Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

καὶ τάδε μὲν ἦν, ὅτε Ἀριστόνικος Ῥωμαίοις περὶ τῆς ἀρχῆς ἐπολέμει τῆς ἐν Ἀσίᾳ· ἀναιρεθέντος δὲ Γράκχου καὶ τελευτήσαντος Ἀππίου Κλαυδίου, ἀντικαθίστανται μὲν ἐς τὸ τὴν γῆν ἅμα τῷ νεωτέρῳ Γράκχῳ διανέμειν Φούλβιος Φλάκκος καὶ Παπίριος Κάρβων, ἀμελούντων δὲ τῶν κεκτημένων αὐτὴν ἀπογράφεσθαι κατηγόρους ἐκήρυττον ἐνδεικνύναι. καὶ ταχὺ πλῆθος ἦν δικῶν χαλεπῶν· ὅση γὰρ ἄλλη πλησιάζουσα τῇδε ἐπέπρατο ἢ τοῖς συμμάχοις ἐπιδιῄρητο, διὰ τὸ τῆσδε μέτρον ἐξητάζετο ἅπασα, ὅπως τε ἐπέπρατο καὶ ὅπως ἐπιδιῄρητο, οὔτε τὰ συμβόλαια οὔτε τὰς κληρουχίας ἔτι ἐχόντων ἁπάντων· ἃ δὲ καὶ εὑρίσκετο, ἀμφίλογα ἦν. ἀναμετρουμένης τε αὐτῆς οἱ μὲν ἐκ πεφυτευμένης καὶ ἐπαύλεων ἐς ψιλὴν μετετίθεντο, οἱ δʼ ἐξ ἐνεργῶν ἐς ἀργὸν ἢ λίμνας ἢ τέλματα, οὐδὲ τὴν ἀρχὴν ὡς ἐπὶ δορικτήτοις ἀκριβῆ πεποιημένοι. καὶ τὸ κήρυγμα, τὴν ἀνέμητον ἐξεργάζεσθαι τὸν ἐθέλοντα προλέγον, ἐπῇρε πολλοὺς τὰ πλησίον ἐκπονοῦντας τὴν ἑκατέρας ὄψιν συγχέαι· χρόνος τε ἐπελθὼν ἐνεόχμωσε πάντα. καὶ τὸ τῶν πλουσίων ἀδίκημα καίπερ ὂν μέγα δυσεπίγνωστον ἦν. καὶ οὐδὲν ἀλλʼ ἢ πάντων ἀνάστασις ἐγίγνετο μεταφερομένων τε καὶ μετοικιζομένων ἐς ἀλλότρια.

ταῦτά τε δὴ καὶ τὰς ἐπὶ τούτοις τῶν δικαζόντων ἐπείξεις οὐ φέροντες οἱ Ἰταλιῶται Κορνήλιον Σκιπίωνα, ὃς Καγχηδόνα ἐπόρθησεν, ἠξίουν προστάτην σφῶν ἀδικουμένων γενέσθαι. ὁ δʼ ἐς τοὺς πολέμους αὐτοῖς κεχρημένος προθυμοτάτοις ὑπεριδεῖν τε ὤκνησε καὶ παρελθὼν εἰς τὸ βουλευτήριον τὸν μὲν Γράκχου νόμον οὐκ ἔψεγε διὰ τὸν δῆμον σαφῶς, τὴν δὲ τοῦδε δυσχέρειαν ἐπεξιὼν ἠξίου τὰς δίκας οὐκ ἐπὶ τῶν διαιρούντων ὡς ὑπόπτων τοῖς δικαζομένοις, ἀλλʼ ἐφʼ ἑτέρων λέγεσθαι. ᾧ δὴ καὶ μάλιστα ἔπεισεν, εἶναι δοκοῦντι δικαίῳ· καὶ Τουδιτανὸς αὐτοῖς ὑπατεύων ἐδόθη δικάζειν. ἀλλʼ ὅδε μὲν ἁψάμενος τοῦ ἔργου καὶ τὴν δυσχέρειαν ἰδὼν ἐπʼ Ἰλλυριοὺς ἐστράτευε, πρόφασιν τήνδε ποιούμενος τοῦ μὴ δικάζειν· οἱ δὲ τὴν γῆν διανέμοντες, οὐκ ἀπαντῶντος ἐς αὐτοὺς οὐδενὸς ἐς δίκην, ἐπὶ ἀργίας ἦσαν. καὶ μῖσος ἐντεῦθεν ἤρξατο εἰς τὸν Σκιπίωνα τοῦ δήμου καὶ ἀγανάκτησις, ὅτι αὐτὸν ἀγαπήσαντες ἐπιφθόνως καὶ πολλὰ τοῖς δυνατοῖς ἐναντιωθέντες ὑπὲρ αὐτοῦ ὕπατόν τε δὶς ἑλόμενοι παρανόμως, ὑπὲρ τῶν Ἰταλιωτῶν ἀντιπεπραχότα σφίσιν ἑώρων. ταῦτα δʼ, ὅσοι τοῦ Σκιπίωνος ἦσαν ἐχθροί, κατιδόντες ἐβόων, ὡς λῦσαι τὸν Γράκχου νόμον ὅλως διεγνωκὼς μέλλοι πολὺν ἐπὶ τῷδε ἔνοπλον φόνον ἐργάσασθαι.

