Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ὁ δʼ ἐς μὲν πρόσχημα τῆς πατρίου πολιτείας ὑπάτους αὐτοῖς ἐπέτρεψεν ἀποφῆναι, καὶ ἐγένοντο Μᾶρκος Τύλλιος καὶ Κορνήλιος Δολοβέλλας· αὐτὸς δʼ οἷα δὴ βασιλεύων δικτάτωρ ἐπὶ τοῖς ὑπάτοις ἦν· πελέκεις τε γὰρ ἐφέροντο πρὸ αὐτοῦ, οἷα δικτάτορος, εἴκοσι καὶ τέσσαρες, ὅσοι καὶ τῶν πάλαι βασιλέων ἡγοῦντο, καὶ φυλακὴν τοῦ σώματος περιέθετο πολλήν. νόμους τε ἐξέλυε καὶ ἑτέρους ἐτίθετο· καὶ στρατηγεῖν ἀπεῖπε, πρὶν ταμιεῦσαι, καὶ ὑπατεύειν, πρὶν στρατηγῆσαι, καὶ τὴν ἀρχὴν τὴν αὐτὴν αὖθις ἄρχειν ἐκώλυσε, πρὶν ἔτη δέκα διαγενέσθαι. τὴν δὲ τῶν δημάρχων ἀρχὴν ἴσα καὶ ἀνεῖλεν, ἀσθενεστάτην ἀποφήνας καὶ νόμῳ κωλύσας μηδεμίαν ἄλλην τὸν δήμαρχον ἀρχὴν ἔτι ἄρχειν· διὸ καὶ πάντες οἱ δόξης ἢ γένους ἀντιποιούμενοι τὴν ἀρχὴν ἐς τὸ μέλλον ἐξετρέποντο. καὶ οὐκ ἔχω σαφῶς εἰπεῖν, εἰ Σύλλας αὐτήν, καθὰ νῦν ἐστιν, εἰς τὴν βουλὴν ἀπὸ τοῦ δήμου μετήνεγκεν. αὐτῇ δὲ τῇ βουλῇ διὰ τὰς στάσεις καὶ τοὺς πολέμους πάμπαν ὀλιγανδρούσῃ προσκατέλεξεν ἀμφὶ τοὺς τριακοσίους ἐκ τῶν ἀρίστων ἱππέων, ταῖς φυλαῖς ἀναδοὺς ψῆφον περὶ ἑκάστου. τῷ δὲ δήμῳ τοὺς δούλους τῶν ἀνῃρημένων τοὺς νεωτάτους τε καὶ εὐρώστους, μυρίων πλείους, ἐλευθερώσας ἐγκατέλεξε καὶ πολίτας ἀπέφηνε Ῥωμαίων καὶ Κορνηλίους ἀφʼ ἑαυτοῦ προσεῖπεν, ὅπως ἑτοίμοις ἐκ τῶν δημοτῶν πρὸς τὰ παραγγελλόμενα μυρίοις χρῷτο. τὸ δʼ αὐτὸ καὶ περὶ τὴν Ἰταλίαν ἐπινοῶν τέλεσι τοῖς ὑπὲρ ἑαυτοῦ στρατευσαμένοις τρισὶ καὶ εἴκοσιν ἐπένειμεν, ὥς μοι προείρηται, πολλὴν ἐν ταῖς πόλεσι γῆν, τὴν μὲν ἔτι οὖσαν ἀνέμητον, τὴν δὲ τὰς πόλεις ἀφαιρούμενος ἐπὶ ζημίᾳ.

