Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

τοῦ δʼ αὐτοῦ χρόνου περὶ τὴν Ἰταλίαν μονομάχων ἐς θέας ἐν Καπύῃ τρεφομένων, Σπάρτακος Θρᾲξ ἀνήρ, ἐστρατευμένος ποτὲ Ῥωμαίοις, ἐκ δὲ αἰχμαλωσίας καὶ πράσεως ἐν τοῖς μονομάχοις ὤν, ἔπεισεν αὐτῶν ἐς ἑβδομήκοντα ἄνδρας μάλιστα κινδυνεῦσαι περὶ ἐλευθερίας μᾶλλον ἢ θέας ἐπιδείξεως καὶ βιασάμενος σὺν αὐτοῖς τοὺς φυλάσσοντας ἐξέδραμε· καί τινων ὁδοιπόρων ξύλοις καὶ ξιφιδίοις ὁπλισάμενος ἐς τὸ Βέσβιον ὄρος ἀνέφυγεν, ἔνθα πολλοὺς ἀποδιδράσκοντας οἰκέτας καί τινας ἐλευθέρους ἐκ τῶν ἀγρῶν ὑποδεχόμενος ἐλῄστευε τὰ ἐγγύς, ὑποστρατήγους ἔχων Οἰνόμαόν τε καὶ Κρίξον μονομάχους. μεριζομένῳ δʼ αὐτῷ τὰ κέρδη κατʼ ἰσομοιρίαν ταχὺ πλῆθος ἦν ἀνδρῶν· καὶ πρῶτος ἐπʼ αὐτὸν ἐκπεμφθεὶς Οὐαρίνιος Γλάβρος, ἐπὶ δʼ ἐκείνῳ Πόπλιος Οὐαλέριος, οὐ πολιτικὴν στρατιὰν ἄγοντες, ἀλλʼ ὅσους ἐν σπουδῇ καὶ παρόδῳ συνέλεξαν ʽοὐ γάρ πω Ῥωμαῖοι πόλεμον, ἀλλʼ ἐπιδρομήν τινα καὶ λῃστηρίῳ τὸ ἔργον ὅμοιον ἡγοῦντο εἶναἰ, συμβαλόντες ἡττῶντο. Οὐαρινίου δὲ καὶ τὸν ἵππον αὐτὸς Σπάρτακος περιέσπασεν· παρὰ τοσοῦτον ἦλθε κινδύνου Ῥωμαίων ὁ στρατηγὸς αὐτὸς αἰχμάλωτος ὑπὸ μονομάχου γενέσθαι.

μετὰ δὲ τοῦτο Σπαρτάκῳ μὲν ἔτι μᾶλλον πολλοὶ συνέθεον, καὶ ἑπτὰ μυριάδες ἦσαν ἤδη στρατοῦ, καὶ ὅπλα ἐχάλκευε καὶ παρασκευὴν συνέλεγεν, οἱ δʼ ἐν ἄστει τοὺς ὑπάτους ἐξέπεμπον μετὰ δύο τελῶν. καὶ τούτων ὑπὸ μὲν θατέρου Κρίξος, ἡγούμενος τρισμυρίων ἀνδρῶν, περὶ τὸ Γάργανον ὄρος ἡττᾶτο, καὶ δύο μέρη τοῦ στρατοῦ καὶ αὐτὸς συναπώλετο αὐτοῖς· Σπάρτακον δὲ διὰ τῶν Ἀπεννίνων ὀρῶν ἐπὶ τὰ Ἄλπεια καὶ ἐς Κελτοὺς ἀπὸ τῶν Ἀλπείων ἐπειγόμενον ὁ ἕτερος ὕπατος προλαβὼν ἐκώλυε τῆς φυγῆς, καὶ ὁ ἕτερος ἐδίωκεν. ὁ δʼ ἐφʼ ἑκάτερον αὐτῶν ἐπιστρεφόμενος παρὰ μέρος ἐνίκα. καὶ οἱ μὲν σὺν θορύβῳ τὸ ἀπὸ τοῦδε ὑπεχώρουν, ὁ δὲ Σπάρτακος τριακοσίους Ῥωμαίων αἰχμαλώτους ἐναγίσας Κρίξῳ, δυώδεκα μυριάσι πεζῶν ἐς Ῥώμην ἠπείγετο, τὰ ἄχρηστα τῶν σκευῶν κατακαύσας καὶ τοὺς αἰχμαλώτους πάντας ἀνελὼν καὶ ἐπισφάξας τὰ ὑποζύγια, ἵνα κοῦφος εἴη· αὐτομόλων τε πολλῶν αὐτῷ προσιόντων οὐδένα προσίετο. καὶ τῶν ὑπάτων αὐτὸν αὖθις περὶ τὴν Πικηνίτιδα γῆν ὑποστάντων, μέγας ἀγὼν ἕτερος ὅδε γίγνεται καὶ μεγάλη καὶ τότε ἧσσα Ῥωμαίων.