ὧν ὁ δῆμος ἀκροώμενος ἐδεδίει, μέχρις ὁ Σκιπίων, ἑσπέρας παραθέμενος ἑαυτῷ δέλτον, εἰς ἣν νυκτὸς ἔμελλε γράψειν τὰ λεχθησόμενα ἐν τῷ δήμῳ, νεκρὸς ἄνευ τραύματος εὑρέθη, εἴτε Κορνηλίας αὐτῷ, τῆς Γράκχου μητρός, ἐπιθεμένης, ἵνα μὴ ὁ νόμος ὁ Γράκχου λυθείη, καὶ συλλαβούσης ἐς τοῦτο Σεμπρωνίας τῆς θυγατρός, ἣ τῷ Σκιπίωνι γαμουμένη διὰ δυσμορφίαν καὶ ἀπαιδίαν οὔτʼ ἐστέργετο οὔτʼ ἔστεργεν, εἴθʼ, ὡς ἔνιοι δοκοῦσιν, ἑκὼν ἀπέθανε συνιδών, ὅτι οὐκ ἔσοιτο δυνατὸς κατασχεῖν ὧν ὑπόσχοιτο. εἰσὶ δʼ οἳ βασανιζομένους φασὶ θεράποντας εἰπεῖν, ὅτι αὐτὸν ξένοι διʼ ὀπισθοδόμου νυκτὸς ἐπεισαχθέντες ἀποπνίξαιεν καὶ οἱ πυθόμενοι ὀκνήσαιεν ἐξενεγκεῖν διὰ τὸν δῆμον ὀργιζόμενον ἔτι καὶ τῷ θανάτῳ συνηδόμενον.

Σκιπίων μὲν δὴ τεθνήκει καὶ οὐδὲ δημοσίας ταφῆς ἠξιοῦτο, μέγιστα δὴ τὴν ἡγεμονίαν ὠφελήσας· οὕτως ἡ παραυτίκα ὀργὴ τῆς ποτὲ χάριτος ἐπικρατεῖ. καὶ τόδε ὂν τηλικοῦτον οἷα πάρεργον ἐπὶ τῇ Γράκχου στάσει συνέπεσε.

τὴν δὲ διαίρεσιν τῆς γῆς οἱ κεκτημένοι καὶ ὣς ἐπὶ προφάσεσι ποικίλαις διέφερον ἐπὶ πλεῖστον. καί τινες εἰσηγοῦντο τοὺς συμμάχους ἅπαντας, οἳ δὴ περὶ τῆς γῆς μάλιστα ἀντέλεγον, εἰς τὴν Ῥωμαίων πολιτείαν ἀναγράψαι, ὡς μείζονι χάριτι περὶ τῆς γῆς οὐ διοισομένους. καὶ ἐδέχοντο ἄσμενοι τοῦθʼ οἱ Ἰταλιῶται, προτιθέντες τῶν χωρίων τὴν πολιτείαν. συνέπρασσέ τε αὐτοῖς ἐς τοῦτο μάλιστα πάντων Φούλβιος Φλάκκος, ὑπατεύων ἅμα καὶ τὴν γῆν διανέμων. ἡ βουλὴ δʼ ἐχαλέπαινε, τοὺς ὑπηκόους σφῶν ἰσοπολίτας εἰ ποιήσονται.

καὶ τόδε μὲν τὸ ἐγχείρημα οὕτω διελύθη, καὶ ὁ δῆμος ἐν ἐλπίδι τέως τῆς γῆς γενόμενος ἠθύμει· ὧδε δὲ αὐτοῖς ἔχουσιν ἀσπάσιος ἐκ τῶν τὴν γῆν διαιρούντων ἐς δημαρχίαν ἐπιφαίνεται Γάιος Γράκχος, ὁ Γράκχου τοῦ νομοθέτου νεώτερος ἀδελφός, ἐς πολὺ μὲν ἡσυχάσας ἐπὶ τῇ τοῦ ἀδελφοῦ συμφορᾷ· πολλῶν δʼ αὐτοῦ καταφρονούντων ἐν τῷ βουλευτηρίῳ, παρήγγειλεν ἐς δημαρχίαν. καὶ περιφανέστατα αἱρεθεὶς εὐθὺς ἐπεβούλευε τῇ βουλῇ, σιτηρέσιον ἔμμηνον ὁρίσας ἑκάστῳ τῶν δημοτῶν ἀπὸ τῶν κοινῶν χρημάτων, οὐ πρότερον εἰωθὸς διαδίδοσθαι. καὶ ὁ μὲν ὀξέως οὕτως ἑνὶ πολιτεύματι τὸν δῆμον ὑπηγάγετο, συμπράξαντος αὐτῷ Φουλβίου Φλάκκου. καὶ εὐθὺς ἐπὶ τῷδε καὶ ἐς τὸ μέλλον ᾕρητο δημαρχεῖν· καὶ γάρ τις ἤδη νόμος κεκύρωτο, εἰ δήμαρχος ἐνδέοι ταῖς παραγγελίαις, τὸν δῆμον ἐκ πάντων ἐπιλέγεσθαι.