμης πόλεις διετρόχαζεν, ἔνθα σῖτος ἦν τοῖς Ῥωμαίοις προσεσωρευμένος. ἄφνω δὲ τοῖς φρουροῦσιν αὐτὸν ἐπιπίπτων εἷλε μὲν Ἄντιον καὶ Ἀρικίαν καὶ Λανούβιον καὶ ἄλλας πόλεις, ἔστιν ἃ καὶ προδιδόντων τινῶν· ὡς δὲ καὶ τῆς κατὰ γῆν ἐκράτησεν ἀγορᾶς, εὐθαρσῶς ἐβάδιζεν ἐπὶ τὴν Ῥώμην αὐτίκα διὰ τῆς ὁδοῦ τῆς καλουμένης Ἀππίας, πρίν τινα αὐτοῖς ἀγορὰν ἄλλην ἑτέρωθεν ἀχθῆναι. τοῦ δʼ ἄστεος ἑκατὸν σταδίους αὐτός τε καὶ Κίννας καὶ οἱ στρατηγοῦντες αὐτοῖς Κάρβων τε καὶ Σερτώριος ἀποσχόντες ἐστρατοπέδευσαν, Ὀκταουίου καὶ Κράσσου καὶ Μετέλλου περὶ τὸ ὄρος τὸ Ἀλβανὸν αὐτοῖς ἀντικαθημένων καὶ τὸ μέλλον ἔσεσθαι περιβλεπομένων, ἀρετῇ μὲν ἔτι καὶ πλήθει νομιζομένων εἶναι κρειττόνων, ὀκνούντων δʼ ὑπὲρ ὅλης ὀξέως κινδυνεῦσαι τῆς πατρίδος διὰ μάχης μιᾶς. ὡς δὲ περιπέμψας ὁ Κίννας περὶ τὸ ἄστυ κήρυκας ἐδίδου τοῖς ἐς αὐτὸν αὐτομολοῦσι θεράπουσιν ἐλευθερίαν, κατὰ πλῆθος ηὐτομόλουν αὐτίκα· καὶ ἡ βουλὴ ταραττομένη καὶ πολλὰ καὶ δεινά, εἰ βραδύνειεν ἡ σιτοδεία, παρὰ τοῦ δήμου προσδοκῶσα μετέπιπτε τῇ γνώμῃ καὶ πρέσβεις περὶ διαλύσεων ἐς τὸν Κίνναν ἔπεμπον. ὁ δὲ αὐτοὺς ἤρετο, πότερον ὡς πρὸς ὕπατον ἔλθοιεν ἢ πρὸς ἰδιώτην. ἀπορησάντων δʼ ἐκείνων καὶ ἐς τὸ ἄστυ ἐπανελθόντων, πολλοὶ καὶ τῶν ἐλευθέρων ἤδη κατὰ πλῆθος πρὸς τὸν Κίνναν ἐξεπήδων, οἱ μὲν περὶ τῷ λιμῷ δεδιότες, οἱ δὲ πρὸ πολλοῦ τὰ ἐκείνων αἱρούμενοι καὶ τὴν ῥοπὴν τῶν γιγνομένων περιμένοντες.

Κίννας δʼ ἤδη καταφρονητικῶς τῷ τειχει ἐπλησίαζε καὶ ἀποσχὼν ὅσον βέλους ὁρμὴν ἐστρατοπέδευεν, ἀπορούντων ἔτι καὶ δεδιότων καὶ ὀκνούντων ἐπιχειρεῖν αὐτῷ τῶν ἀμφὶ τὸν Ὀκτάουιον διὰ τὰς αὐτομολίας τε καὶ διαπρεσβεύσεις. ἡ δὲ βουλὴ πάνυ μὲν ἀποροῦσα καὶ δεινὸν ἡγουμένη Λεύκιον Μερόλαν, τὸν ἱερέα τοῦ Διός, ὑπατεύοντα ἀντὶ τοῦ Κίννα καὶ οὐδὲν ἐς τὴν ἀρχὴν ἁμαρτόντα ἀφελέσθαι, ἄκουσα δʼ ὅμως ὑπὸ τῶν συμφορῶν αὖθις ἐς τὸν Κίνναν τοὺς πρέσβεις ἔπεμπεν ὡς πρὸς ὕπατον. οὐδέν τε χρηστὸν ἔτι προσδοκῶντες τοῦτο μόνον ᾔτουν, ἐπομόσαι σφίσι τὸν Κίνναν φόνον οὐκ ἐργάσεσθαι. ὁ δὲ ὀμόσαι μὲν οὐκ ἠξίωσεν, ὑπέσχετο δὲ καὶ ὧδε ἑκὼν οὐδενὶ σφαγῆς αἴτιος ἔσεσθαι. Ὀκτάουιον δʼ ἤδη περιοδεύσαντα καὶ κατʼ ἄλλας πύλας ἐς τὴν πόλιν ἐσελθόντα ἐκέλευεν ἐκστῆναι τοῦ μέσου, μή τι καὶ ἄκοντος αὑτοῦ πάθοι. ὁ μὲν δὴ ταῦτʼ ἐπὶ βήματος ὑψηλοῦ, καθάπερ ὕπατος, τοῖς πρέσβεσιν ἄνωθεν ἀπεκρίνατο· Μάριος δʼ αὐτῷ παρεστὼς παρὰ τὸν θρόνον ἡσύχαζε μέν, ἐδήλου δὲ τῇ δριμύτητι τοῦ προσώπου, πόσον ἐργάσεται φόνον. δεξαμένης δὲ ταῦτα τῆς βουλῆς καὶ καλούσης ἐσελθεῖν Κίνναν τε καὶ Μάριον ʽᾔσθοντο γὰρ δὴ Μαρίου μὲν εἶναι τὰ ἔργα τάδε πάντα, Κίνναν δʼ αὐτοῖς ἐπιγράφεσθαἰ, σὺν εἰρωνείᾳ σφόδρα ὁ Μάριος ἐπιμειδιῶν εἶπεν οὐκ εἶναι φυγάσιν εἰσόδους. καὶ εὐθὺς οἱ δήμαρχοι τὴν φυγὴν αὐτῷ τε καὶ ὅσοι ἄλλοι κατὰ Σύλλαν ὕπατον ἐξελήλαντο, ἐψηφίσαντο λελύσθαι.

