Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

Κάρβων δὲ ἕτερα δύο τέλη στρατιωτῶν ἐς Πραινεστὸν ἄγειν ἔπεμπε Δαμάσιππον, ὑπερεπειγόμενος Μάριον ἐκλῦσαι τῆς πολιορκίας· ἀλλʼ οὐδʼ οὗτοι τὰ στενὰ διελθεῖν ἐδύναντο φυλασσόμενα ὑπὸ τοῦ Σύλλα. Γαλάται τε ὅσοι ἀπὸ Ῥαβέννης ἐπὶ τὰ Ἄλπεια παρήκουσιν, ἀθρόως ἐς Μέτελλον μετετίθεντο· καὶ Λεύκολλος ἑτέρους τῶν Καρβωνείων ἐνίκα περὶ Πλακεντίαν. ὧν ὁ Κάρβων πυνθανόμενος, τρισμυρίους ὅμως ἔτι ἔχων περὶ τὸ Κλούσιον καὶ δύο τέλη τὰ Δαμασίππου καὶ ἕτερα περὶ Καρρίναν καὶ Μάρκιον Σαυνιτῶν τε αὐτῷ χειρὶ πολλῇ προθύμως περὶ τὰ στενὰ κακοπαθούντων, ἀπογνοὺς ἁπάντων ἀσθενῶς ἔφευγε σὺν τοῖς φίλοις ἐς Λιβύην ἐξ Ἰταλίας ὕπατος ἔτι ὤν, ὡς Λιβύην παραστησόμενος ἀντὶ τῆς Ἰταλίας. τῶν δʼ ὑπολειφθέντων οἱ μὲν ἀμφὶ τὸ Κλούσιον Πομπηίῳ συνενεχθέντες ἐς μάχην ἀπέβαλον ἐς δισμυρίους, καὶ ὡς ἐπὶ συμφορᾷ μεγίστῃ καὶ τὸ λοιπὸν τοῦδε τοῦ στρατοῦ ἐς τὰς πατρίδας κατὰ μέρη διελύθη· Καρρίνας δὲ καὶ Μάρκιος καὶ Δαμάσιππος οἷς εἶχον ἅπασιν ἐπὶ τὰ στενὰ ἐχώρουν ὡς ὁμοῦ τοῖς Σαυνίταις βιασόμενοι πάντως αὐτὰ περᾶσαι. οὐ δυνηθέντες δὲ οὐδʼ ὥς, ἐφέροντο ἐς Ῥώμην ὡς ἔρημον ἀνδρῶν καὶ τροφῶν ἅμα καταληψόμενοι τὸ ἄστυ καὶ πρὸ σταδίων ἑκατὸν ἐστρατοπέδευον ἀμφὶ τὴν Ἀλβανῶν γῆν.