ἐς ἅπαντα δʼ ἦν οὕτω φοβερὸς καὶ ἄκρος ὀργήν, ὡς καὶ Κόιντον Λουκρήτιον Ὀφέλλαν τὸν Πραινεστὸν αὐτῷ λαβόντα καὶ Μάριον τὸν ὕπατον ἐκπεπολιορκηκότα καὶ τὸ τέλος αὐτῷ τῆς νίκης συναγαγόντα, ὑπατεύειν ἔτι ἱππέα ὄντα, πρὶν ταμιεῦσαι καὶ στρατηγῆσαι, διὰ τὸ μέγεθος τῶν εἰργασμένων κατὰ παλαιὸν ἔθος ἀξιοῦντα καὶ τῶν πολιτῶν δεόμενον, ἐπεὶ κωλύων καὶ ἀνατιθέμενος οὐ μετέπειθεν, ἐν ἀγορᾷ μέσῃ κτεῖναι. καὶ συναγαγὼν τὸ πλῆθος ἐς ἐκκλησίαν εἶπεν· “ἴστε μέν, ὦ ἄνδρες, καὶ παρʼ ἐμοῦ δὲ ἀκούσατε, ὅτι Λουκρήτιον ἐγὼ κατέκανον ἀπειθοῦντά μοι.” καὶ λόγον εἶπε· “φθεῖρες γεωργὸν ἀροτριῶντα ὑπέδακνον· ὁ δὲ δὶς μέν,” ἔφη, “τὸ ἄροτρον μεθεὶς τὸν χιτωνίσκον ἐκάθηρεν· ὡς δʼ αὖθις ἐδάκνετο, ἵνα μὴ πολλάκις ἀργοίη, τὸν χιτωνίσκον ἔκαυσεν. κἀγὼ τοῖς δὶς ἡττημένοις παραινῶ τρίτου πυρὸς μὴ δεηθῆναι.” Σύλλας μὲν δὴ καὶ τοῖσδε καταπληξάμενος αὐτούς, καθὰ ἐβούλετο, ἦρχε. καὶ ἐθριάμβευσεν ἐπὶ τῷ Μιθριδατείῳ πολέμῳ. καί τινες αὐτοῦ τῆν ἀρχὴν ἀρνουμένην βασιλείαν ἐπισκώπτοντες ἐκάλουν, ὅτι τὸ τοῦ βασιλέως ὄνομα μόνον ἐπικρύπτοι· οἱ δʼ ἐπὶ τοὐναντίον ἀπὸ τῶν ἔργων μετέφερον καὶ τυραννίδα ὁμολογοῦσαν ἔλεγον.

ἐς τοσοῦτον αὐτοῖς τε Ῥωμαίοις καὶ Ἰταλοῖς ἅπασιν ὁ πόλεμος ὅδε προύβη κακοῦ, προύβη δὲ καὶ τοῖς ὑπὲρ τὴν Ἰταλίαν ἔθνεσιν ἅπασιν, ἄρτι μὲν ὑπὸ λῃστῶν καὶ Μιθριδάτου καὶ Σύλλα πεπολεμημένοις, ἄρτι δʼ ἀποροῦντος τοῦ ταμείου διὰ τὰς στάσεις ἐκτετρυχωμένοις εἰσφοραῖς πολλαῖς. ἔθνη τε γὰρ πάντα καὶ βασιλέες, ὅσοι σύμμαχοι, καὶ πόλεις, οὐχ ὅσαι μόνον ὑποτελεῖς, ἀλλὰ καὶ ὅσαι ἑαυτὰς ἐγκεχειρίκεσαν ἐπὶ συνθήκαις ἔνορκοι καὶ ὅσαι διὰ συμμαχίαν ἤ τινα ἀρετὴν ἄλλην αὐτόνομοί τε καὶ φόρων ἦσαν ἀτελεῖς, τότε πᾶσαι συντελεῖν ἐκελεύοντο καὶ ὑπακούειν, χώρας τε ἔνιαι καὶ λιμένων κατὰ συνθήκας σφίσι δεδομένων ἀφῃροῦντο.

Σύλλας δὲ καὶ Ἀλέξανδρον τὸν Ἀλεξάνδρου τοῦ ἐν Αἰγύπτῳ βασιλεύσαντος υἱόν, ἀνατραφέντα μὲν ἐν Κῷ καὶ ὑπὸ Κῴων ἐκδοθέντα Μιθριδάτῃ, διαφυγόντα δὲ πρὸς Σύλλαν ἐκ Μιθριδάτου καὶ συνήθη γενόμενον, ἐψηφίσατο βασιλεύειν Ἀλεξανδρέων, ἐρήμου τῆς Ἀλεξανδρέων ἀρχῆς ἀνδρὸς οὔσης καὶ τῶν γυναικῶν, ὅσαι βασιλείου γένους, ἀνδρὸς συγγενοῦς δεομένων, ἐλπίσας χρηματιεῖσθαι πολλὰ ἐκ βασιλείας πολυχρύσου. ἀλλὰ τόνδε μὲν οἱ Ἀλεξανδρεῖς ἐννεακαιδεκάτην ἡμέραν ἔχοντα τῆς ἀρχῆς καὶ ἀτοπώτερον σφῶν, οἷα Σύλλᾳ πεποιθότα, ἐξηγούμενον, ἐς τὸ γυμνάσιον ἐκ τοῦ βασιλείου προαγαγόντες ἔκτειναν. οὕτως ἔτι καὶ οἵδε διά τε μέγεθος ἀρχῆς ἰδίας καὶ τῶν ἔξωθεν κακῶν ἔτι ὄντες ἀπαθεῖς ἀφόβως εἶχον ἑτέρων.