οἱ μὲν δὴ δεχομένων αὐτοὺς σὺν δέει πάντων ἐσῄεσαν ἐς τὴν πόλιν, καὶ τὰ τῶν ἀντιπρᾶξαι σφίσι δοκούντων ἀκωλύτως πάντα διηρπάζετο· Ὀκταουίῳ δὲ Κίννας μὲν καὶ Μάριος ὅρκους ἐπεπόμφεσαν, καὶ θύται καὶ μάντεις οὐδὲν πείσεσθαι προύλεγον, οἱ δὲ φίλοι φυγεῖν παρῄνουν. ὁ δʼ εἰπὼν οὔποτε προλείψειν τὴν πόλιν ὕπατος ὢν ἐς τὸ Ἰάνουκλον, ἐκστὰς τοῦ μέσου, διῆλθε μετὰ τῶν ἐπιφανεστάτων καί τινος ἔτι καὶ στρατοῦ ἐπί τε τοῦ θρόνου προυκάθητο, τὴν τῆς ἀρχῆς ἐσθῆτα ἐπικείμενος, ῥάβδων καὶ πελέκεων ὡς ὑπάτῳ περικειμένων. ἐπιθέοντος δʼ αὐτῷ μετά τινων ἱππέων Κηνσωρίνου καὶ πάλιν τῶν φίλων αὐτὸν καὶ τῆς παρεστώσης στρατιᾶς φυγεῖν παρακαλούντων καὶ τὸν ἵππον αὐτῷ προσαγαγόντων, οὐκ ἀνασχόμενος οὐδὲ ὑπαναστῆναι τὴν σφαγὴν περιέμενεν. ὁ δὲ Κηνσωρῖνος αὐτοῦ τὴν κεφαλὴν ἐκτεμὼν ἐκόμισεν ἐς Κίνναν, καὶ ἐκρεμάσθη πρὸ τῶν ἐμβόλων ἐν ἀγορᾷ πρώτου τοῦδε ὑπάτου. μετὰ δʼ αὐτὸν καὶ τῶν ἄλλων ἀναιρουμένων ἐκρήμναντο αἱ κεφαλαί, καὶ οὐ διέλιπεν ἔτι καὶ τόδε τὸ μύσος, ἀρξάμενόν τε ἀπὸ Ὀκταουίου καὶ ἐς τοὺς ἔπειτα ὑπὸ τῶν ἐχθρῶν ἀναιρουμένους περιιόν.

ζητηταὶ δʼ ἐπὶ τοὺς ἐχθροὺς αὐτίκα ἐξέθεον τούς τε ἀπὸ τῆς βουλῆς καὶ τῶν καλουμένων ἱππέων, καὶ τῶν μὲν ἱππέων ἀναιρουμένων λόγος οὐδεὶς ἔτι μετὰ τὴν ἀναίρεσιν ἐγίγνετο, αἱ δὲ τῶν βουλευτῶν κεφαλαὶ πᾶσαι προυτίθεντο πρὸ τῶν ἐμβόλων. αἰδώς τε θεῶν ἢ νέμεσις ἀνδρῶν ἢ φθόνου φόβος οὐδεὶς ἔτι τοῖς γιγνομένοις ἐπῆν, ἀλλὰ ἐς ἔργα ἀνήμερα καὶ ἐπὶ τοῖς ἔργοις ἐς ὄψεις ἐτρέποντο ἀθεμίστους, κτιννύντες τε ἀνηλεῶς καὶ περιτέμνοντες αὐχένας ἀνδρῶν ἤδη τεθνεώτων καὶ προτιθέντες τὰς συμφορὰς ἐς φόβον ἢ κατάπληξιν ἢ θέαν ἀθέμιστον.

