Syrian Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

Πολυξενίδᾳ δὲ καὶ Ῥωμαίοις μετʼ οὐ πολὺ γίγνεται ναυμαχία περὶ Μυόννησον, ἐς ἣν συνῄεσαν Πολυξενίδας μὲν ναυσὶν ἐνενήκοντα καταφράκτοις, Λεύκιος δʼ ὁ Ῥωμαίων ναύαρχος ὀγδοήκοντα τρισί· τούτων ἦσαν ἐκ Ῥόδου πέντε καὶ εἴκοσιν. ὧν ὁ στρατηγὸς Εὔδωρος ἐτέτακτο μὲν ἐπὶ τοῦ λαιοῦ κέρως, ἰδὼν δὲ ἐπὶ θάτερα Πολυξενίδαν πολὺ προύχοντα Ῥωμαίων, ἔδεισέ τε μὴ κυκλωθεῖεν, καὶ περιπλεύσας ὀξέως ἅτε κούφαις ναυσὶ καὶ ἐρέταις ἐμπείροις θαλάσσης, τὰς ναῦς τὰς πυρφόρους τῷ Πολυξενίδᾳ πρώτας ἐπῆγε, λαμπομένας τῷ πυρὶ πάντοθεν. οἱ δʼ ἐμβαλεῖν μὲν αὐταῖς οὐκ ἐτόλμων διὰ τὸ πῦρ, κύκλῳ δʼ αὐτὰς περιπλέοντες ἐνέκλινόν τε καὶ θαλάσσης ἐπίμπλαντο καὶ ἐς τὰς ἐπωτίδας ἐτύπτοντο, μέχρι Ῥοδίας νεὼς ἐς Σιδονίαν ἐμβαλούσης, καὶ τῆς πληγῆς εὐτόνου γενομένης, ἄγκυρα ἐκπίπτουσα τῆς Σιδονίας ἐς τὴν Ῥοδίαν ἐπάγη τε καὶ συνέδησεν ἄμφω πρὸς ἀλλήλας, ὅθεν ἦν ὁ ἀγὼν ἀτρεμούντων τῶν σκαφῶν τοῖς ἐπιβάταις ὥσπερ ἐν γῇ. καὶ προσιουσῶν ἄλλων ἐς ἐπικουρίαν ἑκατέρᾳ πολλῶν, φιλονεικία τε παρʼ ἀμφοῖν ἐγίγνετο λαμπρά, καὶ τὸ μέσον τῶν Ἀντιόχου νεῶν ἔρημον ἐκ τούτου γενόμενον αἱ Ῥωμαίων νῆες διέπλεον, καὶ τοὺς πολεμίους ἔτι ἀγνοοῦντας ἐκύκλουν, ὡς δʼ ἔμαθόν ποτε, ἐγίγνετο φυγὴ καὶ τροπή, καὶ διεφθάρησαν Ἀντιόχου νῆες μιᾶς δέουσαι τριάκοντα, ὧν τρισκαίδεκα αὐτοῖς ἀνδράσιν ἐλήφθησαν. Ῥωμαίων δʼ ἀπώλοντο μόναι δύο. καὶ ὁ Πολυξενίδας τὴν Ῥοδίαν ναῦν ἐπαγόμενος ἐς τὴν Ἔφεσον κατήχθη.