τοῦ δʼ ἐπιόντος ἔτους Σύλλας, καίπερ ῶν δικτάτωρ, ἐς ὑπόκρισιν ὅμως καὶ σχῆμα δημοκρατικῆς ἀρχῆς ὑπέστη καὶ ὕπατος αὖθις γενέσθαι σὺν Μετέλλῳ τῷ Εὐσεβεῖ. καὶ ἀπὸ τοῦδε ἴσως ἔτι νῦν οἱ Ῥωμαίων βασιλέες, ὑπάτους ἀποφαίνοντες τῇ πατρίδι, ἔστιν ὅτε καὶ ἑαυτοὺς ἀποδεικνύουσιν, ἐν καλῷ τιθέμενοι μετὰ τῆς μεγίστης ἀρχῆς καὶ ὑπατεῦσαι.

τῷ δʼ ἑξῆς ἔτει ὁ μὲν δῆμος καὶ τότε τὸν Σύλλαν θεραπεύων ᾑρεῖτο ὑπατεύειν, ὁ δὲ οὐκ ἀνασχόμενος ὑπάτους μὲν αὐτοῖς ἀπέφηνε Σερουίλιον Ἰσαυρικὸν καὶ Κλαύδιον Ποῦλχρον, αὐτὸς δὲ τὴν μεγάλην ἀρχὴν οὐδενὸς ἐνοχλοῦντος ἑκὼν ἀπέθετο. καί μοι θαῦμα μὲν καὶ τόδε αὐτοῦ καταφαίνεται τοσήνδε ἀρχὴν πρῶτον ἀνδρῶν καὶ μόνον ἐς τότε Σύλλαν οὐδενὸς ἐπείγοντος ἀποθέσθαι, οὐ παισίν, ὡς Πτολεμαῖος ἐν Αἰγύπτῳ καὶ Ἀριοβαρζάνης ἐν Καππαδοκίᾳ καὶ Σέλευκος ἐν Συρίᾳ, ἀλλʼ αὐτοῖς τοῖς τυραννουμένοις· ἄλογον δʼ ἤδη καὶ τὸ βιασάμενον ἐς τὴν ἀρχὴν ῥιψοκινδύνως, ἐπείτε ἐγκρατὴς ἐγένετο, ἑκόντα ἀποθέσθαι καὶ παράδοξον, οἷον οὔπω τι ἕτερον, τὸ μὴ δεῖσαι νεότητος ἐν τῷδε τῷ πολέμῳ πλέον μυριάδων δέκα ἀνῃρημένης καὶ τῶν ἐχθρῶν αὐτὸν ἀνελόντα βουλευτὰς μὲν ἐνενήκοντα, ὑπάτους δʼ ἐς πεντεκαίδεκα, ἀπὸ δὲ τῶν καλουμένων ἱππέων δισχιλίους καὶ ἑξακοσίους σὺν τοῖς ἐξεληλαμένοις· ὧν τῆς τε περιουσίας δεδημευμένης καὶ πολλῶν ἀτάφων ἐκριφέντων, οὔτε τοὺς οἴκοι ὁ Σύλλας οὔτε τοὺς φεύγοντας καταπλαγεὶς οὐδὲ τὰς πόλεις, ὧν ἀκροπόλεις τε καὶ τείχη καὶ γῆν καὶ χρήματα καὶ ἀτελείας ἀφῄρητο, ἑαυτὸν ἀπέφηνεν ἰδιώτην.

τοσοῦτον ἦν ἐν τῷδε τῷ ἀνδρὶ τόλμης καὶ τύχης· ὅν γέ φασιν ἐπειπεῖν ἐν ἀγορᾷ, τὴν ἀρχὴν ἀποτιθέμενον, ὅτι καὶ λόγον, εἴ τις αἰτοίη, τῶν γεγονότων ὑφέξει, καὶ τὰς ῥάβδους καθελόντα καὶ τοὺς πελέκεας τὴν φρουρὰν ἀπὸ τοῦ σώματος ἀπώσασθαι καὶ μόνον μετὰ τῶν φίλων ἐς πολὺ ἐν μέσῳ βαδίσαι θεωμένου τοῦ πλήθους καὶ καταπεπληγότος αὐτὸν καὶ τότε. ἀναχωροῦντα δʼ ἐπὶ τὴν οἰκίαν μόλις ποτὲ μειράκιον ἐπεμέμφετο καὶ οὐδενὸς αὐτὸ ἀπερύκοντος ἐθάρρησε καὶ λοιδορούμενον αὐτῷ μέχρι τῆς οἰκίας ἐλθεῖν. ὁ δὲ κατὰ τῶν μεγίστων ἀνδρῶν τε καὶ πόλεων ἄκρος ὀργὴν γενόμενος εὐσταθῶς τὸ μειράκιον ἤνεγκε καὶ τοσοῦτον ἐσιὼν ἐς τὴν οἰκίαν, εἴτε ἀπὸ ξυνέσεως εἴτε καὶ τύχῃ καταμαντευόμενος τῶν ἐσομένων, ἀπεκρίνατο, ὅτι κωλύσει τὸ μειράκιον τόδε ἕτερον ἄνδρα ἀρχὴν τοιάνδε ἔχοντα ἀποθέσθαι.

