Mithridatic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

ἐν δὲ πεδιῳ πλατεῖ παρὰ τὸν Αμνειον ποταμὸν κατιδόντες ἀλλήλους ὅ τε Νικομήδης καὶ οἱ τοῦ Μιθριδάτου στρατηγοὶ παρέταττον ἐς μάχην, Νικομήδης μὲν ἅπαντας τοὺς ἑαυτοῦ, Νεοπτόλεμος δὲ καὶ Ἀρχέλαος τοὺς εὐζώνους μόνους, καὶ οὓς Ἀρκαθίας εἶχεν ἱππέας καί τινα τῶν ἁρμάτων· ἡ γὰρ φάλαγξ ἔτι προσῄει. ἐς δέ τινα γήλοφον τοῦ πεδίου πετρώδη προλαβόντες ἀνέπεμψαν ὀλίγους, ἵνα μὴ κυκλωθεῖεν ὑπὸ τῶν Βιθυνῶν πολὺ πλειόνων ὄντων. ὡς δὲ ἐξωθουμένους εἶδον αὐτοὺς ἐκ τοῦ γηλόφου, δείσας ὁ Νεοπτόλεμος περὶ τῇ κυκλώσει προσεβοήθει μετὰ σπουδῆς, καλῶν ἅμα καὶ τὸν Ἀρκαθίαν. Νικομήδης δʼ ὁρῶν ἀντιπαρῄει· καὶ γίγνεται πολὺς ἐνταῦθα ἀγὼν καὶ φόνος. βιασαμένου δὲ τοῦ Νικομηδους ἔφευγον οἱ Μιθριδάτειοι, ἕως ὁ Ἀρχέλαος ἀπὸ τοῦ δεξιοῦ μετελθὼν ἐνέβαλεν ἐς τοὺς διώκοντας. οἱ δʼ ἐς αὐτὸν ἐπεστράφησαν. ὁ δʼ ὑπεχώρει κατʼ ὀλίγον, ἵνʼ ἔχοιεν ἐκ τῆς φυγῆς ἐπανελθεῖν οἱ περὶ Νεοπτόλεμον. ὡς δὲ εἴκασεν αὐτάρκως ἔχειν, ἐπέστρεφε, καὶ τοῖς Βιθυνοῖς τὰ δρεπανηφόρα ἅρματα ἐμπίπτοντα μετὰ ῥύμης διέκοπτε καὶ διέτεμνε τοὺς μὲν ἀθρόως ἐς δύο τοὺς δʼ ἐς μέρη πολλά. τό τε γιγνόμενον ἐξέπληττε τὴν στρατιὰν τοῦ Νικομήδους, ὅτε ἴδοιεν ἡμιτόμους ἄνδρας ἔτι ἔμπνους, ἢ ἐς πολλὰ διερριμμένους, ἢ τῶν δρεπάνων ἀπηρτημένους. ἀηδίᾳ τε μᾶλλον ὄψεως ἢ μάχης ἥσσῃ τὴν τάξιν ὑπὸ φόβου συνέχεαν. ταραχθεῖσι δʼ αὐτοῖς ὁ μὲν Ἀρχέλαος ἐκ τοῦ μετώπου, Νεοπτόλεμος δὲ καὶ Ἀρκαθίας ἐκ τῆς φυγῆς ἀναστρέφοντες ἐπέκειντο ὄπισθεν. οἱ δʼ ἐπὶ πολὺ μὲν ἠμύνοντο, ἐς ἑκατέρους ἐπιστρεφόμενοι· ὡς δὲ τὸ πλεῖστον ἐπεπτώκει, Νικομήδης μὲν ἔφευγε μετὰ τῶν ὑπολοίπων ἐς Παφλαγονίαν, οὐδʼ ἐς χεῖρας ἐλθούσης πω τῆς Μιθριδατείου φάλαγγος, ἑάλω δʼ αὐτοῦ τὸ χαράκωμα καὶ τὰ χρήματα πολλὰ ὄντα καὶ πλῆθος αἰχμαλώτων. οὓς πάντας ὁ Μιθριδάτης φιλανθρωπευσάμενός τε καὶ ἐφόδια δοὺς ἀπέλυσεν ἐς τὰ οἰκεῖα ἀπιέναι, δόξαν ἐμποιῶν τοῖς πολεμίοις φιλανθρωπίας.

