Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ταῦτʼ οὖν οἱ τῆς Μιντούρνης ἄρχοντες ἐνθυμούμενοι καὶ τὸν Γαλάτην ἔνθουν κατὰ δαίμονα καὶ περιδεᾶ νομίζοντες γεγονέναι, τὸν Μάριον αὐτίκα τῆς πόλεως ἐξέπεμπον, ὅπῃ δύναιτο, σῴζεσθαι. ὁ δὲ συγγιγνώσκων ἑαυτῷ ζητουμένῳ τε ἐκ Σύλλα καὶ πρὸς ἱππέων διωκομένῳ, ὁδοὺς ἀτριβεῖς ἐπὶ θάλασσαν ἠλᾶτο καὶ καλύβης ἐπιτυχὼν ἀνεπαύετο, φυλλάδα ἐπιβαλόμενος τῷ σώματι. ψόφου δʼ αἰσθόμενος ἐς τὴν φυλλάδα ὑπεκρύφθη καὶ μᾶλλον ἔτι αἰσθόμενος ἐς σκάφος ἁλιέως πρεσβύτου παρορμοῦν, βιασάμενος τὸν πρεσβύτην, ἐσήλατο χειμῶνος ὄντος καὶ τὸ πεῖσμα κόψας καὶ τὸ ἱστίον πετάσας ἐπέτρεψε τῇ τύχῃ φέρειν. κατήχθη δὲ ἔς τινα νῆσον, ὅθεν νεὼς οἰκείων ἀνδρῶν παραπλεούσης ἐπιτυχὼν ἐς Λιβύην ἐπέρα. εἰργόμενος δὲ καὶ Λιβύης ὡς πολέμιος ὑπὸ Σεξστιλίου ἡγουμένου, διεχείμαζεν ἐν τῇ θαλάσσῃ, μικρὸν ὑπὲρ Λιβύην ἄνω, ἐν τοῖς Νομάδων ὅροις. καὶ αὐτῷ θαλασσεύνοτι δεῦρο κατὰ πύστιν ἐπέπλευσαν τῶν συγκατεγνωσμένων Κέθηγός τε καὶ Γράνιος καὶ Ἀλβινοουανὸς καὶ Λαιτώριος καὶ ἕτεροι καὶ ὁ υἱὸς αὐτοῦ Μαρίου· οἳ ἐς μὲν Ἱεμψάλαν τὸν Νομάδων δυνάστην ἀπὸ Ῥώμης διέφυγον, ὑποψίᾳ δʼ ἐκδόσεως ἐκεῖθεν ἀπέδρασαν.