καὶ Ῥωμαίοις μὲν οὕτω γενέσθαι συνηνέχθη μετʼ ὀλίγον, Γαΐου Καίσαρος τὴν ἀρχὴν οὐκέτι μεθέντος· ὁ δὲ Σύλλας μοι δοκεῖ, ἐς πάντα σφοδρὸς ὁμοῦ καὶ δυνατὸς γενόμενος, ἐπιθυμῆσαι τύραννος ἐξ ἰδιώτου γενέσθαι καὶ ἰδιώτης ἐκ τυράννου καὶ μετὰ τοῦτʼ ἐπʼ ἐρημίας ἀγροίκου διαγενέσθαι. διῆλθε γὰρ ἐς χωρία ἴδια ἐς Κύμην τῆς Ἰταλίας καὶ ἐνταῦθα ἐπʼ ἐρημίας θαλάσσῃ τε καὶ κυνηγεσίοις ἐχρῆτο, οὐ φυλασσόμενος ἄρα τὸν κατὰ ἄστυ ἰδιώτην βίον οὐδʼ ἀσθενὴς ὢν αὖθις ἐς ὅ τι ὁρμήσειεν· ᾧ δυνατὴ μὲν ἔτι ἡ ἡλικία καὶ τὸ σῶμα εὔρωστον, ἀμφὶ δὲ τὴν Ἰταλίαν δυώδεκα μυριάδες ἀνδρῶν ἦσαν ἔναγχος ὑπεστρατευμένων καὶ δωρεὰς μεγάλας καὶ γῆν πολλὴν παρʼ αὐτοῦ λαβόντων, ἕτοιμοι δʼ οἱ κατὰ τὸ ἄστυ μύριοι Κορνήλιοι καὶ ὁ ἄλλος αὐτοῦ στασιώτης λεώς, εὔνους αὐτῷ καὶ φοβερὸς ὢν ἔτι τοῖς ἑτέροις καὶ τὸ σφέτερον ἀδεές, ὧν τῷ Σύλλᾳ συνεπεπράχεσαν, ἐν τῷ Σύλλαν περιεῖναι τιθέμενοι· ἀλλά μοι δοκεῖ κόρον τε πολέμων καὶ κόρον ἀρχῆς καὶ κόρον ἄστεος λαβὼν ἐπὶ τέλει καὶ ἀγροικίας ἐρασθῆναι.

ἄρτι δʼ ἀποστάντος αὐτοῦ, Ῥωμαῖοι φόνου καὶ τυραννίδος ἀπαλλαγέντες ἡσυχῇ πάλιν ἐπὶ στάσεις ὑπερριπίζοντο ἑτέρας. καὶ ὕπατοι αὐτοῖς καθίστανται Κόιντός τε Κάτλος ἀπὸ τῶν Συλλείων καὶ Λέπιδος Αἰμίλιος ἀπὸ τῶν ἐναντίων, ἐχθίστω τε ἀλλήλοιν καὶ εὐθὺς ἀρξαμένω διαφέρεσθαι. δῆλόν τε ἦν τι κακὸν ἕτερον ἐκ τοῦδε γενησόμενον.