Γάιος μὲν δὴ Ἰούλιος καὶ Λεύκιος Ἰούλιος, δύο ἀλλήλοιν ἀδελφώ, καὶ Ἀτιλίος Σερρανὸς καὶ Πούπλιος Λέντλος καὶ Γάιος Νεμετώριος καὶ Μᾶρκος Βαίβιος ἐν ὁδῷ καταληφθέντες ἀνῃρέθησαν, Κράσσος δὲ μετὰ τοῦ παιδὸς διωκόμενος τὸν μὲν υἱὸν ἔφθασε προανελεῖν, αὐτὸς δʼ ὑπὸ τῶν διωκόντων ἐπανῃρέθη. τὸν δὲ ῥήτορα Μᾶρκον Ἀντώνιον ἔς τι χωρίον ἐκφυγόντα ὁ γεωργὸς ἐπικρύπτων καὶ ξενίζων ἐς πανδοκεῖον ἔπεμψε τὸν θεράποντα σπουδαιότερον τοῦ συνήθους οἶνον πρίασθαι· καὶ τοῦ καπήλου, τί δὴ σπουδαιότερον αἰτοίη, πυθομένου, ὁ μὲν θεράπων ἐψιθύρισε τὴν αἰτίαν καὶ πριάμενος ἐπανῆλθεν, ὁ δὲ κάπηλος αὐτίκα ἔθει Μαρίῳ τοῦτο δηλώσων, καὶ ὁ Μάριος, ἐπείτε ἤκουσεν, ὑφʼ ἡδονῆς ἀνέδραμεν ὡς αὐτὸς ὁρμήσων ἐπὶ τὸ ἔργον. ἐπισχόντων δʼ αὐτὸν τῶν φίλων χιλίαρχος ἀποσταλεὶς στρατιώτας ἐς τὸ οἴκημα ἀνέπεμψεν, οὓς ὁ Ἀντώνιος ἡδὺς ὢν εἰπεῖν κατεκήλει λόγοις μακροῖς, οἰκτιζόμενός τε καὶ πολλὰ καὶ ποικίλα διεξιών, ἕως ὁ χιλίαρχος ἀπορῶν ἐπὶ τῷ γιγνομένῳ αὐτὸς ἀνέδραμεν ἐς τὸ οἴκημα καὶ τοὺς στρατιώτας εὑρὼν ἀκροωμένους ἔκτεινε τὸν Ἀντώνιον ῥητορεύοντα ἔτι καὶ τὴν κεφαλὴν ἔπεμψε τῷ Μαρίῳ.

Κορνοῦτον δὲ ἐν καλύβαις κρυπτόμενον οἱ θεράποντες εὐμηχάνως περιέσωσαν· νεκρῷ γὰρ περιτυχόντες σώματι πυράν τε ἔνησαν καὶ τῶν ζητητῶν ἐπιόντων ἅψαντες τὴν πυρὰν ἔφασαν τὸν δεσπότην καίειν ἀπαγξάμενον. ὁ μὲν δὴ πρὸς τῶν θεραπόντων περισέσωστο, Κόιντος δὲ Ἀγχάριος Μάριον ἐν τῷ Καπιτωλίῳ μέλλοντα θύσειν ἐφύλαττεν, ἐλπίζων οἱ τὸ ἱερὸν διαλλακτήριον ἔσεσθαι. ὁ δʼ ἀρχόμενος τῆς θυσίας προσιόντα τὸν Ἀγχάριον καὶ προσαγορεύοντα αὐτίκα ἐν τῷ Καπιτωλίῳ τοῖς παρεστῶσι προσέταξεν ἀνελεῖν. καὶ ἡ κεφαλὴ καὶ τοῦδε καὶ Ἀντωνίου τοῦ ῥήτορος καὶ τῶν ἄλλων ὑπάτων ἢ στρατηγῶν γεγονότων ἐν ἀγορᾷ προυτέθησαν. ταφήν τε οὐδενὶ ἐξῆν ἐπενεγκεῖν ἐς οὐδένα τῶν ἀναιρουμένων, ἀλλʼ οἰωνοὶ καὶ κύνες ἄνδρας τοιούσδε διεσπάσαντο. πολὺς δὲ καὶ ἄλλος ἦν τῶν στασιωτῶν φόνος ἐς ἀλλήλους ἀνεύθυνος καὶ ἐξελάσεις ἑτέρων καὶ δημεύσεις περιουσίας καὶ ἀρχῆς ἀφαιρέσεις καὶ ἀνατροπαὶ τῶν ἐπὶ Σύλλα τεθέντων νόμων. αὐτοῦ τε Σύλλα φίλοι πάντες ἀνῃροῦντο, καὶ ἡ οἰκία κατεσκάπτετο, καὶ ἡ περιουσία δεδήμευτο, καὶ πολέμιος ἐψηφίζετο· τὸ δὲ γύναιον καὶ ἡ γενεὰ ζητούμενοι διέφυγον. ὅλως τε οὐδὲν ἀπῆν ἀθρόων τε καὶ ποικίλων κακῶν.