ἔργον δὴ τόδε πρῶτον τοῦ Μιθριδατείου πολέμου καὶ οἱ στρατηγοὶ τῶν Ῥωμαίων κατεπεπλήγεσαν, ὡς οὐκ εὐβουλίᾳ μᾶλλον ἢ προπετῶς, ἄνευ τοῦ κοινοῦ, τοσόνδε πόλεμον ἅψαντες. ὀλίγοι τε γὰρ πολὺ πλειόνων ἐκεκρατήκεσαν, καὶ οὐδεμιᾷ συντυχίᾳ χωρίων ἢ πολεμίου σφάλματος, ἀλλʼ ἀρετῇ στρατηγῶν καὶ ἀνδρείᾳ στρατοῦ. Νικομήδης μὲν οὖν Μανίῳ παρεστρατοπέδευε, Μιθριδάτης δʼ ἐπὶ τὸ Σκορόβαν ὄρος ἀνῄει, ὃ τέλος ἐστὶ Βιθυνῶν καὶ τῆς Ποντικῆς χώρας. πρόδρομοί τε αὐτοῦ, Σαυροματῶν ἑκατὸν ἱππεῖς, ὀκτακοσίοις ἱππεῦσι τοῦ Νικομήδους ἐντυχόντες αἱροῦσι καὶ τούτων τινάς· οὓς πάλιν ὁ Μιθριδάτης σὺν ἐφοδίοις μεθῆκεν ἐς τὰς πατρίδας ἀπιέναι. Μάνιον δʼ ὑποφεύγοντα Νεοπτόλεμός τε καὶ Νεμάνης ὁ Ἀρμένιος ἀμφὶ τὸ πρῶτον Πάχιον χωρίον ἑβδόμης ὥρας καταλαβόντες, οἰχομένου πρὸς Κάσσιον Νικομήδους, ἠνάγκασαν ἐς μάχην ἱππέας ἔχοντα τετρακισχιλίους καὶ πεζοὺς ἔτι τούτων δεκαπλασίονας. κτείναντες δʼ αὐτοῦ περὶ μυρίους, ἐζώγρησαν ἐς τριακοσίους· οὓς ὁμοίως ὁ Μιθριδάτης ἐς αὐτὸν ἀναχθέντας ἀπέλυσε, καταδημοκοπῶν τοὺς πολεμίους. Μανίου δʼ ἐλήφθη καὶ τὸ στρατόπεδον, καὶ φεύγων αὐτὸς ἐπὶ τὸν Σαγγάριον ποταμὸν νυκτὸς γενομένης ἐπέρασέ τε καὶ ἐς Πέργαμον ἐσώθη. Κάσσιος δὲ καὶ Νικομήδης, καὶ ὅσοι ἄλλοι Ῥωμαίων πρέσβεις παρῆσαν, ἐς Λεόντων κεφαλήν, ὃ τῆς Φρυγίας ἐστὶν ὀχυρώτατον χωρίον, μετεστρατοπέδευον· καὶ τὸ πλῆθος ὅσον εἶχον, οὐ πάλαι συνειλεγμένον, χειροτεχνῶν ἢ γεωργῶν ἢ ἰδιωτῶν, ἐγύμναζον, καὶ τοὺς Φρύγας αὐτοῖς προσκατέλεγον. ὀκνούντων δὲ ἑκατέρων ἀπέγνωσαν πολεμεῖν ἀνδράσιν ἀπολέμοις, καὶ διαλύσαντες αὐτοὺς ἀνεχώρουν, Κάσσιος μὲν ἐς Ἀπάμειαν σὺν τῷ ἑαυτοῦ στρατῷ, Νικομήδης δὲ ἐς Πέργαμον, Μάνιος δὲ ἐπὶ Ῥόδου. ὧν, ὅσοι τὸ στόμα τοῦ Πόντου κατεῖχον, πυθόμενοι διελύθησαν, καὶ τάς τε κλεῖς τοῦ Πόντου, καὶ ναῦς ὅσας εἶχον, τῷ Μιθριδάτῃ παρέδοσαν.