Σύλλας δʼ ἐν τοῖς ἀγροῖς ἐνύπνιον ἔδοξεν ἰδεῖν, ὅτι αὐτὸν ὁ δαίμων ἤδη καλοίη· καὶ ὁ μὲν αὐτίκα μεθʼ ἡμέραν τοῖς φίλοις τὸ ὄναρ ἐξειπὼν διαθήκας συνέγραφεν ἐπειγόμενος καὶ αὐτῆς ἡμέρας συνετέλει· σφραγισαμένῳ δʼ αὐτὰς περὶ ἑσπέραν πυρετὸς ἐμπίπτει καὶ νυκτὸς ἐτελεύτησεν, ἑξήκοντα μὲν ἔτη βιώσας, εὐτυχέστατος δʼ ἀνδρῶν ἔς τε τὸ τέλος αὐτὸ καὶ ἐς τἆλλα πάντα, ὥσπερ καὶ ὠνομάζετο, γενέσθαι δοκῶν, εἰ δή τις εὐτυχίαν ἡγοῖτο τυχεῖν ὅσων ἂν ἐθέλῃ. γίνεται δʼ εὐθὺς ἐν ἄστει στάσις ἐπʼ αὐτῷ, τῶν μὲν ἄγειν ἀξιούντων τὸ σῶμα διὰ τῆς Ἰταλίας ἐπὶ πομπῇ καὶ ἐς τὴν Ῥώμην ἐν ἀγορᾷ προτιθέναι καὶ ταφῆς δημοσίας ἀξιοῦν, Λεπίδου δὲ καὶ τῶν ἀμφὶ Λέπιδον ἐνισταμένων. ἐξενίκα δʼ ὁ Κάτλος καὶ οἱ Σύλλειοι, καὶ ἐφέρετο ὁ νέκυς ὁ τοῦ Σύλλα διὰ τῆς Ἰταλίας ἐς τὸ ἄστυ ἐπὶ κλίνης χρυσηλάτου καὶ κόσμου βασιλικοῦ, σαλπιγκταί τε πολλοὶ καὶ ἱππέες καὶ ἄλλος ὅμιλος ἐκ ποδὸς ὡπλισμένος εἵπετο. οἵ τε ὑποστρατευσάμενοι αὐτῷ πανταχόθεν ἐπὶ τὴν παραπομπὴν ὡπλισμένοι συνέθεον καί, ὡς ἕκαστος ἀφικνοῖτο, εὐθὺς ἐς κόσμον καθίσταντο· ἄλλο τε πλῆθος, ὅσον ἐπʼ οὐδενὶ ἔργῳ, συνέτρεχεν. ἡγεῖτο δʼ αὐτοῦ σημεῖα καὶ πελέκεις, ὅσοις περιὼν ἔτι καὶ ἄρχων ἐκοσμεῖτο.

ὡς δʼ ἐπὶ τὸ ἄστυ ἠνέχθη, ἐσεφέρετο μετὰ πομπῆς ἐνταῦθα δὴ μάλιστα ὑπερόγκου. στέφανοί τε γὰρ δισχιλίων πλείους ἀπὸ χρυσοῦ κατὰ σπουδὴν γενόμενοι παρεφέροντο, δῶρα τῶν πόλεων καὶ τῶν ὑπʼ αὐτῷ στρατευσαμένων τελῶν καὶ καθʼ ἕνα τῶν φίλων, ἄλλη τε τῶν ἐς τῆν ταφὴν πεμφθέντων οὐ δυνατὴ φράσαι πολυτέλεια. καὶ τὸ σῶμα δέει τοῦ συνδραμόντος στρατοῦ παρέπεμπον ἱερέες τε ἅμα πάντες καὶ ἱέρειαι, κατὰ σφᾶς αὐτῶν ἑκάτεροι, καὶ ἡ βουλὴ πᾶσα καὶ αἱ ἀρχαί, τὰ σφέτερα σημεῖα ἐπικείμενοι. κόσμῳ δʼ ἄλλῳ τὸ τῶν καλουμένων ἱππέων πλῆθος εἵπετο καὶ ὁ στρατὸς ἐν μέρει πᾶς, ὅσος ὑπεστράτευτο αὐτῷ· συνέδραμον γὰρ σπουδῇ, τὸ ἔργον ἅπαντες ἐπειγόμενοι καταλαβεῖν, σημεῖά τε φέροντες ἐπίχρυσα καὶ ὅπλα ἐπὶ σφίσι περιάργυρα, οἷς ἔτι νῦν ἐς τὰς πομπὰς εἰώθασι χρῆσθαι. σαλπιγκτῶν τε ἄπειρον ἦν πλῆθος, παρὰ μέρος ὑγρότατα καὶ πένθιμα μελῳδούντων. βοῇ δʼ ἐπευφήμουν ἥ τε βουλὴ πρώτη καὶ οἱ ἱππέες ἐν μέρει, εἶθʼ ὁ στρατός, εἶθʼ ὁ δῆμος, οἱ μὲν τῷ ὄντι τὸν Σύλλαν ἐπιποθοῦντες, οἱ δὲ δειμαίνοντες αὐτοῦ καὶ τότε τὸν στρατὸν καὶ τὸν νέκυν οὐχ ἧττον ἢ περιόντος· ἔς τε γὰρ τὴν ὄψιν τῶν γιγνομένων ἀποβλέποντες καὶ ἐς τὴν μνήμην ὧν ἔδρασεν ὁ ἀνήρ, ἐξεπλήττοντο καὶ ὡμολόγουν τοῖς ἐναντίοις εὐτυχέστατον αὐτὸν ἐκείνοις γενέσθαι καὶ σφίσι καὶ τεθνεῶτα φοβερώτατον. ὡς δʼ ἐπὶ τοῦ βήματος, ἔνθα δημηγοροῦσιν ἐν ἀγορᾷ, προυτέθη, τοὺς μὲν ἐπιταφίους λόγους εἶπεν ὁ κράτιστος εἰπεῖν τῶν τότε, ἐπεὶ Φαῦστος ὁ παῖς ὁ τοῦ Σύλλα νεώτατος ἦν ἔτι, τὸ δὲ λέχος ὑποδύντες ἀπὸ τῆς βουλῆς ἄνδρες εὔρωστοι διεκόμιζον ἐς τὸ πεδίον τὸ Ἄρειον, ἔνθα βασιλέες θάπτονται μόνοι· καὶ τὸ πῦρ οἵ τε ἱππέες καὶ ἡ στρατιὰ περιέδραμον.