τοῦτο μὲν δὴ τῇ ναυμαχίᾳ τῇ περὶ τὴν Μυόννησον ἦν τέλος· οὔπω δʼ αὐτῆς ὁ Ἀντίοχος αἰσθόμενος Χερρόνησόν τε καὶ Λυσιμάχειαν ἐπιμελῶς ὠχύρου, μέγα, ὥσπερ ἦν, τὸ ἔργον ἡγούμενος ἐπὶ Ῥωμαίοις, ὅπου γε καὶ τὴν ἄλλην Θρᾴκην διελθεῖν στρατοπέδῳ δυσόδευτον αὐτοῖς ἂν ἐγένετο καὶ δύσβατον, εἰ μὴ Φίλιππος διέφερεν. ἀλλʼ ὁ Ἀντίοχος ὢν καὶ τὰ ἄλλα κουφόνους ἀεὶ καὶ ταχὺς ἐς μεταβολήν, ἐπεὶ τῆς ἥσσης ἐπύθετο τῆς περὶ Μυόννησον, πάμπαν ἐξεπλάγη, νομίσας αὑτῷ τὸ δαιμόνιον ἐπιβουλεύειν· παρὰ γὰρ λόγον ἕκαστα χωρεῖν, Ῥωμαίων μὲν ἐν τῇ θαλάσσῃ κρατούντων, ἐν ᾗ πολὺ προύχειν αὐτὸς ἐνόμιζε, Ῥοδίων δʼ Ἀννίβαν ἐς Παμφυλίαν κατακεκλεικότων, Φιλίππου δὲ Ῥωμαίους παραπέμποντος ἀβάτους ὁδούς, ὃν μάλιστα μνησικακήσειν αὐτοῖς ὧν ἔπαθεν ὑπελάμβανεν. ὑπὸ δὴ τῶνδε πάντων ἐκταρασσόμενός τε, καὶ θεοῦ βλάπτοντος ἤδη τοὺς λογισμούς, ὅπερ ἅπασι προσιόντων ἀτυχημάτων ἐπιγίγνεται, Χερρόνησον ἐξέλιπεν ἀλογίστως, πρὶν καὶ ἐς ὄψιν ἐλθεῖν τοῖς πολεμίοις, οὔτε μετενεγκὼν ὅσος ἦν ἐν αὐτῇ σῖτος σεσωρευμένος πολὺς ἢ ὅπλα ἢ χρήματα ἢ μηχαναί, οὔτε ἐμπρήσας, ἀλλʼ ὑγιεῖς ἀφορμὰς τοσάσδε τοῖς πολεμίοις καταλιπών. Λυσιμαχέας τε αὐτῷ καθάπερ ἐκ πολιορκίας συμφεύγοντας μετʼ οἰμωγῆς, ἅμα γυναιξὶ καὶ παιδίοις, ὑπερεώρα, μόνου τοῦ διάπλου τοῦ περὶ Ἄβυδον εἶρξαι τοὺς πολεμίους ἐπινοῶν, καὶ τὴν λοιπὴν ἔτι ἐλπίδα τοῦ πολέμου πᾶσαν ἐν τούτῳ τιθέμενος. οὐ μὴν οὔτε τὸν διάπλουν ἐφύλαξεν ὑπὸ θεοβλαβείας, ἀλλʼ ἐς τὸ μεσόγειον ἠπείχθη ἐπανελθεῖν, φθάνων τοὺς πολεμίους, οὐδέ τινα φυλακὴν ἐν τῷ διάπλῳ κατέλιπεν.

οἱ δὲ Σκιπίωνες ἐπεὶ τὴς ἀναχωρήσεως αὐτοῦ ἐπύθοντο, Λυσιμάχειάν τε δρόμῳ κατέλαβον, καὶ τῶν ἐν Χερρονήσῳ θησαυρῶν τε καὶ ὅπλων κρατήσαντες τὸν Ἑλλήσποντον ἔρημον ὄντα φυλακῆς εὐθὺς ἐπέρων μετὰ σπουδῆς, ἔφθασάν τε Ἀντίοχον ἔτι ἀγνοοῦντα ἐν Σάρδεσι γενόμενοι. ὁ δʼ ἐκπλαγεὶς ἐβαρυθύμει, καὶ τὰ ἴδια αὑτοῦ ἁμαρτήματα ἐς τὸ δαιμόνιον ἀνατιθεὶς Ἡρακλείδην τὸν Βυζάντιον ἔπεμπεν ἐς τοὺς Σκιπίωνας ἐπὶ διαλύσεσι τοῦ πολέμου, Σμύρναν τε καὶ Ἀλεξάνδρειαν αὐτοῖς διδοὺς τὴν ἐπὶ Γρανίκῳ καὶ Λάμψακον, διʼ ἃς ἦρξεν αὐτοῖς ὁ πόλεμος, καὶ τὸ ἥμισυ τῆς δαπάνης τοῦδε τοῦ πολέμου. ἐνετέλλετο δέ, εἰ δέοι, καὶ τῶν Ἰάδων πόλεων δοῦναι καὶ τῶν Αἰολίδων ὅσαι τὰ Ῥωμαίων ἐν τῷδε τῷ ἀγῶνι εἵλοντο, καὶ εἴ τι ἄλλο αἰτοῖεν οἱ Σκιπίωνες. ταῦτα μὲν εἶχεν ἐς τὸ φανερὸν λέγειν ὁ Ἡρακλείδης, ἰδίᾳ δὲ πρὸς Πόπλιον Σκιπίωνα ἔφερε παρʼ Ἀντιόχου χρημάτων τε πολλῶν ὑποσχέσεις καὶ τοῦ παιδὸς ἀφέσεις. ᾑρήκει γὰρ αὐτὸν ἐν τῇ Ἑλλάδι ὁ Ἀντίοχος, ἐς Δηματριάδα ἐκ Χαλκίδος διαπλέοντα· καὶ ἦν ὁ παῖς Σκιπίων ὁ Καρχηδόνα ὕστερον ἑλών τε καὶ κατασκάψας, καὶ δεύτερος ἐπὶ τῷδε τῷ Σκιπίωνι Ἀφρικανὸς ὀνομασθείς, Παύλου μὲν υἱὸς ὢν τοῦ Περσέα τὸν Μακεδόνα ἑλόντος, Σκιπίωνος δὲ τῷ γένει θυγατριδοῦς καὶ θέσει παῖς. κοινῇ μὲν οὖν οἱ Σκιπίωνες τῷ Ἡρακλείδῃ τήνδε ἔδοσαν τὴν ἀπόκρισιν, ἐὰν ὁ Ἀντίοχος εἰρήνης δέηται, μὴ τῶν Ἰάδων μηδὲ τῶν Αἰολίδων αὐτὸν ἐκστῆναι πόλεων, ἀλλὰ πάσης τῆς ἐπὶ τάδε Ταύρου, καὶ τὴν δαπάνην τοῦ πολέμου πᾶσαν ἐσενεγκεῖν, διʼ αὐτὸν γενομένου. ἰδιᾳ δὲ ὁ Πόπλιος ἔφη τῷ Ἡρακλείδῃ Ῥωμαίους, εἰ μὲν ἔτι Χερρονήσου καὶ Λυσιμαχείας κρατῶν ὁ Ἀντίοχος ταῦτα προύτεινεν, ἀσμένως ἂν λαβεῖν· τάχα δʼ εἰ καὶ μόνον ἔτι τοῦ Ἑλλησπόντου τὸν διάπλουν ἐφύλασσε· νῦν δʼ αὐτοὺς ἤδη περάσαντάς τε καὶ ἐν ἀσφαλεῖ γενομένους, καὶ τὸν χαλινόν, φασίν, ἐνθέντας, καὶ ἐπὶ τῷ χαλινῷ τὸν ἵππον ἀναβάντας, οὐκ ἀνέξεσθαι διαλύσεων ἐπʼ ὀλίγοις. αὐτὸς δὲ χάριν εἰδέναι τῷ βασιλεῖ τῆς προαιρέσεως, καὶ μᾶλλον εἴσεσθαι λαβὼν τὸν υἱόν· ἀμείβεσθαι δʼ αὐτὸν ἤδη, καὶ συμβουλεύειν δέχεσθαι τὰ προτεινόμενα πρὶν ἐς πεῖραν ἐλθεῖν μειζόνων ἐπιταγμάτων.