οἱ μὲν δή, καθὰ καὶ Σύλλας ἐπεπράχει, βιάσασθαι τὴν πατρίδα διανοούμενοι, στρατιὰν δʼ οὐκ ἔχοντες, περιέβλεπον, εἴ τι συμβαίη· ἐν δὲ Ῥώμῃ Σύλλας μέν, ὅπλοις τὴν πόλιν ὅδε πρῶτος καταλαβών τε καὶ δυνηθεὶς ἂν ἴσως ἤδη μοναρχεῖν, ἐπεὶ τοὺς ἐχθροὺς ἠμύνατο, τὴν βίαν ἑκὼν ἀπέθετο καὶ τὸν στρατὸν ἐς Καπύην προπέμψας αὖθις ἦρχεν ὡς ὕπατος· οἱ δὲ τῶν ἐξελαθέντων στασιῶται, ὅσοι τῶν πλουσίων, καὶ γύναια πολλὰ πολυχρήματα, τοῦ δέους τῶν ὅπλων ἀναπνεύσαντες ἠρεθίζοντο ὑπὲρ καθόδου τῶνδε τῶν ἀνδρῶν καὶ οὐδὲν σπουδῆς ἢ δαπάνης ἐς τοῦτο ἀπέλειπον, ἐπιβουλεύοντες καὶ τοῖς τῶν ὑπάτων σώμασιν ὡς οὐκ ἐνὸν τῶνδε περιόντων ἐκείνοις κατελθεῖν. Σύλλᾳ μὲν δὴ καὶ παυσαμένῳ τῆς ἀρχῆς στρατὸς ἦν, ὁ ἐψηφισμένος ἐπὶ Μιθριδάτην, ἐς σωτηρίαν αὐτοῦ φύλαξ· Κόιντον δὲ Πομπήιον, τὸν ἕτερον ὕπατον, ὁ δῆμος οἰκτείρων τοῦ δέους ἐψηφίσατο ἄρχειν Ἰταλίας καὶ ἑτέρου τοῦ περὶ αὐτὴν στρατοῦ, τότε ὄντος ὑπὸ Γναίῳ Πομπηίῳ. τοῦθʼ ὁ Γναῖος πυθόμενός τε καὶ δυσχεράνας ἥκοντα μὲν τὸν Κόιντον ἐς τὸ στρατόπεδον ἐσεδέξατο, καὶ τῆς ἐπιούσης τι χρηματίζοντος ὑπεχώρησε μικρὸν οἷα ἰδιώτης, μέχρι τὸν ὕπατον πολλοὶ καθʼ ὑπόκρισιν ἀκροάσεως περιστάντες ἔκτειναν. καὶ φυγῆς τῶν λοιπῶν γενομένης ὁ Γναῖος αὐτοῖς ὑπήντα, χαλεπαίνων ὡς ὑπάτου παρανόμως ἀνῃρημένου· δυσχεράνας δʼ ὅμως εὐθὺς ἦρχεν αὐτῶν.

ἐξαγγελθέντος δʼ ἐς τὴν πόλιν τοῦ Πομπηίου φόνου, αὐτίκα μὲν ὁ Σύλλας περιδεὴς ἐφʼ ἑαυτῷ γενόμενος τοὺς φίλους περιήγετο πανταχοῦ καὶ νυκτὸς ἀμφʼ αὑτὸν εἶχεν, οὐ πολὺ δʼ ἐπιμείνας ἐς Καπύην ἐπὶ τὸν στρατὸν κἀκεῖθεν ἐς τὴν Ἀσίαν ἐξήλασεν. οἱ δὲ τῶν φυγάδων φίλοι Κίννᾳ, τῷ μετὰ Σύλλαν ὑπατεύοντι, θαρροῦντες τοὺς νεοπολίτας ἠρέθιζον ἐς τὸ ἐνθύμημα τοῦ Μαρίου, ταῖς φυλαῖς πάσαις ἀξιοῦν ἀναμιχθῆναι, ἵνα μὴ τελευταῖοι ψηφιζόμενοι πάντων ὦσιν ἄκυροι. τοῦτο δὴ προοίμιον τῆς αὐτοῦ τε Μαρίου καὶ τῶν ἀμφὶ τὸν ἄνδρα καθόδου. ἀνθισταμένων δὲ τῶν ἀρχαίων κατὰ κράτος, Κίννας μὲν τοῖς νεοπολίταις συνέπραττε, νομιζόμενος ἐπὶ τῷδε τριακόσια δωροδοκῆσαι τάλαντα, τοῖς δʼ ἀρχαίοις ὁ ἕτερος ὕπατος Ὀκτάουιος. καὶ οἱ μὲν ἀμφὶ τὸν Κίνναν προλαβόντες τὴν ἀγορὰν μετὰ κεκρυμμένων ξιφιδίων ἐβόων ἐς τὰς φυλὰς πάσας ἀναμιγῆναι· τὸ δὲ καθαρώτερον πλῆθος ἐς τὸν Ὀκτάουιον ἐχώρει, καὶ οἵδε μετὰ ξιφιδίων.