δείσας οὖν ὁ Σύλλας περὶ τῇ πόλει τοὺς μὲν ἱππέας προύπεμψε κατὰ σπουδὴν ἐνοχλεῖν αὐτοῖς ὁδεύουσιν, αὐτὸς δʼ ἐπειχθεὶς ἀθρόῳ τῷ στρατῷ παρὰ ταῖς Κολλίναις πύλαις περὶ μεσημβρίαν ἐστρατοπέδευσεν, ἀμφὶ τὸ τῆς Ἀφροδίτης ἱερόν, ἤδη καὶ τῶν πολεμίων περὶ τὴν πόλιν στρατοπεδευόντων. μάχης δʼ εὐθὺς αὐτοῖς περὶ δείλην ἑσπέραν γενομένης τῷ μὲν δεξιῷ Σύλλας ἐκράτει, τὸ δὲ λαιὸν ἡττώμενον ἐπὶ τὰς πύλας κατέφυγεν. οἱ δὲ γέροντες, ὄντες ἐπὶ τῶν τειχῶν, ὡς εἶδον αὐτοῖς συνεστρέχοντας τοὺς πολεμίους, τὰς πύλας καθῆκαν ἀπὸ μηχανῆς· αἱ δʼ ἐμπίπτουσαι πολλοὺς μὲν ἀπὸ τοῦ στρατοῦ διέφθειραν, πολλοὺς δʼ ἀπὸ τῆς βουλῆς, οἱ λοιποὶ δʼ ὑπὸ δέους καὶ ἀνάγκης ἀνέστρεφον ἐς τοὺς πολεμίους. καὶ νυκτὸς ὅλης ἀγωνισάμενοι πολὺ πλῆθος ἔκτειναν· ἔκτειναν δὲ καὶ τῶν στρατηγῶν Τελεσῖνόν τε καὶ Ἀλβῖνον καὶ τὰ στρατόπεδα αὐτῶν ἔλαβον. Λαμπώνιός τε ὁ Λευκανὸς καὶ Μάρκιος καὶ Καρρίνας ὅσοι τε ἄλλοι στρατηγοὶ τῆς Καρβωνείου στάσεως αὐτοῖς συνῆσαν, διέφυγον. καὶ θάνατος ἐκ τοῦδε τοῦ ἔργου πέντε μυριάδων ἐδόκει γενέσθαι παρʼ ἀμφοτέρων· τά τε αἰχμάλωτα ὀκτακισχιλίων πλείω γενόμενα Σύλλας, ὅτι Σαυνῖται τὸ πλέον ἦν, κατηκόντισε. μετὰ δὲ μίαν ἡμέραν αὐτῷ καὶ Μάρκιος καὶ Καρρινας ἁλόντες προσήγοντο· καὶ οὐδὲ τῶνδε φειδόμενος οἷα Ῥωμαίων ἔκτεινεν ἄμφω καὶ τὰς κεφαλὰς ἐς Πραινεστὸν Λουκρητίῳ περὶ τὰ τείχη περιενεγκεῖν ἔπεμψεν.

Πραινέστιοι δὲ καὶ τάδε θεώμενοι καὶ τὸν Κάρβωνος στρατὸν ἀπολωλέναι πάντα πυνθανόμενοι αὐτόν τε Νωρβανὸν ἤδη φυγεῖν ἐξ Ἰταλίας καὶ τὴν ἄλλην Ἰταλίαν καὶ Ῥώμην ἐπʼ αὐτῇ Σύλλαν ἐκτενῶς κεχειρῶσθαι, τὴν πόλιν τῷ Λουκρητίῳ παρέδοσαν, Μαρίου καταδύντος ἐς τάφρους ὑπονόμους καὶ μετὰ βραχὺ καὶ ἀνελόντος ἑαυτόν. Λουκρήτιος μὲν δὴ Μαρίου τὴν κεφαλὴν ἐκτεμὼν ἔπεμπεν ἐς Σύλλαν· καὶ αὐτὴν ὁ Σύλλας ἐν ἀγορᾷ μέσῃ πρὸ τῶν ἐμβόλων θέμενος ἐπιγελάσαι λέγεται τῇ νεότητι τοῦ ὑπάτου καὶ εἰπεῖν· “ἐρέτην δεῖ πρῶτα γενέσθαι, πρὶν πηδαλίοις ἐπιχειρεῖν.” Λουκρήτιος δʼ ἐπεὶ Πραινεστὸν εἷλε, τῶν ἀπὸ τῆς βουλῆς ἐνταῦθα Μαρίῳ στρατηγούντων τοὺς μὲν αὐτίκα ἀνῄρει, τοὺς δʼ ἐς φυλακὴν ἐσέβαλλεν· οὓς ὁ Σύλλας ἐπελθὼν ἀνεῖλε. καὶ τοὺς ἐν Πραινεστῷ προσέταξε χωρὶς ὅπλων προελθεῖν ἅπαντας ἐς τὸ πεδίον καὶ προελθόντων τοὺς μὲν ἑαυτῷ τι χρησίμους γενομένους, ὀλίγους πάμπαν, ἐξείλετο, τοὺς δὲ λοιποὺς ἐκέλευσεν ἐς τρία ἀπʼ ἀλλήλων διαστῆναι, Ῥωμαίους τε καὶ Σαυνίτας καὶ Πραινεστίους· ἐπεὶ δὲ διέστησαν, τοῖς μὲν Ῥωμαίοις ἐπεκήρυξεν, ὅτι καὶ οἵδε ἄξια θανάτου δεδράκασι, καὶ συγγνώμην ἔδωκεν ὅμως, τοὺς δὲ ἑτέρους κατηκόντισεν ἅπαντας· γύναια δʼ αὐτῶν καὶ παιδία μεθῆκεν ἀπαθεῖς ἀπιέναι. καὶ τὴν πόλιν διήρπαζε, πολυχρήματον ἐν τοῖς μάλιστα τότε οὖσαν.

