Mithridatic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

καὶ Χῖοι μὲν ὧδε ἐπεπράχεσαν, Ζηνόβιον δὲ Ἐφέσιοι μετὰ στρατιωτῶν προσιόντα ἐκέλευον ἐξοπλίσασθαί τε παρὰ ταῖς πύλαις καὶ σὺν ὀλίγοις ἐσελθεῖν. ὁ δʼ ὑπέστη μὲν ταῦτα, καὶ ἐσῆλθε πρὸς Φιλοποίμενα τὸν πατέρα Μονίμης τῆς ἐρωμένης Μιθριδάτου, ἐπίσκοπον Ἐφεσίων ἐκ Μιθριδάτου καθεστηκότα, καὶ συνελθεῖν οἱ τοὺς Ἐφεσίους ἐς ἐκκλησίαν ἐκήρυττεν. οἱ δὲ οὐδὲν χρηστὸν ἔσεσθαι παρʼ αὐτοῦ προσδοκῶντες ἐς τὴν ἐπιοῦσαν ἀνέθεντο, καὶ νυκτὸς ἀλλήλους ἀγείραντές τε καὶ παρακαλέσαντες, Ζηνόβιον μὲν ἐς τὸ δεσμωτήριον ἐμβαλόντες ἔκτειναν, καὶ τὰ τείχη κατεῖχον, καὶ τὸ πλῆθος συνελόχιζον, καὶ τὰ ἐκ τῶν ἀγρῶν συνέλεγον, καὶ τὴν πόλιν ὅλως διὰ χειρὸς εἶχον. ὧν πυνθανόμενοι Τραλλιανοὶ καὶ Ὑπαιπηνοὶ καὶ Μεσοπολῖται καί τινες ἄλλοι, τὰ Χίων πάθη δεδιότες, ὅμοια τοῖς Ἐφεσίοις ἔδρων. Μιθριδάτης δʼ ἐπὶ μὲν τὰ ἀφεστηκότα στρατιὰν ἐξέπεμπε, καὶ πολλὰ καὶ δεινὰ τοὺς λαμβανομένους ἔδρα· δείσας δὲ περὶ τοῖς λοιποῖς τὰς πόλεις τὰς Ἑλληνίδας ἠλευθέρου, καὶ χρεῶν ἀποκοπὰς αὐτοῖς ἐκήρυσσε, καὶ τοὺς ἐν ἑκάστῃ μετοίκους πολίτας αὐτῶν ἐποίει καὶ τοὺς θεράποντας ἐλευθέρους, ἐλπίσας, ὅπερ δὴ καὶ συνηνέχθη, τοὺς κατάχρεως καὶ υετοίκους καὶ θεράποντας, ἡγουμένους ἐν τῇ Μιθριδάτου ἀρχῇ βεβαίως τὰ δοθέντα αὐτοῖς ἕξειν, εὔνους αὑτῷ γενήσεσθαι. Μυννίων δὲ καὶ Φιλότιμος οἱ Σμυρναῖοι καὶ Κλεισθένης καὶ Ἀσκληπιόδοτος οἱ Λέσβιοι, βασιλεῖ γνώριμοι πάντες, ὁ δὲ Ἀσκληπιόδοτος αὐτὸν καὶ ξεναγήσας ποτέ, ἐπιβουλὴν ἐπὶ τὸν Μιθριδάτην συνετίθεσαν· ἧς αὐτὸς ὁ Ἀσκληπιόδοτος μηνυτὴς ἐγένετο, καὶ ἐς πίστιν ὑπὸ κλίνῃ τινὶ παρεσκεύασεν ἀκοῦσαι τοῦ Μυννίωνος. ἁλούσης δὲ τῆς ἐπιβουλῆς οἱ μὲν αἰκισθέντες ἐκολάσθησαν, ὑποψία δʼ ἐς τὰ ὅμοια πολλοὺς κατεῖχεν. ὡς δὲ καὶ Περγαμηνῶν τὰ αὐτὰ βουλεύοντες ὀγδοήκοντα ἄνδρες ἑάλωσαν, καὶ ἐν ἄλλαις πόλεσιν ἕτεροι, ζητητὰς ὁ Μιθριδάτης πανταχοῦ περιέπεμπεν, οἵ, τοὺς ἐχθροὺς ἐνδεικνύντων ἑκάστων, ἔκτειναν ἀμφὶ τοὺς χιλίους καὶ ἑξακοσίους ἄνδρας. ὧν οἱ κατηγορήσαντες οὐ πολὺ ὕστερον οἱ μὲν ὑπὸ Σύλλα ληφθέντες διεφθάρησαν, οἱ δὲ προανεῖλον ἑαυτούς, οἱ δʼ ἐς τὸν Πόντον αὐτῷ Μιθριδάτῃ συνέφευγον.