ἔτι δʼ αὐτῷ κατὰ τὴν οἰκίαν τὸ μέλλον περιορωμένῳ ἐξαγγέλλεται τοὺς πλέονας δημάρχους κωλύειν τὰ γιγνόμενα, θόρυβον δὲ τῶν νεοπολιτῶν εἶναι καὶ ἀπογύμνωσιν ἤδη τῶν ξιφιδίων περὶ ὁδὸν ἐς τοὺς ἀντιλέγοντας δημάρχους ἀναπηδώντων ἐπὶ τὰ ἔμβολα. ὧν Ὀκτάουιος πυθόμενος κατέβαινε διὰ τῆς Ἱερᾶς ὁδοῦ μετὰ πυκνοῦ πάνυ πλήθους καὶ οἷα χειμάρρους ἐς τὴν ἀγορὰν ἐμπεσὼν ὤσατο μὲν διὰ μέσων τῶν συνεστώτων καὶ διέστησεν αὐτούς· ὡς δὲ κατέπληξεν, ἐς τὸ τῶν Διοσκούρων ἱερὸν παρῆλθε, τὸν Κίνναν ἐκτρεπόμενος. ὅσοι δʼ αὐτῷ συνῆσαν, χωρὶς ἐπαγγέλματος ἐμπεσόντες τοῖς νεοπολίταις ἔκτεινάν τε πολλοὺς καὶ ἑτέρους φεύγοντας ἐπὶ τὰς πύλας ἐδίωκον.

Κίννας δὲ θαρρήσας μὲν τῷ πλήθει τῶν νεοπολιτῶν καὶ βιάσεσθαι προσδοκήσας, παρὰ δόξαν δʼ ὁρῶν τὸ τόλμημα τῶν ὀλιγωτέρων ἐπικρατοῦν, ἀνὰ τὴν πόλιν ἔθει τοὺς θεράποντας ἐπʼ ἐλευθερίᾳ συγκαλῶν. οὐδενὸς δʼ αὐτῷ προσιόντος ἐξέδραμεν ἐς τὰς ἀγχοῦ πόλεις τὰς οὐ πρὸ πολλοῦ πολίτιδας Ῥωμαίων γενομένας, Τίβυρτόν τε καὶ Πραινεστὸν καὶ ὅσαι μέχρι Νώλης, ἐρεθίζων ἅπαντας ἐς ἀπόστασιν καὶ χρήματα ἐς τὸν πόλεμον συλλέγων. ταῦτα δʼ ἐργαζομένῳ τε καὶ ἐπινοοῦντι τῷ Κίννᾳ προσέφυγον ἀπὸ τῆς βουλῆς οἳ τὰ αὐτὰ ἐφρόνουν, Γάιός τε Μιλώνιος καὶ Κόιντος Σερτώριος καὶ Γάιος Μάριος ἕτερος.

ἡ μὲν δὴ βουλὴ τὸν Κίνναν, ὡς ἐν κινδύνῳ τε τὴν πόλιν καταλιπόντα ὕπατον καὶ δούλοις ἐλευθερίαν κηρύξαντα, ἐψηφίσατο μήτε ὕπατον μήτε πολίτην ἔτι εἶναι καὶ Λεύκιον Μερόλαν ἐχειροτόνησαν ἀντʼ αὐτοῦ, τὸν ἱερέα τοῦ Διός. λέγεται δʼ οὗτος ὁ ἱερεὺς φλαμέντας καὶ πιλοφορεῖ μόνος αἰεί, τῶν ἄλλων ἱερέων ἐν μόναις πιλοφορούντων ταῖς ἱερουργίαις. Κίννας δʼ ἐς Καπύην τραπόμενος, ἔνθα Ῥωμαίων στρατὸς ἄλλος ἦν, τούς τε ἄρχοντας αὐτοῦ καὶ ὅσοι ἀπὸ τῆς βουλῆς ἐπεδήμουν, ἐθεράπευε καὶ παρελθὼν ὡς ὕπατος ἐς μέσους τάς τε ῥάβδους καθεῖλεν οἷα ἰδιώτης καὶ δακρύσας ἔφη· “παρὰ μὲν ὑμῶν, ὦ πολῖται, τὴν ἀρχὴν τήνδε ἔλαβον· ὁ γὰρ δῆμος ἐχειροτόνησεν· ἡ βουλὴ δʼ ἀφείλετό με χωρὶς ὑμῶν. καὶ τάδε παθὼν ἐν οἰκείοις κακοῖς ὑπὲρ ὑμῶν ὅμως ἀγανακτῶ· τί γὰρ ἔτι τὰς φυλὰς ἐν ταῖς χειροτονίαις θεραπεύομεν, τί δὲ ὑμῶν δεόμεθα, ποῦ δὲ ἔσεσθε τῶν ἐκκλησιῶν ἢ χειροτονιῶν ἢ τῶν ὑπατειῶν ἔτι κύριοι, εἰ μὴ βεβαιώσετε μέν, ἃ δίδοτε, ἀφαιρήσεσθε δʼ, ὅταν αὐτοὶ δοκιμάσητε.”