ὧδε μὲν δὴ καὶ Πραινεστὸς ἑάλω, Νῶρβα δʼ, ἑτέρα πόλις, ἀντεῖχεν ἔτι ἐγκρατῶς, ἔστε Αἰμιλίου Λεπίδου νυκτὸς ἐς αὐτὴν ἐκ προδοσίας ἐσελθόντος διαγανακτήσαντες οἱ ἔνδον ἐπὶ τῇ προδοσίᾳ, οἱ μὲν ἑαυτοὺς ἀνῄρουν, οἱ δʼ ἀλλήλους ἑκόντες, οἱ δὲ καὶ βρόχοις συνεπλέκοντο· καὶ τὰς θύρας ἐνέφραττον ἕτεροι καὶ ἐνεπίμπρασαν --- ἄνεμός τε πολὺς ἐμπεσὼν ἐς τοσοῦτον αὐτὴν ἐδαπάνησεν, ὡς μηδὲν ἐκ τῆς πόλεως λάφυρον γενέσθαι.

καὶ οἵδε μὲν οὕτως ἐγκρατῶς ἀπέθανον· ἠνυσμένων δὲ τῶν ἀμφὶ τὴν Ἰταλίαν πολέμοις καὶ πυρὶ καὶ φόνῳ πολλῷ, οἱ μὲν τοῦ Σύλλα στρατηγοὶ τὰς πόλεις ἐπιόντες τὰ ὕποπτα ἐφρούρουν, καὶ Πομπήιος ἔς τε Λιβύην ἐπὶ Κάρβωνα καὶ ἐς Σικελίαν ἐπὶ τοὺς ἐκεῖ Κάρβωνος φίλους ἐστέλλετο· αὐτὸς δὲ ὁ Σύλλας Ῥωμαίους ἐς ἐκκλησίαν συναγαγὼν πολλὰ ἐμεγαληγόρησεν ἐφʼ ἑαυτῷ καὶ φοβερὰ ἐς κατάπληξιν εἶπεν ἕτερα καὶ ἐπήνεγκεν, ὅτι τὸν μὲν δῆμον ἐς χρηστὴν ἄξει μεταβολήν, εἰ πείθοιντό οἱ, τῶν δʼ ἐχθρῶν οὐδενὸς ἐς ἔσχατον κακοῦ φείσεται, ἀλλὰ καὶ τοὺς στρατηγοὺς ἢ ταμίας ἢ χιλιάρχους ἢ ὅσοι τι συνέπραξαν ἄλλοι τοῖς πολεμίοις, μεθʼ ἣν ἡμέραν Σκιπίων ὁ ὕπατος οὐκ ἐνέμεινε τοῖς πρὸς αὐτὸν ὡμολογημένοις, μετελεύσεσθαι κατὰ κράτος. ταῦτα δʼ εἰπὼν αὐτίκα βουλευτὰς ἐς τεσσαράκοντα καὶ τῶν καλουμένων ἱππέων ἀμφὶ χιλίους καὶ ἑξακοσίους ἐπὶ θανάτῳ προύγραφεν. οὗτος γὰρ δοκεῖ πρῶτος, οὓς ἐκόλασε θανάτῳ, προγράψαι καὶ γέρα τοῖς ἀναιροῦσι καὶ μήνυτρα τοῖς ἐλέγχουσι καὶ κολάσεις τοῖς κρύπτουσιν ἐπιγράψαι. μετʼ οὐ πολὺ δὲ βουλευτὰς ἄλλους αὐτοῖς προσετίθει. καὶ τῶνδε οἱ μὲν ἀδοκήτως καταλαμβανόμενοι διεφθείροντο, ἔνθα συνελαμβάνοντο, ἐν οἰκίαις ἢ στενωποῖς ἢ ἱεροῖς, οἱ δὲ μετέωροι πρὸς τὸν Σύλλαν φερόμενοί τε καὶ πρὸ ποδῶν αὐτοῦ ῥιπτούμενοι· οἱ δὲ καὶ ἐσύροντο καὶ κατεπατοῦντο, οὐδὲ φωνὴν ἔτι τῶν θεωμένων οὐδενὸς ἐπὶ τοσοῖσδε κακοῖς ἔχοντος ὑπʼ ἐκπλήξεως. ἐξέλασίς τε ἑτέρων ἦν καὶ δήμευσις τῶν ἑτέροις ὄντων. ἐπὶ δὲ τοὺς τῆς πόλεως ἐκφυγόντας ζητηταὶ πάντα μαστεύοντες διέθεον καὶ ὅσους αὐτῶν λάβοιεν ἀνῄρουν.

