Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

Οὐέττιος μὲν Σκάτων Σέξστον Ἰούλιον τρεψάμενός τε καὶ δισχιλίους κτείνας ἐπὶ Αἰσερνίαν ἤλασε ῥωμαΐζουσαν· καὶ αὐτὴν οἱ μὲν συντάττοντες, Λεύκιός τε Σκιπίων καὶ Λεύκιος Ἀκίλιος θεραπόντων ἐσθῆτας ὑποδύντες ἀπέδρασαν, χρόνῳ δὲ καὶ λιμῷ παρεστήσαντο οἱ πολέμιοι. Μάριος δὲ Ἐγνάτιος Οὐέναφρον ἑλὼν ἐκ προδοσίας ἔκτεινε δύο Ῥωμαίων σπείρας ἐν αὐτῇ. Πρησενταῖος δὲ Πόπλιος Περπένναν μυρίων ἀνδρῶν ἡγούμενον ἐτρέψατο καὶ ἔκτεινεν ἐς τετρακισχιλίους καὶ τῶν λοιπῶν τοῦ πλέονος μέρους τὰ ὅπλα ἔλαβε· ἐφʼ ὅτῳ Περπένναν Ῥουτίλιος ὕπατος παρέλυσε τῆς στρατηγίας καὶ τὸ μέρος τοῦ στρατοῦ Γαΐῳ Μαρίῳ προσέθηκεν. Μᾶρκος δὲ Λαμπώνιος τῶν ἀμφὶ Λικίνιον Κράσσον ἀνεῖλεν ἐς ὀκτακοσίους καὶ τοὺς λοιποὺς ἐς Γρούμεντον πόλιν συνεδίωξε.

Γάιος δὲ Πάπιος Νῶλάν τε εἷλεν ἐκ προδοσίας καὶ τοῖς ἐν αὐτῇ Ῥωμαίοις, δισχιλίοις οὖσιν, ἐκήρυξεν, εἰ μεταθοῖντο, στρατεύσειν ἑαυτῷ. καὶ τούσδε μὲν ὁ Πάπιος μεταθεμένους ἐστράτευεν· οἱ δʼ ἡγεμόνες αὐτῶν οὐχ ὑπακούσαντες τῷ κηρύγματι ἐλήφθησαν αἰχμάλωτοι καὶ λιμῷ πρὸς τοῦ Παπίου διεφθάρησαν. Πάπιος δὲ καὶ Σταβίας εἷλε καὶ Μινέρουιον καὶ Σάλερνον, ἣ Ῥωμαίων ἄποικος ἦν· καὶ τοὺς ἐξ αὐτῶν αἰχμαλώτους τε καὶ δούλους ἐστράτευεν. ὡς δὲ καὶ Νουκερίας τὰ ἐν κύκλῳ πάντα κατέπρησεν, αἱ πλησίον αὐτῷ πόλεις καταπλαγεῖσαι προσετίθεντο στρατιάν τε αἰτοῦντι παρέσχον ἐς μυρίους πεζοὺς καὶ ἱππέας χιλίους· μεθʼ ὧν ὁ Πάπιος Ἀχέρραις παρεκάθητο. Σέξστου δὲ Καίσαρος Γαλατῶν πεζοὺς μυρίους καὶ Νομάδας Μαυρουσίους ἱππέας καὶ πεζοὺς προσλαβόντος τε καὶ χωροῦντος ἐπὶ τὰς Ἀχέρρας, ὁ Πάπιος Ὀξύνταν, υἱὸν Ἰογόρθου τοῦ Νομάδων ποτὲ βασιλέως, ὑπὸ Ῥωμαίων ἐν Οὐενουσίᾳ φυλαττόμενον, ἤγαγεν ἐκ τῆς Οὐενουσίας καὶ περιθεὶς αὐτῷ πορφύραν βασιλικὴν ἐπεδείκνυ θαμινὰ τοῖς Νομάσι τοῖς σὺν Καίσαρι. πολλῶν δʼ ὡς πρὸς ἴδιον βασιλέα αὐτομολούντων ἀθρόως, τοὺς μὲν λοιποὺς τῶν Νομάδων ὡς ὑπόπτους ὁ Καῖσαρ ἐς Λιβύην ἀπέπεμψε, Πασίου δὲ πελάσαντος αὐτῷ σὺν καταφρονήσει καὶ μέρος ἤδη τοῦ χάρακος διασπῶντος, τοὺς ἱππέας ἐκπέμψας κατʼ ἄλλας πύλας ἔκτεινε τοῦ Παπίου περὶ ἑξακισχιλίους. καὶ ἐπὶ τῷδε Καῖσαρ μὲν ἐξ Ἀχερρῶν ἀνεζεύγνυεν, Οὐιδακιλίῳ δʼ ἐν Ἰαπυγίᾳ προσετίθεντο Κανύσιοι καὶ Οὐενούσιοι καὶ ἕτεραι πόλεις πολλαί. τινὰς δὲ καὶ ἀπειθούσας ἐξεπολιόρκει, καὶ τῶν ἐν αὐταῖς Ῥωμαίων τοὺς μὲν ἐπιφανεῖς ἔκτεινε, τοὺς δὲ δημότας καὶ δούλους ἐστράτευε.