καὶ Σύλλα μὲν τοῦτο τέλος ἦν, ἀπὸ δὲ τῆς πυρᾶς χωροῦντες εὐθὺς οἱ ὕπατοι λόγοις βλασφήμοις ἐς ἀλλήλους διεφέροντο, καὶ τὸ ἀστικὸν ἐς αὐτοὺς διῄρητο. Λέπιδος δὲ καὶ τοὺς Ἰταλικοὺς προσποιούμενος ἔλεγεν, ὅτι τὴν γῆν αὐτοῖς, ἣν ὁ Σύλλας ἀφῄρητο, ἀποδώσει. ἄμφω μὲν οὖν ἡ βουλὴ δείσασα ὥρκωσε μὴ πολέμῳ διακριθῆναι, κληρωσάμενος δʼ ὁ Λέπιδος τὴν ὑπὲρ Ἄλπεις Γαλατίαν, ἐπὶ τὰ ἀρχαιρέσια οὐ κατῄει ὡς πολεμήσων τοῖς Συλλείοις τοῦ ἐπιόντος ἔτους ὑπὲρ τὸν ὅρκον ἀδεῶς· ἐδόκουν γὰρ ἐς τὸ τῆς ἀρχῆς ἔτος ὡρκῶσθαι. οὐ λανθάνων δʼ, ἐφʼ οἷς ἐβούλευεν, ἐκαλεῖτο ὑπὸ τῆς βουλῆς· καὶ οὐδὲ αὐτὸς ἀγνοῶν, ἐφʼ οἷς ἐκαλεῖτο, ᾔει μετὰ τοῦ στρατοῦ παντὸς ὡς ἐς τὴν πόλιν ἐσελευσόμενος σὺν αὐτῷ. κωλυόμενος δὲ ἐκήρυξεν ἐς τὰ ὅπλα χωρεῖν, καὶ ἀντεκήρυττε Κάτλος. μικρόν τε πρὸ τοῦ Ἀρείου πεδίου μάχης αὐτοῖς γενομένης, ἡττώμενος ὁ Λέπιδος καὶ οὐκ ἐς πολὺ ἔτι ἀντισχὼν ἐς Σαρδὼ διέπλευσεν, ἔνθα νόσῳ τηκεδόνι χρώμενος ἀπέθανε· καὶ ὁ στρατὸς αὐτοῦ μικρὰ κατὰ μέρος ἐνοχλήσας διελύθη, τὸ δὲ κράτιστον Περπέννας ἐς Ἰβηρίαν ἤγαγε Σερτωρίῳ.