ταῦτʼ εἰπὼν ἐς ἐρέθισμα καὶ πολλὰ περὶ αὑτοῦ κατοικτισάμενος τήν τε ἐσθῆτα κατέρρηξε καὶ ἀπὸ τοῦ βήματος καταθορὼν ἔρριψεν αὑτὸν ἐς μέσους καὶ ἔκειτο ἐπὶ πλεῖστον, ἕως ἐπικλασθέντες ἀνέστησάν τε αὐτὸν καὶ καθίσαντες αὖθις ἐπὶ τοῦ θρόνου τάς τε ῥάβδους ἀνέσχον καὶ θαρρεῖν οἷα ὕπατον ἐκέλευον καὶ σφᾶς ἄγειν ἐφʼ ὅ τι χρῄζοι. τῆς δʼ ἀφορμῆς εὐθὺς οἱ ἄρχοντες αὐτῶν ἐπέβαινον καὶ ὤμνυον τῷ Κίννᾳ τὸν ὅρκον τὸν στρατιωτικόν, καὶ τοὺς ὑφʼ αὑτὸν ἕκαστος ἐξώρκου. ὁ δʼ, ἐπεί οἱ ταῦτα εἶχεν ἀσφαλῶς, ἐπὶ τὰς συμμαχίδας πόλεις διέθει καὶ ἠρέθιζε κἀκείνους, ὡς διὰ τούσδε μάλιστα τὴν συμφορὰν αὑτῷ γενομένην· οἱ δὲ χρήματά τε αὐτῷ καὶ στρατιὰν συνετέλουν· καὶ πολλοὶ καὶ τῶν ἐν Ῥώμῃ δυνατῶν ἕτεροι πρὸς αὐτὸν ἀφικνοῦντο, οἷς ἀπήρεσκεν ἡ τῆς πολιτείας εὐστάθεια.

καὶ Κίννας μὲν ἀμφὶ ταῦτʼ ἐγίγνετο, Ὀκτάουιος δὲ καὶ Μερόλας οἱ ὕπατοι τὸ μὲν ἄστυ τάφροις καὶ τειχῶν ἐπισκευαῖς ὠχύρουν καὶ μηχανήματα ἐφίστανον, ἐπὶ δὲ στρατιὰν ἔς τε τὰς ἑτέρας πόλεις τὰς ἔτι σφῶν κατηκόους καὶ ἐς τὴν ἀγχοῦ Γαλατίαν περιέπεμπον Γναῖόν τε Πομπήιον, ἀνθύπατον ὄντα καὶ στρατευμάτων περὶ τὸν Ἰόνιον ἡγούμενον, ἐκάλουν κατὰ σπουδὴν ἐπικουρεῖν τῇ πατρίδι.