ὁ δὲ τῆς μὲν ἐς Ῥώμην ὁδοῦ μετέγνω, ὡς οὔπω γεγονὼς ἀξιόμαχος οὐδὲ τὸν στρατὸν ὅλον ἔχων στρατιωτικῶς ὡπλισμένον (οὐ γάρ τις αὐτοῖς συνέπραττε πόλις, ἀλλὰ θεράποντες ἦσαν καὶ αὐτόμολοι καὶ σύγκλυδες), τὰ δʼ ὄρη τὰ περὶ Θουρίους καὶ τὴν πόλιν αὐτὴν κατέλαβε, καὶ χρυσὸν μὲν ἢ ἄργυρον τοὺς ἐμπόρους ἐσφέρειν ἐκώλυε καὶ κεκτῆσθαι τοὺς ἑαυτοῦ, μόνον δὲ σίδηρον καὶ χαλκὸν ὠνοῦντο πολλοῦ καὶ τοὺς ἐσφέροντας οὐκ ἠδίκουν. ὅθεν ἀθρόας ὕλης εὐπορήσαντες εὖ παρεσκευάσαντο καὶ θαμινὰ ἐπὶ λεηλασίας ἐξῄεσαν. Ῥωμαίοις τε πάλιν συνενεχθέντες ἐς χεῖρας ἐκράτουν καὶ τότε καὶ λείας πολλῆς γέμοντες ἐπανῄεσαν.

Τριέτης τε ἦν ἤδη καὶ φοβερὸς αὐτοῖς ὁ πόλεμος, γελώμενος ἐν ἀρχῇ καὶ καταφρονούμενος ὡς μονομάχων. προτεθείσης τε στρατηγῶν ἄλλων χειροτονίας ὄκνος ἐπεῖχεν ἅπαντας καὶ παρήγγελλεν οὐδείς, μέχρι Λικίνιος Κράσσος, γένει καὶ πλούτῳ Ῥωμαίων διαφανής, ἀνεδέξατο στρατηγήσειν καὶ τέλεσιν ἓξ ἄλλοις ἤλαυνεν ἐπὶ τὸν Σπάρτακον· ἀφικόμενος δὲ καὶ τὰ τῶν ὑπάτων δύο προσέλαβε. καὶ τῶνδε μὲν αὐτίκα διακληρώσας ὡς πολλάκις ἡττημένων ἐπὶ θανάτῳ μέρος δέκατον διέφθειρεν. οἱ δʼ οὐχ οὕτω νομίζουσιν, ἀλλὰ παντὶ τῷ στρατῷ συμβαλόντα καὶ τόνδε καὶ ἡττημένον, πάντων διακληρῶσαι τὸ δέκατον καὶ ἀνελεῖν ἐς τετρακισχιλίους, οὐδὲν διὰ τὸ πλῆθος ἐνδοιάσαντα. ὁποτέρως δʼ ἔπραξε, φοβερώτερος αὐτοῖς τῆς τῶν πολεμίων ἥττης φανεὶς αὐτίκα μυρίων Σπαρτακείων ἐφʼ ἑαυτῶν που στρατοπεδευόντων ἐκράτει καὶ δύο αὐτῶν μέρη κατακανὼν ἐπʼ αὐτὸν ἤλαυνε τὸν Σπάρτακον σὺν καταφρονήσει. νικήσας δὲ καὶ τόνδε λαμπρῶς ἐδίωκε φεύγοντα ἐπὶ τὴν θάλασσαν ὡς διαπλευσούμενον ἐς Σικελίαν καὶ καταλαβὼν ἀπετάφρευε καὶ ἀπετείχιζε καὶ ἀπεσταύρου.