ὁ δὲ ὁρμῇ τῇδε μιᾷ τὴν ἀρχὴν ὅλην τοῦ Νικομήδους ὑπολαβὼν ἐπῄει, καὶ καθίστατο τὰς πόλεις. ἐμβαλὼν δὲ καὶ ἐς Φρυγίαν, ἐς τὸ τοῦ Ἀλεξάνδρου πανδοκεῖον κατέλυσεν, αἰσιούμενος ἄρα, ἔνθαπερ Ἀλέξανδρος ἀνεπαύσατο, καὶ Μιθριδάτην σταθμεῦσαι. ὁ μὲν δὴ καὶ Φρυγίας τὰ λοιπὰ καὶ Μυσίαν καὶ Ἀσίαν, ἃ Ῥωμαίοις νεόκτητα ἦν, ἐπέτρεχε, καὶ ἐς τὰ περίοικα περιπέμπων ὑπηγάγετο Λυκίαν τε καὶ Παμφυλίαν καὶ τὰ μέχρι Ἰωνίας. Λαοδικεῦσι δὲ ἔτι ἀντέχουσι, τοῖς περὶ τὸν Λύκον ποταμόν Ῥωμαίων γάρ τις στρατηγὸς Κόιντος Ὄππιος, ἱππέας ἔχων καὶ μισθοφόρους τινάς, ἐς τὴν πόλιν ἐσδραμὼν ἐφύλαττεν αὐτήν̓, κήρυκα ἐπιπέμψας ἐπὶ τὰ τείχη λέγειν ἐκέλευσεν ὅτι βασιλεὺς Μιθριδάτης ὑπέχεται Λαοδικεῦσιν ἄδειαν, εἰ τὸν Ὄππιον αὐτῷ προσαγάγοιεν. οἱ δʼ ἐπὶ τῷ κηρύγματι τοὺς μὲν μισθοφόρους Ὀππίου μεθῆκαν ἀπαθεῖς ἀπιέναι, αὐτὸν δʼ ἤγαγον τῷ Μιθριδάτῃ τὸν Ὄππιον, ἡγουμένων αὐτῷ τῶν ῥαβδοφόρων ἐπὶ γέλωτι. καὶ αὐτὸν ὁ Μιθριδάτης οὐδὲν διαθεὶς ἐπήγετο πανταχοῦ λελυμένον, ἐπιδεικνύμενος ἄρα Ῥωμαίων αἰχμάλωτον στρατηγόν.

μετʼ οὐ πολὺ δὲ καὶ Μάνιον Ἀκύλιον, τὸν τῆσδε τῆς πρεσβείας καὶ τοῦδε τοῦ πολέμου μάλιστα αἴτιον, ἑλὼν δεδεμένον ἐπὶ ὄνου περιήγετο, κηρύσσοντα τοῖς ὁρῶσιν ὅτι Μάνιος εἴη, μέχρι ἐν Περγάμῳ τοῦ στόματος αὐτοῦ κατεχώνευσε χρυσίον, δωροδοκίαν ἄρα Ῥωμαίοις ὀνειδίζων. σατράπας δὲ τοῖς ἔθνεσιν ἐπιστήσας, ἐς Μαγνησίαν καὶ Ἔφεσον καὶ Μιτυλήνην παρῆλθεν, ἀσμένως αὐτὸν ἁπάντων δεχομένων, Ἐφεσίων δὲ καὶ τὰς Ῥωμαίων εἰκόνας τὰς παρὰ σφίσι καθαιρούντων, ἐφʼ ᾧ δίκην ἔδοσαν οὐ πολὺ ὕστερον. ἐπανιὼν δὲ ἐκ τῆς Ἰωνίας Στρατονίκειαν εἷλε καὶ ἐζημίωσε χρήμασι, καὶ φρουρὰν ἐς τὴν πόλιν ἐσήγαγεν. παρθένον τε εὔμορφον ἰδὼν ἐς τὰς γυναῖκας ἀνεδέξατο· καὶ εἴ τῳ σπουδὴ καὶ τὸ ὄνομα πυθέσθαι, Μονίμη Φιλοποίμενος ἦν. Μάγνησι δὲ καὶ Παφλαγόσι καὶ Λυκίοις ἔτι ἀντέχουσι διὰ τῶν στρατηγῶν ἐπολέμει.