γιγνομένων δὲ τῶνδε περὶ τὴν Ἀσίαν, ὀκτὼ μυριάδων στρατὸς ἤθροιστο τῷ Μιθριδάτῃ, καὶ αὐτὸν Δορύλαος πρὸς Ἀρχέλαον ἦγεν ἐς τὴν Ἑλλάδα, ἔχοντα τῶν προτέρων ἔτι μυρίους. ὁ δὲ Σύλλας ἀντεστρατοπέδευε μὲν Ἀρχελάῳ περὶ Ὀρχομενόν, ὡς δὲ εἶδε τῆς ἐπελθούσης ἵππου τὸ πλῆθος, ὤρυσσε τάφρους πολλὰς ἀνὰ τὸ πεδίον, εὖρος δέκα πόδας, καὶ ἐπιόντος αὐτῷ τοῦ Ἀρχελάου ἀντιπαρέταξεν. ἀσθενῶς δὲ τῶν Ῥωμαίων διὰ δέος τῆς ἵππου μαχομένων, ἐς πολὺ μὲν αὐτοὺς παριππεύων παρεκάλει καὶ ἐπέσπερχε σὺν ἀπειλῇ, οὐκ ἐπιστρέφων δʼ αὐτοὺς ἐς τὸ ἔργον οὐδʼ ὥς, ἐξήλατο τοῦ ἵππου, καὶ σημεῖον ἁρπάσας ἀνὰ τὸ μεταίχμιον ἔθει μετὰ τῶν ὑπασπιστῶν, κεκραγώς· εἴ τις ὑμῶν, ὦ Ῥωμαῖοι, πύθοιτο, ποῦ Σύλλαν τὸν στρατηγὸν ὑμῶν αὐτῶν προυδώκατε, λέγειν, ἐν Ὀρχομενῷ μαχόμενον. οἱ δʼ ἡγεμόνες αὐτῷ κινδυνεύοντι συνεξέθεον ἐκ τῶν ἰδίων τάξεων, συνεξέθεον δὲ καὶ ἡ ἄλλη πληθὺς αἰδουμένη, παλίωξίν τε εἰργάσαντο. καὶ τῆς νίκης ἀρχομένης, ἀναθορὼν αὖθις ἐπὶ τὸν ἵππον ἐπῄνει τὸν στρατὸν περιιὼν καὶ ἐπέσπερχεν, ἕως τέλεον αὐτοῖς τὸ ἔργον ἐξετελέσθη. καὶ τῶν πολεμίων ἀπώλοντο μὲν ἀμφὶ τοὺς μυρίους καὶ πεντακισχιλίους, καὶ τούτων ἦσαν οἱ μύριοι ἱππεῖς μάλιστα, καὶ σὺν αὐτοῖς ὁ παῖς Ἀρχελάου Διογένης· οἱ πεζοὶ δʼ ἐς τὸ στρατόπεδον συνέφυγον.

καὶ δείσας ὁ Σύλλας μὴ παλιν αὐτὸν ὁ Ἀρχέλαος, οὐκ ἔχοντα ναῦς, ἐς Χαλκίδα ὡς πρότερον διαφύγοι, τὸ πεδίον ὅλον ἐκ διαστηματων ἐνυκτοφυλάκει. καὶ μεθʼ ἡμέραν, στάδιον οὐχ ὅλον ἀποσχὼν τοῦ Ἀρχελάου, τάφρον αὐτῷ περιώρυσσεν οὐκ ἐπεξιόντι. καὶ παρεκάλει τότε μάλιστα τὴν ἑαυτοῦ στρατιὰν ἐκπονῆσαι τοῦ παντὸς πολέμου τὸ ἔτι λείψανον ὡς τῶν πολεμίων αὐτὸν οὐδʼ ὑφισταμένων, καὶ ἐπῆγεν αὐτὴν ἐπὶ τὸ χαράκωμα τοῦ Ἀρχελάου. ὅμοια δʼ ἐκ μεταβολῆς ἐγίγνετο καὶ παρὰ τοῖς πολεμίοις ὑπʼ ἀνάγκης, τῶν ἡγεμόνων αὐτοὺς περιθεόντων, καὶ τὸν παρόντα κίνδυνον προφερόντων τε, καὶ ὀνειδιζόντων εἰ μηδʼ ἀπὸ χάρακος ἀπομαχοῦνται τοὺς ἐχθροὺς ὀλιγωτέρους ὄντας. ὁρμῆς δὲ καὶ βοῆς ἑκατέρωθεν γενομένης, πολλὰ μὲν ἐγίγνετο ἐπʼ ἀμφοῖν ἔργα πολέμου, γωνίαν δέ τινα τοῦ χαρακώματος οἱ Ῥωμαῖοι, τὰς ἀσπίδας σφῶν ὑπερσχόντες, ἤδη διέσπων, καὶ οἱ βάρβαροι καταθορόντες ἀπὸ τοῦ χαρακώματος ἔσω τῆς γωνίας περιέστησαν αὐτὴν ὡς τοῖς ξίφεσιν ἀμυνούμενοι τοὺς ἐστρέχοντας. οὐδέ τις ἐτόλμα, μέχρι Βάσιλλος ὁ τοῦ τέλους ταξίαρχος ἐσήλατο πρῶτος καὶ τὸν ὑπαντήσαντα ἔκτεινεν. τότε δʼ αὐτῷ συνεσέπιπτεν ὁ στρατὸς ἅπας, καὶ φυγὴ τῶν βαρβάρων ἐγίγνετο καὶ φόνος, τῶν μὲν καταλαμβανομένων, τῶν δʼ ἐς τὴν ἐγγὺς λίμνην ὠθουμένων τε καὶ νεῖν οὐκ ἐπισταμένων, ἀξύνετα βαρβαριστὶ τοὺς κτενοῦντας παρακαλούντων. Ἀρχέλαος δʼ ἐν ἕλει τινὶ ἐκρύφθη, καὶ σκάφους ἐπιτυχὼν ἐς Χαλκίδα διέπλευσεν. καὶ εἴ τις ἦν ἄλλη Μιθριδάτου στρατιὰ κατὰ μέρος ποι διατεταγμένη, πάντας αὐτοὺς ἐκάλει κατὰ σπουδήν.