λοιπὸν δʼ ἐστὶ τῶν Συλλείων ἔργων τὸ Σερτωρίου, γενόμενον μὲν ὀκτάετες, οὐκ εὐμαρὲς δὲ οὐδαμὰ Ῥωμαίοις, ἅτε μὴ πρὸς Ἴβηρας αὐτούς, ἀλλὰ καὶ τόδε ἐπʼ ἀλλήλους καὶ πρὸς Σερτώριον, ὃς ᾕρητο μὲν Ἰβηρίας ἄρχειν, Κάρβωνι δʼ ἐπὶ Σύλλᾳ συμμαχῶν Σύεσσαν πόλιν ἐν σπονδαῖς κατέλαβε καὶ φεύγων ἐπὶ τὴν στρατηγίαν ᾤχετο. καὶ στρατὸν ἔχων ἔκ τε Ἰταλίας αὐτῆς καί τινα ἄλλον ἐκ Κελτιβήρων ἀγείρας τούς τε πρὸ ἑαυτοῦ στρατηγούς, οὐ παραδιδόντας οἱ τὴν ἀρχὴν ἐς χάριν Σύλλα, τῆς Ἰβηρίας ἐξέβαλε καὶ πρὸς Μέτελλον ἐπιπεμφθέντα ὑπὸ Σύλλα ἀπεμάχετο γενναίως. περιώνυμος δὲ ὢν ἐπὶ τόλμῃ, βουλὴν κατέλεξεν ἐκ τῶν συνόντων οἱ φίλων τριακοσίους καὶ τήνδε ἔλεγεν εἶναι τὴν Ῥωμαίων βουλὴν καὶ ἐς ὕβριν ἐκείνης σύγκλητον ἐκάλει. Σύλλα δʼ ἀποθανόντος καὶ Λεπίδου μετὰ Σύλλαν, στρατὸν ἔχων ἄλλον Ἰταλῶν, ὅσον αὐτῷ Περπέννας ὁ τοῦ Λεπίδου στρατηγὸς ἤγαγεν, ἐπίδοξος ἦν στρατεύσειν ἐπὶ τὴν Ἰταλίαν, εἰ μὴ δείσασα ἡ βουλὴ στρατόν τε ἄλλον καὶ στρατηγὸν ἕτερον ἐπὶ τῷ προτέρῳ Πομπήιον ἔπεμψεν ἐς Ἰβηρίαν, νέον μὲν ἔτι ὄντα, περιφανῆ δʼ ἐξ ὧν ἐπὶ Σύλλα περί τε Λιβύην καὶ ἐν αὐτῇ Ἰταλίᾳ κατείργαστο.

ὁ δὲ ἐς τὰ Ἄλπεια ὄρη μετὰ φρονήματος ἀνῄει, οὐ κατὰ τὴν Ἀννίβου μεγαλουργίαν, ἑτέραν δʼ ἐχάρασσεν ἀμφὶ ταῖς πηγαῖς τοῦ τε Ῥοδανοῦ καὶ Ἠριδανοῦ, οἳ ἀνίσχουσι μὲν ἐκ τῶν Ἀλπείων ὀρῶν οὐ μακρὰν ἀπʼ ἀλλήλων, ῥεῖ δʼ ὁ μὲν διὰ Κελτῶν τῶν ὑπὲρ Ἄλπεις εἰς τὴν Τυρρηνικὴν θάλασσαν, ὁ δὲ ἔνδοθεν τῶν Ἀλπείων ἐπὶ τὸν Ἰόνιον, Πάδος ἀντὶ Ἠριδανοῦ μετονομασθείς. ἀφικομένου δʼ ἐς Ἰβηρίαν αὐτίκα ὁ Σερτώριος τέλος ὅλον, ἐπὶ χορτολογίαν ἐξιόν, αὐτοῖς ὑποζυγίοις καὶ θεράπουσι συνέκοψε καὶ Λαύρωνα πόλιν ἐφορῶντος αὐτοῦ Πομπηίου διήρπασε καὶ κατέσκαψεν. ἐκ δὲ τῆς πολιορκίας γυνή τις ἐνυβρίζοντος αὐτῇ τοῦ λαβόντος παρὰ φύσιν τοῖς δακτύλοις ἐξέτεμε τὰς ὄψεις· καὶ ὁ Σερτώριος τοῦ πάθους πυθόμενος τὴν σπεῖραν ὅλην, ἀγέρωχον ἐς τὰ τοιαῦτʼ εἶναι νομιζομένην, καίπερ οὖσαν Ῥωμαϊκὴν κατέκανε.