ὁ μὲν δὴ Πόπλιος ταῦτα εἰπὼν ἐς Ἐλαίαν νοσηλευόμενος ὑπεχώρει, σύμβουλον τῷ ἀδελφῷ Γναῖον Δομίτιον καταλιπών· ὁ δʼ Ἀντίοχος, οἷόν τι καὶ Φίλιππος ὁ Μακέδων, οἰηθεὶς τῶνδε τῶν ἐπιταγμάτων πλέον οὐδὲν αὑτοῦ τὸν πόλεμον ἀφαιρήσεσθαι, συνέτασσε ἀπὸ τῶν πολεμίων, καὶ Σκιπίωνι τὸν υἱὸν ἀπέπεμπεν ἐς Ἐλαίαν. ὁ δὲ τοῖς ἄγουσι συνεβούλευε μὴ μάχεσθαι τὸν Ἀντίοχον ἕως αὐτὸς ἐπανέλθοι. καὶ τῷδε πεισθεὶς ὁ Ἀντίοχος μετεστρατοπέδευσεν ἀμφὶ τὸ ὄρος τὸ Σίπυλον, τεῖχός τε καρτερὸν τῷ στρατοπέδῳ περιετείχιζε, καὶ τὸν Φρύγιον ποταμὸν ἐν προβολῇ τοῖς πολεμίοις ἐτίθετο, ἵνα μηδʼ ἄκων ἀναγκάζοιτο πολεμεῖν. Δομίτιος δὲ φιλοτιμούμενος τὸν πόλεμον ἐφʼ ἑαυτοῦ κριθῆναι, τὸν ποταμὸν ἐπέρα μάλα θρασέως, καὶ σταδίους εἴκοσιν ἀπʼ Ἀντιόχου διασχὼν ἐστρατοπέδευσεν. τέσσαρσί τε ἡμέραις ἐφεξῆς ἐξέτασσον ἑκάτεροι παρὰ τὸν χάρακα τὸν ἑαυτῶν, καὶ μάχης οὐ κατῆρχον. τῇ πέμπτῃ δὲ ὁ Δομίτιος ἐξέτασσεν αὖθις καὶ ἐπέβαινε σοβαρῶς. οὐκ ἀντεπιόντος δὲ τοῦ Ἀντιόχου, τότε μὲν ἐγγυτέρω μετεστρατοπέδευσε, μίαν δὲ ἄλλην διαλιπὼν ἐκήρυσσεν ἐς ἐπήκοον τῶν πολεμίων ἐς αὔριον Ἀντιόχῳ καὶ ἄκοντι πολεμήσειν. ὁ δὲ συνταραχθεὶς αὖθις μεθίει τὰ δόξαντα, καὶ δυνηθεὶς ἂν ἑστάναι μόνον ὑπὸ τὸ τεῖχος ἢ καλῶς αὐτὸν ἀπὸ τοῦ τείχους ἀπομάχεσθαι μέχρι ῥαΐσειεν ὁ Πόπλιος, αἰσχρὸν ἡγεῖτο μετὰ πλειόνων φυγομαχεῖν· ὅθεν ἐς μάχην παρέτασσεν.

καὶ ἐξῆγον ἔτι νυκτὸς ἄμφω περὶ ἐσχάτην φυλακήν, διεκόσμει δʼ αὐτῶν ἑκάτερος ὧδε. τὸ μὲν λαιὸν εἶχον ὁπλῖται Ῥωμαίων μύριοι, παρὰ τὸν ποταμὸν αὐτόν· καὶ μετʼ ἐκείνους ἦσαν Ἰταλῶν ἕτεροι μύριοι, τρεῖς ἑκατέρων τάξεις ἐπὶ βάθος. ἐπὶ δὲ τοῖς Ἰταλοῖς ὁ Εὐμένους στρατὸς ἐτάσσετο, καὶ Ἀχαιῶν πελτασταὶ περὶ τρισχιλίους. ὧδε μὲν εἶχε τὸ λαιόν, τὸ δεξιὸν δʼ ἦν ἱππεῖς, οἵ τε Ῥωμαίων καὶ Ἰταλῶν καὶ Εὐμένους, οὐ πλείους οὐδʼ οὗτοι τρισχιλίων. ἀνεμεμίχατο δʼ ἅπασι ψιλοί τε καὶ τοξόται πολλοί, καὶ ἀμφὶ τὸν Δομίτιον αὐτὸν ἦσαν ἱππέων ἶλαι τέσσαρες. οὕτω μὲν ἐγίγνοντο πάντες ἐς τρισμυρίους, ἐπεστάτει δὲ τοῦ μὲν δεξιοῦ Δομίτιος αὐτός, καὶ ἐς τὸ μέσον αὐτὸν ἵστη τὸν ὕπατον, τὸ δὲ λαιὸν ἔδωκεν Εὐμένει. τῶν δʼ ἐλεφάντων, οὓς εἶχεν ἐκ Λιβύης, οὐδένα νομίζων ἔσεσθαι χρήσιμον ὀλιγωτέρων τε ὄντων καὶ βραχυτέρων οἷα Λιβύων (δεδίασι δʼ οἱ σμικρότεροι τοὺς μείζονας), ἔστησεν ὀπίσω πάντας.