Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

καὶ οἵδε μὲν ἀλλήλαις ἀντιστρατοπεδεύοντες οὐκ ἐπεχείρουν οὐδέτερος οὐδετέρῳ διὰ φόβον· Μάρσους δὲ Κορνήλιος Σύλλας καὶ Γάιος Μάριος ἐπιθεμένους σφίσι συντόνως ἐδίωκον, μέχρι θριγκοῖς ἀμπέλων ἐμπεσεῖν αὐτούς· καὶ Μάρσοι μὲν τοὺς θριγκοὺς κακοπαθῶς ὑπερέβαινον, Μαρίῳ δὲ καὶ Σύλλᾳ διώκειν ὑπὲρ τούτους οὐκ ἔδοξεν. Κορνήλιος δὲ Σύλλας ἐπὶ θάτερα τῶνδε τῶν ἀμπέλων στρατοπεδεύων, αἰσθόμενος τοῦ γεγονότος ὑπήντα τοῖς ἐκφεύγουσι τῶν Μάρσων καὶ πολλοὺς καὶ ὅδε ἀπέκτεινεν, ὡς τὸν φόνον ἐκείνης τῆς ἡμέρας γενέσθαι περὶ πλείους ἑξακισχιλίων, ὅπλα δʼ ὑπὸ Ῥωμαίων ληφθῆναι πολὺ πλείονα.

Μάρσοι μὲν δὴ δίκην θηρίων, τῷ πταίσματι προσαγανακτοῦντες, αὖθις ὡπλίζοντο καὶ παρεσκευάζοντο αὐτοῖς ἐπιέναι, προεπιχειρεῖν μὴ θαρροῦσι μηδὲ ἄρχειν μάχης· ἔστι γὰρ τὸ ἔθνος πολεμικώτατον, καὶ φασι κατʼ αὐτοῦ θρίαμβον ἐπὶ τῷδε τῷ πταίσματι γενέσθαι μόνῳ, λεγόμενον πρότερον οὔτε κατὰ Μάρσων οὔτε ἄνευ Μάρσων γενέσθαι θρίαμβον.

περὶ δὲ τὸ Φάλερνον ὄρος Γναῖον Πομπήιον Οὐιδακίλιος καὶ Τίτος Λαφρήνιος καὶ Πόπλιος Οὐέττιος, ἐς ταὐτὸν ἀλλήλοις συνελθόντες, ἐτρέποντο καὶ κατεδίωκον ἐς πόλιν Φίρμον. καὶ οἱ μὲν αὐτῶν ἐφʼ ἕτερα ᾤχοντο, Λαφρήνιος δὲ παρεκάθητο Πομπηίῳ ἐς τὸ Φίρμον κατακεκλεισμένῳ. ὁ δʼ αὐτίκα μὲν ὁπλίζων τοὺς ὑπολοίπους ἐς χεῖρας οὐκ ᾔει, προσελθόντος δὲ ἑτέρου στρατοῦ Σουλπίκιον περιέπεμπεν ὀπίσω τοῦ Λαφρηνίου γενέσθαι καὶ αὐτὸς κατὰ μέτωπον ἐπῄει. γενομένης δʼ ἐν χερσὶ τῆς μάχης καὶ πονουμένοιν ἀμφοῖν, ὁ Σουλπίκιος ἐνεπίμπρη τὸ τῶν πολεμίων στρατόπεδον, καὶ τοῦθʼ οἱ πολέμιοι κατιδόντες ἐς Ἄσκλον ἔφευγον, ἀκόσμως ἅμα καὶ ἀστρατηγήτως· Λαφρήνιος γὰρ ἐπεπτώκει μαχόμενος. Πομπήιος δὲ καὶ τὸ Ἄσκλον ἐπελθὼν ἐπολιόρκει.