ὁ δὲ Σύλλας τῆς ἐπιούσης τόν τε ταξίαρχον ἐστεφάνου καὶ τοῖς ἄλλοις ἀριστεῖα ἐδίδου. καὶ τὴν Βοιωτίαν συνεχῶς μετατιθεμένην διήρπαζε, καὶ ἐς Θεσσαλίαν ἐλθὼν ἐχείμαζε, τὰς ναῦς τὰς μετὰ Λευκόλλου περιμένων. ἀγνοῶν δʼ ὅπῃ ὁ Λεύκολλος εἴη, ἐναυπηγεῖτο ἑτέρας, καὶ ταῦτα μέντοι Κορνηλίου τε Κίννα καὶ Γαΐου Μαρίου, τῶν ἐχθρῶν αὐτοῦ, ἐν Ῥώμῃ ἐψηφισμένων εἶναι Ῥωμαίων πολέμιον, καὶ τὴν οἰκίαν αὐτοῦ καὶ τὰς ἐπαύλεις καθῃρηκότων, καὶ τοὺς φίλους ἀνελόντων. ὁ δὲ οὐδὲν οὐδʼ ὣς καθῄρει τῆς ἐξουσίας, τὸν στρατὸν ἔχων εὐπειθῆ καὶ πρόθυμον. Κίννας δὲ Φλάκκον ἑλόμενός οἱ συνάρχειν τὴν ὕπατον ἀρχήν, ἔπεμπεν ἐς τὴν Ἀσίαν μετὰ δύο τελῶν, ἀντὶ τοῦ Σύλλα, ὡς ἤδη πολεμίου γεγονότος, τῆς τε Ἀσίας ἄρχειν καὶ πολεμεῖν τῷ Μιθριδάτῃ. ἀπειροπολέμῳ δʼ ὄντι τῷ Φλάκκῳ συνεξῆλθεν ἑκὼν ἀπὸ τῆς βουλῆς ἀνὴρ πιθανὸς ἐς στρατηγίαν, ὄνομα Φιμβρίας. τούτοις ἐκ Βρεντεσίου διαπλέουσιν αἱ πολλαὶ τῶν νεῶν ὑπὸ χειμῶνος διελύθησαν, καὶ τὰς πρόπλους αὐτῶν ἐνέπρησε στρατὸς ἄλλος ἐπιπεμφθεὶς ἐκ Μιθριδάτου. μοχθηρὸν δʼ ὄντα τὸν Φλάκκον καὶ σκαιὸν ἐν ταῖς κολάσεσι καὶ φιλοκερδῆ ὁ στρατὸς ἅπας ἀπεστρέφετο, καὶ μέρος αὐτῶν τι, προπεμφθὲν ἐς Θεσσαλίαν, ἐς τὸν Σύλλαν μετεστρατεύσαντο. τοὺς δὲ ὑπολοίπους ὁ Φιμβρίας, στρατηγικώτερος τοῦ Φλάκκου φαινόμενος αὐτοῖς καὶ φιλανθρωπότερος κατεῖχε μὴ μεταθέσθαι.

ὡς δʼ ἔν τινι καταγωγῇ περὶ ξενίας ἔριδος αὐτῷ καὶ τῷ ταμίᾳ γενομένης ὁ Φλάκκος διαιτῶν οὐδὲν ἐς τιμὴν ἐπεσήμηνε τοῦ Φιμβρίου, χαλεπήνας ὁ Φιμβρίας ἠπείλησεν ἐς Ῥώμην ἐπανελεύσεσθαι. καὶ τοῦ Φλάκκου δόντος αὐτῷ διάδοχον ἐς ἃ τότε διῴκει, φυλάξας αὐτὸν ὁ Φιμβρίας ἐς Χαλκηδόνα διαπλέοντα, πρῶτα μὲν Θέρμον τὰς ῥάβδους ἀφείλετο, τὸν ἀντιστράτηγον ὑπὸ τοῦ Φλάκκου καταλελειμμένον, ὡς οἱ τοῦ στρατοῦ τὴν στρατηγίαν περιθέντος, εἶτα Φλάκκον αὐτὸν σὺν ὀργῇ μετʼ ὀλίγον ἐπανιόντα ἐδίωκεν, ἕως ὁ μὲν Φλάκκος ἔς τινα οἰκίαν καταφυγὼν καὶ νυκτὸς τὸ τεῖχος ὑπερελθὼν ἐς Χαλκηδόνα πρῶτον καὶ ἀπʼ αὐτῆς ἐς Νικομήδειαν ἔφυγε