καὶ τότε μὲν χειμῶνος ἐπιόντος διέστησαν, ἀρχομένου δʼ ἦρος ἐπῄεσαν ἀλλήλοις, Μέτελλος μὲν καὶ Πομπήιος ἀπὸ τῶν Πυρηναίων ὀρῶν, ἔνθα διεχείμαζον, Σερτώριος δὲ καὶ Περπέννας ἐκ Λυσιτανίας. καὶ συμβάλλουσιν ἀλλήλοις περὶ πόλιν, ᾗ ὄνομα Σούκρων. κτύπου δʼ ἐν αἰθρίᾳ φοβεροῦ καὶ ἀστραπῶν παραλόγων γενομένων, τάδε μὲν ὡς ἐμπειροπόλεμοι διέφερον ἀκαταπλήκτως, πολὺν δʼ ἀλλήλων φόνον ἐξειργάζοντο, μέχρι Μέτελλος μὲν Περπένναν ἐτρέψατο καὶ τὸ στρατόπεδον αὐτοῦ διήρπαζεν, ὁ δὲ Σερτώριος ἐνίκα Πομπήιον, καὶ ἐτρώθη δόρατι ἐς τὸν μηρὸν ἐπικινδύνως ὁ Πομπήιος. καὶ τοῦτο τέλος ἐγένετο τῆς τότε μάχης.

ἔλαφος δʼ ἦν λευκὴ χειροήθης τῷ Σερτωρίῳ καὶ ἄνετος· ἧς ἀφανοῦς γενομένης ὁ Σερτώριος οὐκ αἴσιον ἑαυτῷ τιθέμενος ἐβαρυθύμει τε καὶ ἐπʼ ἀργίας ἦν, καὶ ταῦτʼ ἐπιτωθαζόμενος ἐς τὴν ἔλαφον ὑπὸ τῶν πολεμίων. ὡς δʼ ὤφθη διὰ δρυμῶν δρόμῳ φερομένη, ἀνά τε ἔδραμεν ὁ Σερτώριος καὶ εὐθύς, ὥσπερ αὐτῇ προκαταρχόμενος, ἠκροβολίσατο ἐς τοὺς πολεμίους.

οὐ πολὺ δὲ ὕστερον ἀγῶνα μέγαν ἠγωνίσατο περὶ Σεγοντίαν ἐκ μεσημβρίας ἐπὶ ἄστρα. καὶ αὐτὸς μὲν ἱππομαχῶν ἐκράτει τοῦ Πομπηίου καὶ ἔκτεινεν ἐς ἑξακισχιλίους ἀποβαλὼν ἐς ἡμίσεας· Μέτελλος δὲ καὶ τότε Περπέννα περὶ πεντακισχιλίους διέφθειρε. καὶ ὁ Σερτώριος μετὰ τὴν μάχην τῆς ἐπιούσης ἡμέρας πολλοὺς βαρβάρους προσλαβὼν ἐπέδραμεν ἀδοκήτως τῷ Μετέλλου στρατοπέδῳ περὶ δείλην ἑσπέραν ὡς ἀποταφρεύσων αὐτὸ σὺν τόλμῃ, Πομπηίου δʼ ἐπιδραμόντος ἐπαύσατο τῆς καταφρονήσεως.

καὶ τάδε μὲν αὐτοῖς ἦν τοῦδε τοῦ θέρους ἔργα, καὶ πάλιν ἐς χειμασίαν διεκρίθησαν· τοῦ δʼ ἐπιόντος ἔτους, ἕκτης ἑβδομηκοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος οὔσης, δύο μὲν ἐκ διαθηκῶν ἔθνη Ῥωμαίοις προσεγίγνετο, Βιθυνία τε Νικομήδους ἀπολιπόντος καὶ Κυρήνη Πτολεμαίου, τοῦ Λαγίδου βασιλέως, ὃς ἐπίκλησιν ἦν Ἀπίων, πόλεμοι δʼ ἤκμαζον οὗτός τε ὁ Σερτωρίου περὶ Ἰβηρίαν καὶ ὁ Μιθριδάτου περὶ τὴν ἀνατολὴν καὶ ὁ τῶν λῃστῶν ἐν ὅλῃ τῇ θαλάσσῃ καὶ περὶ Κρήτην πρὸς αὐτοὺς Κρῆτας ἕτερος καὶ ὁ τῶν μονομάχων ἀνὰ τὴν Ἰταλίαν, αἰφνίδιος αὐτοῖς καὶ ὅδε καὶ σφοδρὸς ὁμοῦ γενόμενος. διαιρούμενοι δʼ ἐς τοσαῦτα, ὅμως καὶ ἐς Ἰβηρίαν ἔπεμψαν ἄλλα στρατοῦ δύο τέλη, μεθʼ ὧν ἅμα τῷ ἄλλῳ παντὶ Μέτελλός τε καὶ Πομπήιος αὖθις ἀπὸ τῶν Πυρηναίων ὀρῶν ἐπὶ τὸν Ἴβηρα κατέβαινον. Σερτώριος δὲ καὶ Περπέννας αὐτοῖς ἀπήντων ἀπὸ Λυσιτανίας.