πολλὴ δὲ καὶ τῶν Ἰταλιωτῶν ἀναίρεσίς τε καὶ ἐξέλασις καὶ δήμευσις ἦν, ὅσοι τι Κάρβωνος ἢ Νωρβανοῦ ἢ Μαρίου ἢ τῶν ὑπʼ ἐκείνοις στρατηγούντων ὑπήκουσαν. κρίσεις τε ἦσαν ἐπὶ τούτοις ἀνὰ τὴν Ἰταλίαν ὅλην πικραὶ καὶ ἐγκλήματα ποικίλα, στρατηγίας ἢ στρατείας ἢ ἐσφορᾶς χρημάτων ἢ ἄλλης ὑπηρεσίας ἢ βουλεύσεως ὅλως κατὰ Σύλλα. ἐγκλήματα δʼ ἦν καὶ ξενία καὶ φιλία καὶ δάνεισμα, λαβόντος ἢ δόντος, ἤδη δέ τις καὶ προθυμίας ἢ μόνης συνοδίας ἡλίσκετο. καὶ ταῦτʼ ἤκμαζε μάλιστα κατὰ τῶν πλουσίων. ὡς δʼ ἐξέλιπε τὰ καθʼ ἕνα ἄνδρα ἐγκλήματα, ἐπὶ τὰς πόλεις ὁ Σύλλας μετῄει καὶ ἐκόλαζε καὶ τάσδε, τῶν μὲν ἀκροπόλεις κατασκάπτων ἢ τείχη καθαιρῶν ἢ κοινὰς ζημίας ἐπιτιθεὶς ἢ εἰσφοραῖς ἐκτρύχων βαρυτάταις· ταῖς δὲ πλείοσι τοὺς ἑαυτῷ στρατευσαμένους ἐπῴκιζεν ὡς ἕξων φρούρια κατὰ τῆς Ἰταλίας τήν τε γῆν αὐτῶν καὶ τὰ οἰκήματα ἐς τούσδε μεταφέρων διεμέριζεν· ὃ καὶ μάλιστʼ αὐτοὺς εὔνους αὐτῷ καὶ τελευτήσαντι ἐποίησεν· ὡς γὰρ οὐχ ἕξοντες αὐτὰ βεβαίως, εἰ μὴ πάντʼ εἴη τὰ Σύλλα βέβαια, ὑπερηγωνίζοντο αὐτοῦ και μεταστάντος.

καὶ τάδε μὲν ἦν ἀμφὶ τὴν Ἰταλίαν, Κάρβωνα δʼ ἐκ Λιβύης ἐς Σικελίαν μετὰ πολλῶν ἐπιφανῶν καὶ ἀπʼ αὐτῆς ἐς Κοσσύραν νῆσον ὑποφεύγοντα πέμψας τινὰς ὁ Πομπήιος συνέλαβε. καὶ τοὺς μὲν ἄλλους τοῖς ἄγουσιν ἐκέλευσεν οὐδʼ ἐς ὄψιν οἱ προσαχθέντας ἀνελεῖν, Κάρβωνα δὲ παραστησάμενος αὑτοῦ τοῖς ποσὶ δεσμώτην τρὶς ὕπατον ἐπεδημηγόρησε καὶ κατέκανε καὶ τὴν κεφαλὴν ἐς Σύλλαν ἔπεμψεν.