καὶ τὰς πύλας ἀπέκλεισεν, ὁ δὲ Φιμβρίας αὐτὸν ἐπελθὼν ἔκτεινεν ἐν φρέατι κρυπτόμενον, ὕπατόν τε ὄντα Ῥωμαίων καὶ στρατηγὸν τοῦδε τοῦ πολέμου ἰδιώτης αὐτὸς ὢν καὶ ὡς φίλῳ κελεύοντι συνεληλυθώς. ἐκτεμών τε τὴν κεφαλὴν αὐτοῦ μεθῆκεν ἐς θάλασσαν, καὶ τὸ λοιπὸν ἄταφον ἐκρίψας, αὑτὸν αὐτοκράτορα ἀπέφηνε τοῦ στρατοῦ. καὶ μάχας τινὰς οὐκ ἀγεννῶς ἠγωνίσατο τῷ παιδὶ τῷ Μιθριδάτου. αὐτόν τε βασιλέα συνεδίωξεν ἐς τὸ Πέργαμον, καὶ ἐς Πιτάνην ἐκ τοῦ Περγάμου διαφυγόντα ἐπελθὼν ἀπετάφρευεν, ἕως ὁ μὲν βασιλεὺς ἐπὶ νεῶν ἔφυγεν ἐς Μιτυλήνην,

ὁ δὲ Φιμβρίας, ἐπιὼν τὴν Ἀσίαν, ἐκόλαζε τοὺς καππαδοκίσαντας, καὶ τῶν οὐ δεχομένων αὐτὸν τὴν χώραν ἐλεηλάτει. Ἰλιεῖς δὲ πολιορκούμενοι πρὸς αὐτοῦ κατέφυγον μὲν ἐπὶ Σύλλαν, Σύλλα δὲ φήσαντος αὐτοῖς ἥξειν, καὶ κελεύσαντος ἐν τοσῷδε Φιμβρίᾳ φράζειν ὅτι σφᾶς ἐπιτετρόφασι τῷ Σύλλᾳ, πυθόμενος ὁ Φιμβρίας ἐπῄνεσε μὲν ὡς ἤδη Ῥωμαίων φίλους, ἐκέλευσε δὲ καὶ αὑτὸν ὄντα Ῥωμαῖων ἔσω δέχεσθαι, κατειρωνευσάμενός τι καὶ τῆς συγγενείας τῆς οὔσης ἐς Ῥωμαίους Ἰλιεῦσιν. ἐσελθὼν δὲ τοὺς ἐν ποσὶ πάντας ἔκτεινε καὶ πάντα ἐνεπίμπρη, καὶ τοὺς πρεσβεύσαντας ἐς τὸν Σύλλαν ἐλυμαίνετο ποικίλως, οὔτε τῶν ἱερῶν φειδόμενος οὔτε τῶν ἐς τὸν νεὼν τῆς Ἀθηνᾶς καταφυγόντων, οὓς αὐτῷ νεῷ κατέπρησεν. κατέσκαπτε δὲ καὶ τὰ τείχη, καὶ τῆς ἐπιούσης ἠρεύνα περιιὼν μή τι συνέστηκε τῆς πόλεως ἔτι. ἡ μὲν δὴ χείρονα τῶν ἐπὶ Ἀγαμέμνονος παθοῦσα ὑπὸ συγγενοῦς διωλώλει, καὶ οἰκόπεδον οὐδὲν αὐτῆς οὐδʼ ἱερὸν οὐδʼ ἄγαλμα ἔτι ἦν· τὸ δὲ τῆς Ἀθηνᾶς ἕδος, ὃ Παλλάδιον καλοῦσι καὶ διοπετὲς ἡγοῦνται, νομίζουσί τινες εὑρεθῆναι τότε ἄθραυστον, τῶν ἐπιπεσόντων τειχῶν αὐτὸ περικαλυψάντων, εἰ μὴ Διομήδης αὐτὸ καὶ Ὀδυσσεὺς ἐν τῷ Τρωϊκῷ ἔργῳ μετήνεγκαν ἐξ Ἰλίου.

τάδε μὲν δὴ Φιμβρίας ἐς Ἴλιον εἰργάζετο, ληγούσης ἄρτι τῆς τρίτης καὶ ἑβδομηκοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος. καί τινες ἡγοῦνται τὸ πάθος αὐτῇ τόδε μετʼ Ἀγαμέμνονα χιλίοις καὶ πεντήκοντα ἔτεσι γενέσθαι μάλιστα.