ὁ δʼ ἦλθε καὶ πρὸς ταῖς Κολλίναις πύλαις ἐστρατοπέδευσε· καὶ ὁ Κίννας ἐπελθὼν αὐτῷ παρεστρατοπέδευε. Γάιος δὲ Μάριος τούτων πυθόμενος ἐς Τυρρηνίαν κατέπλευσεν ἅμα τοῖς συνεξελαθεῖσι καὶ θεράπουσιν αὐτῶν ἐπελθοῦσιν ἀπὸ Ῥώμης, ἐς πεντακοσίους μάλιστά που γεγονόσι. ῥυπῶν δʼ ἔτι καὶ κόμης ἔμπλεως ἐπῄει τὰς πόλεις, οἰκτρὸς ὀφθῆναι· μάχας τε καὶ τρόπαια αὑτοῦ Κιμβρικὰ καὶ ἓξ ὑπατείας ὑπερεπαίρων καὶ περὶ τῆς χειροτονίας σφόδρα αὐτοῖς ἐπιθυμοῦσιν ἐπαγγελλόμενός τε καὶ πιστὸς εἶναι δοκῶν, συνήγαγε Τυρρηνῶν ἑξακισχιλίους καὶ ἐς Κίνναν διῆλθεν ἀσμένως αὐτὸν ἐπὶ κοινωνία τῶν παρόντων δεχόμενον. ὡς δὲ ἀνεμίχθησαν, ἐστρατοπέδευον ἐπὶ τοῦ ποταμοῦ τοῦ Τιβέριος ἐς τρία διαιρεθέντες, Κίννας μὲν καὶ Κάρβων σὺν αὐτῷ τῆς πόλεως ἀντικρύ, Σερτώριος δὲ ὑπὲρ τὴν πόλιν ἄνω καὶ Μάριος πρὸς τῇ θαλάσση, ζευγνύντες οἵδε τὸν ποταμὸν καὶ γεφυροῦντες, ἵνα τὴν πόλιν ἀφέλοιντο τὴν σιταγωγίαν. Μάριος δὲ καὶ Ὄστια εἷλε καὶ διήρπαζε, καὶ Κίννας ἐπιπέμψας Ἀρίμινον κατέλαβε, τοῦ μή τινα στρατιὰν ἐς τὴν πόλιν ἐπελθεῖν ἐκ τῆς ὑπηκόου Γαλατίας.

οἱ δὲ ὕπατοι δεδιότες καὶ στρατιᾶς ἄλλης δεόμενοι Σύλλαν μὲν οὐκ εἶχον καλεῖν ἐς τὴν Ἀσίαν ἤδη πεπερακότα, Καικίλιον δὲ Μέτελλον, τὰ λείψανα τοῦ συμμαχικοῦ πολέμου πρὸς Σαυνίτας διατιθέμενον, ἐκέλευον ὅπῃ δύναιτο εὐπρεπῶς διαλυσάμενον ἐπικουρεῖν τῇ πατρίδι πολιορκουμένῃ. οὐ συμβαίνοντος δὲ Σαυνίταις ἐς ἃ ᾔτουν τοῦ Μετέλλου, ὁ Μάριος αἰσθόμενος συνέθετο τοῖς Σαυνίταις ἐπὶ πᾶσιν οἷς ᾔτουν παρὰ τοῦ Μετέλλου. ὧδε μὲν δὴ καὶ Σαυνῖται Μαρίῳ συνεμάχουν· Κλαύδιον δὲ Ἄππιον χιλίαρχον, τειχοφυλακοῦντα τῆς Ῥώμης τὸν λόφον τὸν καλούμενον Ἰάνουκλον, εὖ ποτε παθόντα ὑφʼ ἑαυτοῦ, τῆς εὐεργεσίας ἀναμνήσας ὁ Μάριος ἐς τὴν πόλιν ἐσῆλθεν, ὑπανοιχθείσης αὐτῷ πύλης περὶ ἕω, καὶ τὸν Κίνναν ἐσεδέξατο. ἀλλʼ οὗτοι μὲν αὐτίκα ἐξεώσθησαν Ὀκταουίου καὶ Πομπηίου σφίσιν ἐπιδραμόντων· κεραυνῶν δὲ πολλῶν ἐς τὸ τοῦ Πομπηίου στρατόπεδον καταρραγέντων ἄλλοι τε τῶν ἐπιφανῶν καὶ ὁ Πομπήιος ἀπώλετο.