καὶ τάδε μὲν ἦν ἀμφὶ τὸν Μιθριδάτην· Ῥωμαῖοι δʼ ἐξ οὗ τῆς πρώτης αὐτοῦ ὁρμῆς τε καὶ ἐς τὴν Ἀσίαν ἐσβολῆς ἐπύθοντο, στρατεύειν ἐπʼ αὐτὸν ἐψηφίσαντο, καίπερ ἀσχολούμενοι στάσεσιν ἀτρύτοις ἐν τῇ πόλει καὶ οἰκείῳ πολέμῳ χαλεπῷ, τῆς Ἰταλίας ἀφισταμένης σχεδὸν ἁπάσης ἀνὰ μέρος. κληρουμένων δὲ τῶν ὑπάτων, ἔλαχε μὲν Κορνήλιος Σύλλας ἄρχειν τῆς Ἀσίας καὶ πολεμεῖν τῷ Μιθριδάτῃ, χρήματα δʼ οὐκ ἔχοντες αὐτῷ ἐσενεγκεῖν, ἐψηφίσαντο πραθῆναι ὅσα Νουμᾶς Πομπίλιος βασιλεὺς ἐς θυσίας θεῶν διετέτακτο. τοσήδε μὲν ἦν τότε πάντων ἀπορία καὶ ἐς πάντα φιλοτιμία. καὶ τινα αὐτῶν ἔφθασε πραθῆναι καὶ συνενεγκεῖν χρυσίου λίτρας ἐνακισχιλίας, ἃς μόνας ἐς τηλικοῦτον πόλεμον ἔδοσαν.

Σύλλαν μὲν οὖν ἐς πολὺ αἱ στάσεις κατέσχον, ὡς ἐν τοῖς ἐμφυλίοις συγγέγραπται· ἐν τούτῳ δʼ ὁ Μιθριδάτης ἐπί τε Ῥοδίους ναῦς πλείονας συνεπήγνυτο, καὶ σατράπαις ἅπασι καὶ πόλεων ἄρχουσι διʼ ἀπορρήτων ἔγραφε, τριακοστὴν ἡμέραν φυλάξαντας ὁμοῦ πάντας ἐπιθέσθαι τοῖς παρὰ σφίσι Ῥωμαίοις καὶ Ἰταλοῖς, αὐτοῖς τε καὶ γυναιξὶν αὐτῶν καὶ παισὶ καὶ ἀπελευθέροις ὅσοι γένους Ἰταλικοῦ, κτείναντάς τε ἀτάφους ἀπορρῖψαι, καὶ τὰ ὄντα αὐτοῖς μερίσασθαι πρὸς βασιλέα Μιθριδάτην. ἐπεκήρυξε δὲ καὶ ζημίαν τοῖς καταθάπτουσιν αὐτοὺς ἢ ἐπικρύπτουσι, καὶ μήνυτρα τοῖς ἐλέγχουσιν ἢ τοὺς κρυπτομένους ἀναιροῦσι, θεράπουσι μὲν ἐπὶ δεσπότας ἐλευθερίαν, χρήσταις δʼ ἐπὶ δανειστὰς ἥμισυ τοῦ χρέους. τάδε μὲν δὴ διʼ ἀπορρήτων ὁ Μιθριδάτης ἐπέστελλεν ἅπασιν ὁμοῦ, καὶ τῆς ἡμέρας ἐπελθούσης συμφορῶν ἰδέαι ποικίλαι κατὰ τὴν Ἀσίαν ἦσαν, ὧν ἔνια τοιάδε ἦν.