ὁ δὲ Μιθριδάτης ἐπεὶ καὶ τῆς περὶ Ὀρχομενὸν ἥττης ἐπύθετο, διαλογιζόμενος τὸ πλῆθος ὅσον ἐξ ἀρχῆς ἐς τὴν Ἑλλάδα ἐπεπόμφει, καὶ τὴν συνεχῆ καὶ ταχεῖαν αὐτοῦ φθοράν, ἐπέστελλεν Ἀρχελάῳ διαλύσεις ὡς δύναιτο εὐπρεπῶς ἐργάσασθαι. ὁ δὲ Σύλλᾳ συνελθὼν ἐς λόγους εἶπε· φίλος ὢν ὑμῖν πατρῷος, ὦ Σύλλα, Μιθριδάτης ὁ βασιλεὺς ἐπολέμησε μὲν διὰ στρατηγῶν ἑτέρων πλεονεξίαν, διαλύσεται δὲ διὰ τὴν σὴν ἀρετήν, ἢν τὰ δίκαια προστάσσῃς. καὶ ὁ Σύλλας ἀπορίᾳ τε νεῶν, καὶ χρήματα οὐκ ἐπιπεμπόντων οὐδʼ ἄλλο οὐδὲν οἴκοθεν αὐτῷ τῶν ἐχθρῶν ὡς πολεμίῳ, ἁψάμενος ἤδη τῶν ἐν Πυθοῖ καὶ Ὀλυμπίᾳ καὶ Ἐπιδαύρῳ χρημάτων, καὶ ἀντιδοὺς πρὸς λόγον τοῖς ἱεροῖς τὸ ἥμισυ τῆς Θηβαίων γῆς πολλάκις ἀποστάντων, ἔς τε τὴν στάσιν αὐτὴν τῶν ἐχθρῶν ἐπειγόμενος ἀκραιφνῆ καὶ ἀπαθῆ τὸν στρατὸν μεταγαγεῖν, ἐνεδίδου πρὸς τὰς διαλύσεις, καὶ εἶπεν·

    ὁ δʼ ἔτι λέγοντος αὐτοῦ τὴν πεῖραν ἀπεσείετο, καὶ δυσχεράνας ἔφη τὸν ἐγχειρίσαντά οἱ τὴν στρατηγίαν οὔ ποτε προδώσειν· ἐλπίζω δέ σοι διαλλάξειν, ἢν μέτρια προστάσσῃς. διαλιπὼν οὖν ὁ Σύλλας ὀλίγον, εἶπεν· ἐὰν τὸν στόλον ἡμῖν, ὃν ἔχεις, ὦ Ἀρχέλαε, παραδιδῷ πάντα Μιθριδάτης, ἀποδῷ δὲ καὶ στρατηγοὺς ἡμῖν ἢ πρέσβεις ἢ αἰχμαλώτους ἢ αὐτομόλους ἢ ἀνδράποδα ἀποδράντα, καὶ Χίους ἐπὶ τοῖσδε, καὶ ὅσους ἄλλους ἀνασπάστους ἐς τὸν Πόντον ἐποιήσατο, μεθῇ, ἐξαγάγῃ δὲ καὶ τὰς φρουρὰς ἐκ πάντων φρουρίων, χωρὶς ὧν ἐκράτει πρὸ τῆσδε τῆς παρασπονδήσεως, ἐσενέγκῃ δὲ καὶ τὴν δαπάνην τοῦδε τοῦ πολέμου τὴν διʼ αὐτὸν γενομένην, καὶ στέργῃ μόνης ἄρχων τῆς πατρῴας δυναστείας. ἐλπίζω πείσειν Ῥωμαίους αὐτῷ μηδὲν ἐπιμηνῖσαι τῶν γεγονότων. ὁ μὲν δὴ τοσάδε εἶπεν, ὁ δὲ Ἀρχέλαος τὰς μὲν φρουρὰς αὐτίκα πανταχόθεν ἐξῆγε, περὶ δὲ τῶν ἄλλων ἐπέστελλε τῷ βασιλεῖ. καὶ Σύλλας τὴν ἐν τοσῷδε ἀργίαν διατιθέμενος, Ἐνετοὺς καὶ Δαρδανέας καὶ Σιντούς, περίοικα Μακεδόνων ἔθνη, συνεχῶς ἐς Μακεδονίαν ἐμβάλλοντα, ἐπιὼν ἐπόρθει, καὶ τὸν στρατὸν ἐγύμναζε, καὶ ἐχρηματίζετο ὁμοῦ.