Ῥουτίλιος δὲ ὁ ὕπατος καὶ Γάιος Μάριος ἐπὶ τοῦ Λίριος ποταμοῦ γεφύρας ἐς διάβασιν ἐξ οὐ πολλοῦ διαστήματος ἀπʼ ἀλλήλων ἐπήγνυντο· καὶ Οὐέττιος Σκάτων αὐτοῖς ἀντεστρατοπέδευε παρὰ τὴν Μαρίου μάλιστα γέφυραν ἔλαθέ τε νυκτὸς περὶ τὴν Ῥουτιλίου γέφυραν λόχους ἐν φάραγξιν ἐνεδρεύσας. ἅμα δʼ ἕῳ τὸν Ῥουτίλιον διελθεῖν ὑπεριδὼν ἀνέστησε τὰς ἐνέδρας καὶ πολλοὺς μὲν ἔκτεινεν ἐπὶ τοῦ ξηροῦ, πολλοὺς δʼ ἐς τὸν ποταμὸν κατῶσεν· ὅ τε Ῥουτίλιος αὐτὸς ἐν τῷδε τῷ πόνῳ βέλει τρωθεὶς ἐς τὴν κεφαλὴν μετʼ ὀλίγον ἀπέθανε. καὶ Μάριος, ἐπὶ τῆς ἑτέρας ὢν γεφύρας τὸ συμβὰν ἐκ τῶν φερομένων κατὰ τὸ ῥεῦμα σωμάτων εἰκάσας τοὺς ἐν ποσὶν ὤσατο καὶ τὸ ῥεῦμα περάσας τὸν χάρακα τοῦ Σκάτωνος ὑπʼ ὀλίγων φυλαττόμενον εἷλεν, ὥστε τὸν Σκάτωνα νυκτερεῦσαί τε, ἔνθαπερ ἐνίκησε, καὶ ἀποροῦντα ἀγορᾶς ἀναζεῦξαι περὶ τὴν ἕω. Ῥουτιλίου δὲ τοῦ σώματος καὶ πολλῶν ἄλλων ἐπιφανῶν ἐπὶ ταφὴν ἐς Ῥώμην ἐνεχθέντων ἥ τε ὄψις ἀηδὴς ἦν ὑπάτου καὶ τοσῶνδε ἄλλων ἀνῃρημένων καὶ πολυήμερον ἐπὶ τῷδε πένθος ἠγέρθη. καὶ ἀπὸ τοῦδε ἡ βουλὴ τοὺς ἀποθνῄσκοντας ἐν τοῖς πολέμοις ἔκρινεν, ἔνθαπερ ἂν θάνωσι, θάπτεσθαι, τοῦ μὴ τοὺς λοιποὺς ἐκ τῆς ὄψεως ἀποτρέπεσθαι τῶν στρατειῶν. τὸ δʼ αὐτὸ καὶ οἱ πολέμιοι πυθόμενοι περὶ σφῶν ἐψηφίσαντο.

Ῥουτιλίῳ μὲν δὴ διάδοχος ἐπὶ τὸ λοιπὸν τοῦ ἔτους οὐκ ἐγένετο, Σέξστου Καίσαρος οὐκ ἀγαγόντος σχολὴν διαδραμεῖν ἐπὶ ἀρχαιρέσια ἐς Ῥώμην· τῆς δʼ ὑπʼ αὐτῷ στρατιᾶς ἡ βουλὴ προσέταξεν ἄρχειν Γάιόν τε Μάριον καὶ Κόιντον Καιπίωνα. τούτῳ τῷ Καιπίωνι Κόιντος Ποπαίδιος ὁ ἀντιστράτηγος οἷά τις αὐτόμολος προσέφυγεν, ἄγων καὶ διδοὺς ἐνέχυρον δύο βρέφη δοῦλα, καθάπερ υἱεῖς, ἐσκευασμένα ἐσθῆσι περιπορφύροις· ἐς δὲ πίστιν ἔφερε καὶ μάζας ἐκ μολύβδου, χρυσῷ καὶ ἀργύρῳ περιβεβλημένας· καὶ ἐδεῖτο κατὰ σπουδὴν αὑτῷ τὸν Καιπίωνα ἕπεσθαι μετὰ τῆς στρατιᾶς ὡς καταληψόμενον αὑτοῦ τὸ στρατόπεδον ἔρημον ἔτι ἄρχοντος. Καιπίων μὲν δὴ πειθόμενος εἵπετο, Ποπαίδιος δὲ πλησίον τῆς ἐσκευασμένης ἐνέδρας γενόμενος ἀνέδραμεν ἔς τινα λόφον ὡς κατοψόμενος τοὺς πολεμίους καὶ σημεῖον αὐτοῖς ἐπῇρεν. οἱ δὲ ἐκφανέντες αὐτόν τε Καιπίωνα καὶ πολλοὺς σὺν αὐτῷ κατέκοψαν· καὶ τὸ λοιπὸν τῆς στρατιᾶς Καιπίωνος ἡ σύγκλητος Μαρίῳ προσέζευξεν.