ὁ δʼ, ἐπεί οἱ πάντα, ὡς ἐβούλετο, ἐπὶ τοῖς ἐχθροῖς διῴκητο καὶ πολέμιον οὐδὲν ἦν ἔτι πλὴν Σερτωρίου μακρὰν ὄντος, Μέτελλον μὲν ἐπὶ τοῦτον ἐξέπεμπεν ἐς Ἰβηρίαν, τὰ δʼ ἐν τῇ πόλει καθίστατο ἅπαντα ἐφʼ ἑαυτοῦ, καθʼ ὃν ἐβούλετο τρόπον. νόμου γὰρ ἢ χειροτονίας ἢ κλήρου λόγος οὐκ ἦν ἔτι, πεφρικότων ὑπὸ δέους πάντων καὶ κρυπτομένων ἢ σιωπώντων· οἳ καὶ πάντα, ὅσα διῴκησεν ὁ Σύλλας ὑπατεύων τε καὶ ἀνθυπατεύων, βέβαια καὶ ἀνεύθυνα ἐψηφίζοντο εἶναι εἰκόνα τε αὐτοῦ ἐπίχρυσον ἐπὶ ἵππου πρὸ τῶν ἐμβόλων ἀνέθεσαν καὶ ὑπέγραψαν “Κορνηλίου Σύλλα ἡγεμόνος Εὐτυχοῦς.” ὧδε γὰρ αὐτὸν οἱ κόλακες, διευτυχοῦντα ἐπὶ τοῖς ἐχθροῖς, ὠνόμαζον· καὶ προῆλθεν ἐς βέβαιον ὄνομα ἡ κολακεία. ἤδη δέ που γραφῇ περιέτυχον ἡγουμένῃ τὸν Σύλλαν Ἐπαφρόδιτον ἐν τῷδε τῷ ψηφίσματι ἀναγραφῆναι, καὶ οὐκ ἀπεικὸς ἐφαίνετό μοι καὶ τόδε, ἐπεὶ καὶ Φαῦστος ἐπωνομάζετο· δύναται δὲ τοῦ αἰσίου καὶ ἐπαφροδίτου ἀγχοτάτω μάλιστα εἶναι τὸ ὄνομα. ἔστι δʼ ὅπου καὶ χρησμὸς αὐτῷ δοθεὶς ἐβεβαίου τάδε σκεπτομένῳ τὰ μέλλοντα.

  1. πείθεὸ μοι, Ῥωμαῖε. κράτος μέγα Κύπρις ἔδωκεν
  2. Αἰνείου γενεῇ μεμελημένη. ἀλλὰ σὺ πᾶσιν
  3. ἀθανάτοις ἐπέτεια τίθει. μὴ λήθεο τῶνδε·
  4. Δελφοῖς δῶρα κόμιζε. καὶ ἔστι τις ἀμβαίνουσι
  5. Ταύρου ὑπὸ νιφόεντος, ὅπου περιμήκετον ἄστυ
  6. Καρῶν, οἳ ναίουσιν ἐπώνυμον ἐξ Ἀφροδίτης·
  7. ᾗ πέλεκυν θέμενος λήψῃ κράτος ἀμφιλαφές σοι.

ὁπότερα δʼ αὐτῶν ἐψηφίσαντο Ῥωμαῖοι τὴν εἰκόνα τιθέντες, δοκοῦσί μοι παρασκώπτοντες ἢ ἐκμειλισσόμενοι τὸν ἄνδρα ἐπιγράψαι. ἔπεμψε δὲ καὶ στέφανον χρύσεον καὶ πέλεκυν, ἐπιγράψας τάδε·

  1. τόνδε σοι αὐτοκράτωρ Σύλλας ἀνέθηκʼ, Ἀφροδίτη,
  2. ᾧ σʼ εἶδον κατʼ ὄνειρον ἀνὰ στρατιὴν διέπουσαν
  3. τεύχεσι τοῖς Ἄρεος μαρναμένην ἔνοπλον.