    ἐλθόντων δὲ τῶν Μιθριδάτου πρέσβεων, οἳ τοῖς μὲν ἄλλοις συνετίθεντο, μόνην δʼ ἐξαιρούμενοι Παφλαγονίαν ἐπεῖπον ὅτι πλεόνων ἂν ἔτυχε Μιθριδάτης, εἰ πρὸς τὸν ἕτερον ὑμῶν στρατηγὸν διελύετο Φιμβρίαν, δυσχεράνας ὁ Σύλλας τῇ παραβολῇ, καὶ Φιμβρίαν ἔφη δώσειν δίκην, καὶ αὐτὸς ἐν Ἀσίᾳ γενόμενος εἴσεσθαι πότερα συνθηκῶν ἢ πολέμου δεῖται Μιθριδάτης. ὧδε δʼ εἰπὼν ἤλαυνεν ἐπὶ Κύψελλα διὰ Θρᾴκης, Λεύκολλον ἐς Ἄβυδον προπέμψας· ἤδη γὰρ αὐτῷ καὶ ὅδε ἀφῖκτο, κινδυνεύσας μὲν ὑπὸ λῃστῶν ἁλῶναι πολλάκις, στόλον δέ τινα νεῶν ἀγείρας ἀπό τε Κύπρου καὶ Φοινίκης καὶ Ῥόδου καὶ Παμφυλίας, καὶ πολλὰ δῃώσας τῆς πολεμίας, καὶ τῶν Μιθριδάτου νεῶν ἀποπειράσας ἐν παράπλῳ. Σύλλας μὲν οὖν ἀπὸ Κυψέλλων καὶ Μιθριδάτης ἐκ Περγάμου συιῄεσαν αὖθις ἐς λόγους, καὶ κατέβαινον ἐς πεδίον ἄμφω σὺν ὀλίγοις, ἐφορώντων τῶν στρατῶν ἑκατέρωθεν. ἦσαν δʼ οἱ λόγοι Μιθριδάτου μὲν ὑπόμνησις φιλίας καὶ συμμαχίας ἰδίας καὶ πατρῴας, καὶ ἐπὶ τοῖς Ῥωμαίων πρέσβεσι καὶ προβούλοις καὶ στρατηγοῖς κατηγορία ὧν ἐς αὐτὸν ἐπεπράχεσαν ἀδίκως, Ἀριοβαρζάνην τε κατάγοντες ἐς Καππαδοκίαν, καὶ Φρυγίας αὐτὸν ἀφαιρούμενοι, καὶ Νικομήδη περιορῶντες ἀδικοῦντα. καὶ τάδε, ἔφη, πάντα ἔπραξαν ἐπὶ χρήμασι, παραλλὰξ παρʼ ἐμοῦ τε καὶ παρʼ ἐκείνων λαμβάνοντες· ὃ γὰρ δὴ μάλιστʼ ἄν τις ὑμῶν, ὦ Ῥωμαῖοι, τοῖς πλείοσιν ἐπικαλέσειεν, ἔστιν ἡ φιλοκερδία. ἀναρραγέντος δὲ ὑπὸ τῶν ὑμετέρων στρατηγῶν τοῦ πολέμου, πάντα ὅσα ἀμυνόμενος ἔπραττον, ἀνάγκῃ μᾶλλον ἢ κατὰ γνώμην ἐγίγνετο.