Σέξστος δὲ Καῖσαρ μετὰ τρισμυρίων πεζῶν καὶ ἱππέων πεντακισχιλίων διεξιών τινα φάραγγα καὶ κρημνούς, ἄφνω προσπεσόντος αὐτῷ Μαρίου Ἐγνατίου, ἐς τὴν φάραγγα περιωσθεὶς ἔφυγεν ἐπὶ κλίνης διὰ νόσον ἐπί τινα ποταμόν, οὗ μία γέφυρα ἦν· καὶ ἐνταῦθα τὸ πλέον τῆς στρατιᾶς ἀπολέσας καὶ τῶν ὑπολοίπων τὰ ὅπλα, μόλις ἐς Τεανὸν καταφυγὼν ὥπλιζεν, οὓς ἔτι εἶχεν, ὡς ἐδύνατο. ἑτέρου δὲ πλήθους αὐτῷ κατὰ σπουδὴν ἐπελθόντος, ἐπὶ Ἀχέρρας ἔτι πολιορκουμένας ὑπὸ τοῦ Παπίου μετῄει.

καὶ οἵδε μὲν ἀλλήλαις ἀντιστρατοπεδεύοντες οὐκ ἐπεχείρουν οὐδέτερος οὐδετέρῳ διὰ φόβον· Μάρσους δὲ Κορνήλιος Σύλλας καὶ Γάιος Μάριος ἐπιθεμένους σφίσι συντόνως ἐδίωκον, μέχρι θριγκοῖς ἀμπέλων ἐμπεσεῖν αὐτούς· καὶ Μάρσοι μὲν τοὺς θριγκοὺς κακοπαθῶς ὑπερέβαινον, Μαρίῳ δὲ καὶ Σύλλᾳ διώκειν ὑπὲρ τούτους οὐκ ἔδοξεν. Κορνήλιος δὲ Σύλλας ἐπὶ θάτερα τῶνδε τῶν ἀμπέλων στρατοπεδεύων, αἰσθόμενος τοῦ γεγονότος ὑπήντα τοῖς ἐκφεύγουσι τῶν Μάρσων καὶ πολλοὺς καὶ ὅδε ἀπέκτεινεν, ὡς τὸν φόνον ἐκείνης τῆς ἡμέρας γενέσθαι περὶ πλείους ἑξακισχιλίων, ὅπλα δʼ ὑπὸ Ῥωμαίων ληφθῆναι πολὺ πλείονα.

Μάρσοι μὲν δὴ δίκην θηρίων, τῷ πταίσματι προσαγανακτοῦντες, αὖθις ὡπλίζοντο καὶ παρεσκευάζοντο αὐτοῖς ἐπιέναι, προεπιχειρεῖν μὴ θαρροῦσι μηδὲ ἄρχειν μάχης· ἔστι γὰρ τὸ ἔθνος πολεμικώτατον, καὶ φασι κατʼ αὐτοῦ θρίαμβον ἐπὶ τῷδε τῷ πταίσματι γενέσθαι μόνῳ, λεγόμενον πρότερον οὔτε κατὰ Μάρσων οὔτε ἄνευ Μάρσων γενέσθαι θρίαμβον.

περὶ δὲ τὸ Φάλερνον ὄρος Γναῖον Πομπήιον Οὐιδακίλιος καὶ Τίτος Λαφρήνιος καὶ Πόπλιος Οὐέττιος, ἐς ταὐτὸν ἀλλήλοις συνελθόντες, ἐτρέποντο καὶ κατεδίωκον ἐς πόλιν Φίρμον. καὶ οἱ μὲν αὐτῶν ἐφʼ ἕτερα ᾤχοντο, Λαφρήνιος δὲ παρεκάθητο Πομπηίῳ ἐς τὸ Φίρμον κατακεκλεισμένῳ. ὁ δʼ αὐτίκα μὲν ὁπλίζων τοὺς ὑπολοίπους ἐς χεῖρας οὐκ ᾔει, προσελθόντος δὲ ἑτέρου στρατοῦ Σουλπίκιον περιέπεμπεν ὀπίσω τοῦ Λαφρηνίου γενέσθαι καὶ αὐτὸς κατὰ μέτωπον ἐπῄει. γενομένης δʼ ἐν χερσὶ τῆς μάχης καὶ πονουμένοιν ἀμφοῖν, ὁ Σουλπίκιος ἐνεπίμπρη τὸ τῶν πολεμίων στρατόπεδον, καὶ τοῦθʼ οἱ πολέμιοι κατιδόντες ἐς Ἄσκλον ἔφευγον, ἀκόσμως ἅμα καὶ ἀστρατηγήτως· Λαφρήνιος γὰρ ἐπεπτώκει μαχόμενος. Πομπήιος δὲ καὶ τὸ Ἄσκλον ἐπελθὼν ἐπολιόρκει.