βιαζομένου δʼ ἐς τὴν Σαυνίτιδα τοῦ Σπαρτάκου διαδραμεῖν, ἔκτεινεν ὁ Κράσσος ἐς ἑξακισχιλίους ἄλλους περὶ ἕω καὶ περὶ δείλην ἐς τοσούσδε ἑτέρους, τριῶν ἐκ τοῦ Ῥωμαίων στρατοῦ μόνων ἀποθανόντων καὶ ἑπτὰ τρωθέντων· τοσήδε ἦν αὐτίκα διὰ τὴν κόλασιν ἐς τὸ τῆς νίκης θάρσος μεταβολή. Σπάρτακος δὲ ἱππέας ποθὲν προσιόντας αὐτῷ περιμένων οὐκέτι μὲν ἐς μάχην ᾔει τῷ στρατῷ παντί, πολλὰ δʼ ἠνώχλει τοῖς περικαθημένοις ἀνὰ μέρος, ἄφνω τε καὶ συνεχῶς αὐτοῖς ἐπιπίπτων, φακέλους τε ξύλων ἐς τὴν τάφρον ἐμβάλλων κατέκαιε καὶ τὸν πόνον αὐτοῖς δύσεργον ἐποίει. αἰχμάλωτόν τε Ῥωμαῖον ἐκρέμασεν ἐν τῷ μεταιχμίῳ, δεικνὺς τοῖς ἰδίοις τὴν ὄψιν ὧν πείσονται, μὴ κρατοῦντες. οἱ δʼ ἐν ἄστει Ῥωμαῖοι τῆς πολιορκίας πυνθανόμενοι καὶ ἀδοξοῦντες, εἰ χρόνιος αὑτοῖς ἔσται πόλεμος μονομάχων, προσκατέλεγον ἐπὶ τὴν στρατείαν Πομπήιον ἄρτι ἀφικόμενον ἐξ Ἰβηρίας, πιστεύοντες ἤδη δυσχερὲς εἶναι καὶ μέγα τὸ Σπαρτάκειον ἔργον.

διὰ δὲ τὴν χειροτονίαν τήνδε καὶ Κράσσος, ἵνα μὴ τὸ κλέος τοῦ πολέμου γένοιτο Πομπηίου, πάντα τρόπον ἐπειγόμενος ἐπεχείρει τῷ Σπαρτάκῳ, καὶ ὁ Σπάρτακος, τὸν Πομπήιον προλαβεῖν ἀξιῶν, ἐς συνθήκας τὸν Κράσσον προυκαλεῖτο. ὑπερορώμενος δʼ ὑπʼ αὐτοῦ διακινδυνεύειν τε ἔγνω καί, παρόντων οἱ τῶν ἱππέων ἤδη, ὤσατο παντὶ τῷ στρατῷ διὰ τοῦ περιτειχίσματος καὶ ἔφυγεν ἐπὶ Βρεντέσιον, Κράσσου διώκοντος. ὡς δὲ καὶ Λεύκολλον ἔμαθεν ὁ Σπάρτακος ἐς τὸ Βρεντέσιον, ἀπὸ τῆς ἐπὶ Μιθριδάτῃ νίκης ἐπανιόντα, εἶναι, πάντων ἀπογνοὺς ἐς χεῖρας ᾔει τῷ Κράσσῳ μετὰ πολλοῦ καὶ τότε πλήθους· γενομένης δὲ τῆς μάχης μακρᾶς τε καὶ καρτερᾶς ὡς ἐν ἀπογνώσει τοσῶνδε μυριάδων, τιτρώσκεται ἐς τὸν μηρὸν ὁ Σπάρτακος δορατίῳ καὶ συγκάμψας τὸ γόνυ καὶ προβαλὼν τὴν ἀσπίδα πρὸς τοὺς ἐπιόντας ἀπεμάχετο, μέχρι καὶ αὐτὸς καὶ πολὺ πλῆθος ἀμφʼ αὐτὸν κυκλωθέντες ἔπεσον. ὅ τε λοιπὸς αὐτοῦ στρατὸς ἀκόσμως ἤδη κατεκόπτοντο κατὰ πλῆθος, ὡς φόνον γενέσθαι τῶν μὲν οὐδʼ εὐαρίθμητον, Ῥωμαίων δὲ ἐς χιλίους ἄνδρας, καὶ τὸν Σπαρτάκου νέκυν οὐχ εὑρεθῆναι. πολὺ δʼ ἔτι πλῆθος ἦν ἐν τοῖς ὄρεσιν, ἐκ τῆς μάχης διαφυγόν· ἐφʼ οὓς ὁ Κράσσος ἀνέβαινεν. οἱ δὲ διελόντες ἑαυτοὺς ἐς τέσσαρα μέρη ἀπεμάχοντο, μέχρι πάντες ἀπώλοντο πλὴν ἑξακισχιλίων, οἳ ληφθέντες ἐκρεμάσθησαν ἀνὰ ὅλην τὴν ἐς Ῥώμην ἀπὸ Καπύης ὁδόν.