Ἐφέσιοι τοὺς ἐς τὸ Αρτεμίσιον καταφυγόντας, συμπλεκομένους τοῖς ἀγάλμασιν, ἐξέλκοντες ἔκτεινον. Περγαμηνοὶ τοὺς ἐς τὸ Ἀσκληπιεῖον συμφυγόντας, οὐκ ἀφισταμένους, ἐτόξευον τοῖς ξοάνοις συμπλεκομένους. Ἀδραμυττηνοὶ τοὺς ἐκνέοντας ἐσβαίνοντες ἐς τὴν θάλασσαν ἀνῄρουν, καὶ τὰ βρέφη κατεπόντουν. Καύνιοι Ῥοδίοις ὑποτελεῖς ἐπὶ τῷ Ἀντιόχου πολέμῳ γενόμενοι, καὶ ὑπὸ Ῥωμαίων ἀφεθέντες οὐ πρὸ πολλοῦ, τοὺς Ἰταλοὺς ἐς τὴν βουλαίαν Ἑστίαν καταφυγόντας ἕλκοντες ἀπὸ τῆς Ἑστίας, τὰ βρέφη σφῶν πρῶτα ἔκτεινον ἐν ὄψει τῶν μητέρων, αὐτὰς δὲ καὶ τοὺς ἄνδρας ἐπʼ ἐκείνοις. Τραλλιανοὶ δʼ αὐθένται τοῦ κακοῦ φυλαξάμενοι γενέσθαι, Παφλαγόνα Θεόφιλον, ἄγριον ἄνδρα, ἐς τὸ ἔργον ἐμισθώσαντο, καὶ ὁ Θεόφιλος αὐτοὺς συναγαγὼν ἐπὶ τὸν τῆς ὁμονοίας νεὼν ἥπτετο τοῦ φόνου, καὶ τινῶν τοῖς ἀγάλμασι συμπλεκομένων τὰς χεῖρας ἀπέκοπτεν. τοιαύταις μὲν τύχαις οἱ περὶ τὴν Ἀσίαν ὄντες Ἰταλοὶ καὶ Ῥωμαῖοι συνεφέροντο, ἄνδρες τε ὁμοῦ καὶ βρέφη καὶ γυναῖκες, καὶ ἐξελεύθεροι καὶ θεράποντες αὐτῶν, ὅσοι γένους Ἰταλικοῦ. ᾧ καὶ μάλιστα δῆλον ἐγένετο τὴν Ἀσίαν οὐ φόβῳ Μιθριδάτου μᾶλλον ἢ μίσει Ῥωμαίων τοιάδε ἐς αὐτοὺς ἐργάσασθαι. ἀλλʼ οὗτοι μὲν δίκην ἔδοσαν διπλῆν, αὐτοῦ τε Μιθριδάτου μετʼ ὀλίγον ἀπίστως ἐξυβρίσαντος ἐς αὐτούς, καὶ ὕστερον Κορνηλίῳ Σύλλᾳ· Μιθριδάτης δὲ ἐς μὲν Κῶ κατέπλευσε, Κῴων αὐτὸν ἀσμένως δεχομένων, καὶ τὸν Ἀλεξάνδρου παῖδα τοῦ βασιλεύοντος Αἰγύπτου, σὺν χρήμασι πολλοῖς ὑπὸ τῆς μάμμης Κλεοπάτρας ἐν Κῷ καταλελειμμένον, παραλαβὼν ἔτρεφε βασιλικῶς, ἔκ τε τῶν Κλεοπάτρας θησαυρῶν γάζαν πολλὴν καὶ τέχνην καὶ λίθους καὶ κόσμους γυναικείους καὶ χρήματα πολλὰ ἐς τὸν Πόντον ἔπεμψεν.

ἐν δὲ τούτῳ Ῥόδιοι τά τε τειχη σφῶν καὶ τοὺς λιμένας ἐκρατύναντο, καὶ μηχανὰς ἅπασιν ἐφίστανον· καί τινες αὐτοῖς Τελμισέων τε καὶ Λυκίων συνέμαχουν. ὅσοι τε ἐξ Ἀσίας Ἰταλοὶ διεπεφεύγεσαν, ἐς Ῥόδον ἅπαντες ἐχώρουν, καὶ σὺν αὐτοῖς Λεύκιος Κάσσιος ὁ τῆς Ἀσίας ἀνθύπατος. ἐπιπλέοντος δὲ τοῦ Μιθριδάτου τὰ προάστεια καθῄρουν, ἵνα μηδὲν εἴη χρήσιμα τοῖς πολεμίοις, καὶ ἐπὶ ναυμαχίαν ἀνήγοντο, ταῖς μὲν ἐκ μετώπου ταῖς δὲ πλαγίοις. ὁ δὲ βασιλεὺς ἐπὶ πεντήρους περιπλέων ἐκέλευε τοὺς ἰδίους ἐς τὸ πέλαγος ἀνάγειν ἐπὶ κέρως, καὶ τὴν εἰρεσίαν ἐπιταχύναντας περικυκλοῦσθαι τοὺς πολεμίους ὀλιγωτέρους ὄντας, μέχρι δείσαντες οἱ Ῥόδιοι περὶ τῇ κυκλώσει ὑπεχώρουν κατʼ ὀλίγον· εἶτʼ ἐπιστρέψαντες ἐς τὸν λιμένα κατέφυγον, καὶ κλείθροις αὐτὸν διαλαβόντες ἀπὸ τῶν τειχῶν τὸν Μιθριδάτην ἀπεμάχοντο. ὁ δὲ τῇ πόλει παραστρατοπεδεύων καὶ συνεχῶς τῶν λιμένων πειρώμενος καὶ ἀποτυγχάνων, ἀνέμενε τὸ πεζὸν ἐκ τῆς Ἀσίας οἱ παραγενέσθαι. κἀν τούτῳ βραχεῖαι καὶ συνεχεῖς ἐγίγνοντο ἁψιμαχίαι τῶν ἐφεδρευόντων τοῖς τείχεσιν, ἐν αἷς οἱ Ῥόδιοι πλεονεκτοῦντες ἀνεθάρσουν κατʼ ὀλίγον, καὶ τὰς ναῦς διὰ χειρὸς εἶχον ὡς, εἴ πῃ καιρὸν εὕροιεν, ἐπιθησόμενοι τοῖς πολεμίοις.