ἐπὶ δὲ τούτοις, ἐς ὑπόκρισιν ἀρχῆς ἐννόμου μετὰ τοσούσδε φόνους ἀκρίτους, ὑπεβλήθησαν κατήγοροι τῷ τε ἱερεῖ τοῦ Διὸς Μερόλᾳ, κατʼ ὀργὴν ἄρα τῆς ἀρχῆς, ἣν Κίνναν οὐδὲν ἀδικῶν διεδέδεκτο, καὶ Λουτατίῳ Κάτλῳ, τῷ Μαρίου περὶ τὰ Κιμβρικὰ συνάρχῳ, περισωθέντι μὲν ἐκ Μαρίου πάλαι, ἀχαρίστῳ δʼ ἐς αὐτὸν καὶ πικροτάτῳ περὶ τὴν ἐξέλασιν γενομένῳ. οὗτοι μὲν δὴ φυλλασσόμενοί τε ἀφανῶς καὶ τῆς κυρίας ἡμέρας ἐπελθούσης ἐς τὴν δίκην ἀνακαλούμενοι ʽτετράκις δὲ ἐχρῆν κηρυττομένους ἐν ὡρισμένοις ὡρῶν διαστήμασιν ἁλῶναἰ, Μερόλας μὲν τὰς φλέβας ἐνέτεμεν ἑαυτοῦ, καὶ πινάκιον αὐτῷ παρακείμενον ἐδήλου, ὅτι κόπτων τὰς φλέβας τὸν πῖλον ἀποθοῖτο ʽοὐ γὰρ ἦν θεμιτὸν ἱερέα περικείμενον τελευτᾶν̓, Κάτλος δʼ ἐν οἰκήματι νεοχρίστῳ τε καὶ ἔτι ὑγρῷ καίων ἄνθρακας ἑκὼν ἀπεπνίγη. καὶ οὗτοι μὲν οὕτως ἀπέθανον, θεράποντες δʼ ὅσοι κατὰ τὸ κήρυγμα πρὸς Κίνναν ἐκδραμόντες ἐλεύθεροι γεγένηντο καὶ αὐτῷ Κίννᾳ τότε ἐστρατεύοντο, ταῖς οἰκίαις ἐπέτρεχον καὶ διήρπαζον, ἀναιροῦντες ἅμα οἷς περιτύχοιεν· οἱ δὲ αὐτῶν καὶ τοῖς σφετέροις δεσπόταις μάλιστα ἐπεχείρουν. Κίννας δʼ ἐπεὶ πολλάκις αὐτοῖς ἀπαγορεύων οὐκ ἔπειθε, Γαλατῶν στρατιὰν αὐτοῖς ἔτι νυκτὸς ἀναπαυομένοις περιστήσας διέφθειρε πάντας.

οἱ μὲν δὴ θεράποντες δίκην ἀξίαν ἔδοσαν τῆς ἐς δεσπότας πολλάκις ἀπιστίας· τοῦ δʼ ἐπιόντος ἔτους ὕπατοι μὲν ᾕρηντο Κίννας τε αὖθις καὶ Μάριος ἕβδομον, ᾧ μετὰ φυγὴν καὶ ἐπικήρυξιν, εἴ τις ὡς πολέμιον ἀνέλοι, τὸ μάντευμα ὅμως ἀπήντα τὸ τῶν ἑπτὰ νεογνῶν ἀετῶν. ἀλλʼ οὗτος μὲν πολλὰ καὶ δεινὰ ἐς Σύλλαν ἐπινοῶν τοῦ πρώτου μηνὸς τῆς ἀρχῆς ἀπέθανε, καὶ Οὐαλέριον Φλάκκον ὁ Κίννας ἑλόμενος ἀντʼ αὐτοῦ εἰς τὴν Ἀσίαν ἐξέπεμψεν, ἀποθανόντος δὲ καὶ Φλάκκου Κάρβωνα εἵλετο συνάρχειν ἑαυτῷ.