καὶ τάδε Κράσσος ἓξ μησὶν ἐργασάμενος ἀμφήριστος ἐκ τοῦδε αὐτίκα μάλα τῇ δόξῃ τῇ Πομπηίου γίνεται. καὶ τὸν στρατὸν οὐ μεθίει, διότι μηδὲ Πομπήιος. ἐς δὲ ὑπατείαν ἄμφω παρήγγελλον, ὁ μὲν ἐστρατηγηκὼς κατὰ τὸν νόμον Σύλλα, ὁ δὲ Πομπήιος οὔτε στρατηγήσας οὔτε ταμιεύσας ἔτος τε ἔχων τέταρτον ἐπὶ τοῖς τριάκοντα· τοῖς δὲ δημάρχοις ὑπέσχητο πολλὰ τῆς ἀρχῆς ἐς τὸ ἀρχαῖον ἐπανάξειν. αἱρεθέντες δὲ ὕπατοι οὐδʼ ὣς μεθίεσαν τὸν στρατόν, ἔχοντες ἀγχοῦ τῆς πόλεως, ἑκάτερος πρόφασιν τήνδε ποιούμενος, Πομπήιος μὲν ἐς τὸν Ἰβηρικὸν θρίαμβον περιμένειν ἐπανιόντα Μέτελλον, ὁ δὲ Κράσσος, ὡς Πομπήιον δέον προδιαλῦσαι.

καὶ ὁ δῆμος, ἑτέραν ἀρχὴν στάσεως ὁρῶν καὶ φοβούμενος δύο στρατοὺς περικαθημένους, ἐδέοντο τῶν ὑπάτων ἐν ἀγορᾷ προκαθημένων συναλλαγῆναι πρὸς ἀλλήλους. καὶ τὰ μὲν πρῶτα ἑκάτερος ἀπεκρούετο· ὡς δὲ καὶ θεόληπτοί τινες προύλεγον πολλὰ καὶ δεινά, εἰ μὴ συναλλαγεῖεν οἱ ὕπατοι, ὁ δῆμος αὖθις αὐτοὺς μετʼ οἰμωγῆς παρεκάλει πάνυ ταπεινῶς, ἔτι τῶν Σύλλα καὶ Μαρίου κακῶν ἀναφέροντες. καὶ ὁ Κράσσος πρότερος ἐνδοὺς ἀπὸ τοῦ θρόνου κατέβαινε καὶ ἐς τὸν Πομπήιον ἐχώρει, τὴν χεῖρα προτείνων ἐπὶ διαλλαγαῖς· ὁ δʼ ὑπανίστατο καὶ προσέτρεχε. καὶ δεξιωσαμένων ἀλλήλους εὐφημίαι τε ἦσαν ἐς αὐτοὺς ποικίλαι, καὶ οὐ πρὶν ὁ δῆμος ἀπέστη τῆς ἐκκλησίας ἢ προγράψαι τοὺς ὑπάτους τὰς ἀφέσεις τῶν στρατοπέδων. οὕτω μὲν δὴ δόξασα καὶ ἥδε μεγάλη στάσις ἔσεσθαι κατελύετο εὐσταθῶς· καὶ ἔτος ἦν τῷδε τῷ μέρει τῶν ἐμφυλίων ἀμφὶ τὰ ἑξήκοντα μάλιστʼ ἀπὸ τῆς ἀναιρέσεως Τιβερίου Γράκχου.