ὁλκάδος δὲ βασιλικῆς ἱστίῳ παραπλεούσης, Ῥοδία δίκροτος ἐπʼ αὐτὴν ἀνήχθη· καὶ ταῖσδε κατὰ σπουδὴν ἑκατέρων ἐπιβοηθούντων ναυμαχία γίγνεται καρτερά, Μιθριδάτου μὲν ἐπιβαρύνοντος ὀργῇ καὶ πλήθεσι νεῶν, Ῥοδίων δʼ αὐτοῦ τὰ σκάφη σὺν ἐμπειρίᾳ περιπλεόντων τε καὶ ἀνατιτρώντων, ὥστε καὶ τριήρη αὐτοῖς ἀνδράσιν ἀναδησάμενοι καὶ ἀκροστόλια πολλὰ καὶ σκῦλα ἐς τὸν λιμένα φέροντες ἐπανελθεῖν. πεντήρους δὲ σφῶν εἰλημμένης ὑπὸ τῶν πολεμίων, ἀγνοοῦντες οἱ Ῥόδιοι ἐπὶ ζήτησιν αὐτῆς ἓξ ταῖς μάλιστα ταχυναυτούσαις ἀνέπλεον, καὶ Δαμαγόρας ἐπʼ αὐτῶν ὁ ναύαρχος ἐπέπλει. πέντε δʼ αὐτῷ καὶ εἴκοσιν ἐπιπέμψαντος τοῦ Μιθριδάτου, μέχρι μὲν ἐς δύσιν ὁ Δαμαγόρας ὑπεχώρει, συσκοτάζοντος δʼ ἤδη ταῖς βασιλικαῖς ἐς ἀπόπλουν ἐπιστρεφομέναις ἐμβαλὼν δύο κατεπόντωσε, δύο δʼ ἄλλας ἐς Λυκίαν συνεδίωξε, καὶ τὴν νύκτα πελαγίσας ἐπανῆλθεν. τοῦτο Ῥοδίοις καὶ Μιθριδάτῃ τέλος ἦν τῆς ναυμαχίας, παρὰ δόξαν Ῥοδίοις τε διὰ τὴν ὀλιγότητα καὶ Μιθριδάτῃ διὰ τὸ πλῆθος γενόμενον. ἐν δὲ τῷ ἔργῳ περιπλέοντι τῷ βασιλεῖ, καὶ τοὺς οἰκείους ἐπισπέρχοντι, Χία συμμαχὶς ἐμβαλοῦσα ἐκ θορύβου κατέσεισε· καὶ ὁ βασιλεύς, οὐδὲν τότε φροντίζειν ὑποκρινάμενος, τὸν κυβερνήτην ὕστερον ἐκόλασε καὶ τὸν πρῳρέα, καὶ Χίοις ἐμήνισε πᾶσιν.