    ὁ μὲν δὴ Μιθριδάτης ὧδε εἰπὼν ἐπαύσατο, ὁ δὲ Σύλλας ὑπολαβὼν ἀπεκρίνατο·

      τοσαῦτα τοῦ Σύλλα μετ’ ὀργῆς ἔτι λέγοντος, μετέπιπτεν ὁ βασιλεὺς καὶ ἐδεδοίκει, καὶ ἐς τὰς διʼ Ἀρχελάου γενομένας συνθήκας ἐνεδίδου, τάς τε ναῦς καὶ τὰ ἄλλα πάντα παραδοὺς ἐς τὸν Πόντον ἐπὶ τὴν πατρῴαν ἀρχὴν ἐπανῄει μόνην.

      ὧδε μὲν ὁ πρῶτος Μιθριδάτου καὶ Ῥωμαίων πόλεμος κατεπαύετο·

      Σύλλας δὲ Φιμβρίου δύο σταδίους ἀποσχὼν ἐκέλευε παραδοῦναί οἱ τὸν στρατόν, οὗ παρανόμως ἄρχοι. ὁ δʼ ἀντεπέσκωπτε μὲν ὡς οὐδʼ ἐκεῖνος ἐννόμως ἔτι ἄρχοι, περιταφρεύοντος δʼ αὐτὸν τοῦ Σύλλα, καὶ πολλῶν οὐκ ἀφανῶς ἀποδιδρασκόντων, ἐς ἐκκλησίαν τοὺς λοιποὺς ὁ Φιμβρίας συναγαγὼν παρεκάλει παραμένειν. οὐ φαμένων δὲ πολεμήσειν πολίταις, καταρρήξας τὸν χιτωνίσκον ἑκάστοις προσέπιπτεν. ὡς δὲ καὶ τοῦτʼ ἀπεστρέφοντο, καὶ πλείους ἐγίγνοντο αἱ αὐτομολίαι, τὰς σκηνὰς τῶν ἡγεμόνων περιῄει, καί τινας αὐτῶν χρήμασι διαφθείρας ἐς ἐκκλησίαν αὖθις συνεκάλει, καὶ συνόμνυσθαί οἱ προσέτασσεν. ἐκβοησάντων δὲ τῶν ἐνετῶν ὅτι δέοι καλεῖν ἐπὶ τὸν ὅρκον ἐξ ὀνόματος, ὁ μὲν ἐκήρυττε τοὺς εὖ τι παθόντας ὑφʼ ἑαυτοῦ, καὶ Νώνιον πρῶτον ἐκάλει, κοινωνόν οἱ πάντων γεγονότα. οὐκ ὀμνύντος δʼ οὐδʼ ἐκείνου, τὸ ξίφος ἐπισπάσας ἠπείλει κτενεῖν αὐτόν, μέχρι βοῆς ἐκ πάντων γενομένης καταπλαγεὶς καὶ τοῦδʼ ἐπαύσατο. θεράποντα δὲ χρήμασι καὶ ἐλπίσιν ἐλευθερίας ἀναπείσας ἔπεμψεν ὡς αὐτόμολον ἐπιχειρεῖν τῷ Σύλλα σώματι. ὁ δὲ τῷ ἔργῳ πλησιάζων καὶ ταρασσόμενος, καὶ ἐκ τοῦδε ὕποπτος γενόμενος, συνελήφθη τε καὶ ὡμολόγησεν. καὶ ὁ στρατὸς ὁ τοῦ Σύλλα, σὺν ὀργῇ καὶ καταφρονήσει περιστάντες τὸ τοῦ Φιμβρίου χαράκωμα, κατελοιδόρουν αὐτὸν καὶ Ἀθηνίωνα ἐκάλουν, ὃς δραπετῶν τῶν ἐν Σικελίᾳ ποτὲ ἀποστάντων ὀλιγήμερος ἐγεγένητο βασιλεύς.