πατρὶς δʼ ἦν Οὐιδακιλίου τὸ Ἄσκλον, καὶ δεδιὼς ὑπὲρ αὐτῆς ἠπείγετο, σπείρας ἄγων ὀκτώ. προπέμψας τε τοῖς Ἀσκλαίοις ἐκέλευεν, ὅταν αὑτὸν ἴδωσι πόρρωθεν ἐπιόντα, ἐκδραμεῖν ἐπὶ τοὺς περικαθημένους, ὡς τὸν ἀγῶνα τοῖς ἐχθροῖς ἑκατέρωθεν γενέσθαι· ἀλλὰ Ἀσκλαῖοι μὲν ἀπώκνησαν, ὁ δὲ Οὐιδακίλιος καὶ ὣς ἐς τὴν πόλιν διὰ μέσων τῶν πολεμίων ἐσδραμὼν μεθʼ ὅσων ἐδυνήθη, ὠνείδισε μὲν αὐτοῖς τὴν ἀτολμίαν καὶ δυσπείθειαν, οὐκ ἐλπίζων δʼ ἔτι τὴν πόλιν περιέσεσθαι, τοὺς μὲν ἐχθρούς, οἳ τέως αὐτῷ διεφέροντο καὶ τότε διὰ φθόνον τὸ πλῆθος ἐς ἃ παρήγγελλεν ἀπέτρεψαν, ἔκτεινε πάντας· ἐν δὲ ἱερῷ πυρὰν νήσας καὶ κλίνην ἐπιθεὶς ἐπὶ τῇ πυρᾷ, παρευωχήθη σὺν τοῖς φίλοις καὶ προϊόντος τοῦ πότου φάρμακόν τε προσηνέγκατο καὶ κατακλίνας αὑτὸν ἐπὶ τῆς πυρᾶς ἐκέλευσε τοῖς φίλοις ἅψαι τὸ πῦρ· καὶ Οὐιδακίλιος μὲν ὧδε φιλοτιμηθεὶς πρὸ τῆς πατρίδος ἀποθανεῖν κατελύθη, Σέξστος δὲ Καῖσαρ ἐξήκοντος αὐτῷ τοῦ χρόνου τῆς ἀρχῆς ἀνθύπατος ὑπὸ τῆς βουλῆς αἱρεθεὶς ἐπέδραμεν ἀνδράσι δισμυρίοις μεταστρατοπεδεύουσί ποι καὶ ἔκτεινεν αὐτῶν ἐς ὀκτακισχιλίους ὅπλα τε πολὺ πλειόνων ἔλαβε. χρονίου δʼ αὐτῷ τῆς περὶ τὸ Ἄσκλον οὔσης πολιορκίας, ἀποθνῄσκων ἐκ νόσου ἀντιστράτηγον ἀπέφηνε Γάιον Βαίβιον.

καὶ τάδε μὲν ἀμφὶ τὴν Ἰταλίαν ἦν τὴν περὶ τὸν Ἰόνιον· αἰσθόμενοι δʼ αὐτῶν οἱ ἐπὶ θάτερα τῆς Ῥώμης Τυρρηνοὶ καὶ Ὀμβρικοὶ καὶ ἄλλα τινὰ αὐτοῖς ἔθνη γειτονεύοντα, πάντες ἐς ἀπόστασιν ἠρεθίζοντο. δείσασα οὖν ἡ βουλή, μὴ ἐν κύκλῳ γενόμενος αὐτοῖς ὁ πόλεμος ἀφύλακτος ᾖ, τὴν μὲν θάλασσαν ἐφρούρει τὴν ἀπὸ Κύμης ἐπὶ τὸ ἄστυ διʼ ἀπελευθέρων, τότε πρῶτον ἐς στρατείαν διʼ ἀπορίαν ἀνδρῶν καταλεγέντων, Ἰταλιωτῶν δὲ τοὺς ἔτι ἐν τῇ συμμαχίᾳ παραμένοντας ἐψηφίσατο εἶναι πολίτας, οὗ δὴ μάλιστα μόνον οὐ πάντες ἐπεθύμουν. καὶ τάδε ἐς Τυρρηνοὺς περιέπεμπεν, οἱ δὲ ἄσμενοι τῆς πολιτείας μετελάμβανον. καὶ τῇδε τῇ χάριτι ἡ βουλὴ τοὺς μὲν εὔνους εὐνουστέρους ἐποίησε, τοὺς δὲ ἐνδοιάζοντας ἐβεβαιώσατο, τοὺς δὲ πολεμοῦντας ἐλπίδι τινὶ τῶν ὁμοίων πραοτέρους ἐποίησεν. Ῥωμαῖοι μὲν δὴ τούσδε τοὺς νεοπολίτας οὐκ ἐς τὰς πέντε καὶ τριάκοντα φυλάς, αἳ τότε ἦσαν αὐτοῖς, κατέλεξαν, ἵνα μὴ τῶν ἀρχαίων πλέονες ὄντες ἐν ταῖς χειροτονίαις ἐπικρατοῖεν, ἀλλὰ δεκατεύοντες ἀπεφηναν ἑτέρας, ἐν αἷς ἐχειροτόνουν ἔσχατοι. καὶ πολλάκις αὐτῶν ἡ ψῆφος ἀχρεῖος ἦν, ἅτε τῶν πέντε καὶ τριάκοντα προτέρων τε καλουμένων καὶ οὐσῶν ὑπὲρ ἥμισυ. ὅπερ ἢ λαθὸν αὐτίκα ἢ καὶ ὣς αὐτὸ ἀγαπησάντων τῶν Ἰταλιωτῶν ὕστερον ἐπιγνωσθὲν ἑτέρας στάσεως ἦρξεν.