τῶν δʼ αὐτῶν ἡμερῶν τοῦ πεζοῦ τῷ Μιθριδάτῃ παραπλέοντος ἐπὶ ὁλκάδων καὶ τριήρων, πνεῦμα Καυνικὸν ἐμπεσὸν ἐς αὐτὰς ἐς Ῥόδον παρήνεγκε· καὶ οἱ Ῥόδιοι τάχιστα ἐπαναχθέντες, ἐνοχλουμέναις ὑπὸ τοῦ κλύδωνος ἔτι καὶ διεσπαρμέναις ἐμβαλόντες, ἀνεδήσαντό τινας καὶ διέτρησαν ἑτέρας καὶ ἐνέπρησαν ἄλλας, καὶ ἄνδρας αἰχμαλώτους εἷλον ἐς τετρακοσίους. ἐφʼ οἷς ὁ Μιθριδάτης ἐς ἑτέραν ναυμαχίαν ὁμοῦ καὶ πολιορκίαν ἡτοιμάζετο, σαμβύκην δέ τινα, μηχάνημα μέγιστον, ἐπὶ δύο νεῶν φερόμενον ἐποίει. αὐτομόλων δʼ αὐτῷ λόφον ὑποδειξάντων ἐπιβατόν, ᾗ Ἀταβυρίου Διὸς ἱερὸν ἦν καὶ κολοβὸν τειχίον ἐπʼ αὐτοῦ, τὴν στρατιὰν ἐς τὰς ναῦς νυκτὸς ἐπέβησε, καὶ ἑτέροις ἀναδοὺς κλίμακας ἐκέλευσε χωρεῖν ἑκατέρους μετὰ σιωπῆς, μέχρι τινὲς αὐτοῖς πυρσεύσειαν ἐκ τοῦ Ἀταβυρίου, καὶ τότε ἀθρόως, μετὰ βοῆς ὅτι μάλιστα μεγάλης, τοὺς μὲν τοῖς λιμέσιν ἐμπίπτειν, τοὺς δὲ τὰ τείχη βιάζεσθαι. οἱ μὲν δὴ μετὰ σιγῆς βαθείας προσεπέλαζον, Ῥοδίων δʼ οἱ προφύλακες αἰσθόμενοι τῶν γιγνομένων ἐπύρσευσαν, καὶ ἡ στρατιὰ τοῦ Μιθριδάτου, νομίσασα τοῦτο εἶναι τὸν ἐκ τοῦ Ἀταβυρίου πυρσόν, ἐκ βαθείας σιωπῆς ἠλάλαξαν ὁμοῦ πάντες, οἵ τε κλιμακοφόροι καὶ ὁ στόλος ὁ νηίτης. Ῥοδίων δʼ αὐτοῖς ἀκαταπλήκτως ἀντανακραγόντων, καὶ ἀθρόως ἀναδραμόντων ἐς τὰ τείχη, οἱ βασιλικοὶ νυκτὸς μὲν οὐδʼ ἐπεχείρουν, ἡμέρας δʼ ἀπεκρούσθησαν.

ἡ σαμβύκη δʼ ἐπαχθεῖσα τοῦ τείχους ᾗ τὸ τῆς Ἴσιδος ἱερόν ἐστιν, ἐφόβει μάλιστα, βέλη τε πολλὰ ὁμοῦ καὶ κριοὺς καὶ ἀκόντια ἀφιεῖσα. στρατιῶταί τε σκάφεσι πολλοῖς αὐτῇ μετὰ κλιμάκων παρέθεον ὡς ἀναβησόμενοι διʼ αὐτῆς ἐπὶ τὰ τείχη. οἱ δὲ Ῥόδιοι καὶ τάδε εὐσταθῶς ὑπέμενον, ἕως τό τε μηχάνημα ὑπὸ βάρους ἐνεδίδου, καὶ φάσμα τῆς Ἴσιδος ἔδοξε πῦρ ἀφιέναι πολὺ κατʼ αὐτοῦ. καὶ ὁ Μιθριδάτης ἀπογνοὺς καὶ τῆσδε τῆς πείρας ἀνεζεύγνυεν ἐκ τῆς Ῥόδου, Πατάροις δὲ τὴν στρατιὰν περιστήσας ἔκοπτε Λητοῦς ἄλσος ἱερὸν ἐς μηχανάς, μέχρι φοβήσαντος αὐτὸν ἐνυπνίου τῆς τε ὕλης ἐφείσατο, καὶ Πελοπίδαν Λυκίοις πολεμεῖν ἐπιστήσας, Ἀρχέλαον ἐς τὴν Ἑλλάδα ἔπεμπε, προσεταιριούμενον ἢ βιασόμενον αὐτῆς ὅσα δύναιτο. αὐτὸς δʼ ἀπὸ τοῦδε τοῖς στρατηγοῖς τὰ πολλὰ μεθεὶς ἐστρατολόγει καὶ ὡπλοποίει, καὶ τῇ Στρατονικίδι γυναικὶ διετέρπετο, καὶ δίκας ἐδίκαζε τοῖς ἐπιβουλεύειν ἐς τὸ σῶμα αὐτοῦ λεγομένοις ἢ νεωτερίζουσιν ἢ ὅλως ῥωμαΐζουσιν.