Syrian Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

τεῖχος οὖν ἐνταῦθα διπλοῦν ὁ Ἀντίοχος ᾠκοδομήσατο, καὶ τὰς μηχανὰς ἐπὶ τὸ τεῖχος ἐπέθηκεν. ἔς τε τὰς κορυφὰς τῶν ὀρῶν Αἰτωλοὺς ἀνέπεμψε, μή τις λάθοι κατὰ τὴν λεγομένην ἀτραπὸν περιελθών, ᾗ δὴ καὶ Λακεδαιμονίοις τοῖς ἀμφὶ Λεωνίδαν Ξέρξης ἐπέθετο, ἀφυλάκτων τότε τῶν ὀρῶν ὄντων. Αἰτωλοὶ δὲ χιλίους μὲν ἑκατέρῳ τῶνδε τῶν ἄκρων ἐπέστησαν, τοῖς δὲ λοιποῖς ἐστρατοπέδευον ἐφʼ ἑαυτῶν περὶ πόλιν Ἡράκλειαν. ὁ δὲ Μάνιος ἐπεὶ κατεῖδε τὴν τῶν πολεμίων παρασκευήν, σημεῖον ἔδωκεν ἐς ἕω μάχης· καὶ δύο τῶν χιλιάρχων, Μᾶρκον Κάτωνα καὶ Λεύκιον Οὐαλέριον, ἐκέλευσε νυκτός, ἐπιλεξαμένους ἑκάτερον ὁπόσους ἐθέλοι, τὰ ὄρη περιελθεῖν καὶ τοὺς Αἰτωλοὺς ἀπὸ τῶν ἄκρων, ὅπῃ δύναιντο, βιάσασθαι. τούτων ὁ μὲν Λεύκιος ἀπεκρούσθη τοῦ Τειχιοῦντος, ἀγαθῶν ἐνταῦθα τῶν Αἰτωλῶν γενομένων· ὁ δὲ Κάτων τῷ Καλλιδρόμῳ παραστρατοπεδεύσας, κοιμωμένοις ἔτι τοῖς ἐχθροῖς ἐπέπεσε περὶ ἐσχάτην φυλακήν, καὶ πολὺς ἀμφʼ αὐτὸν ἐγίγνετο ἀγών, βιαζόμενον ἐς ὑψηλὰ καὶ ἀπόκρημνα κωλυόντων τῶν πολεμίων. ἤδη δὲ καὶ Μάνιος ἐπῆγε τὴν στρατιὰν Ἀντιόχῳ κατὰ μέτωπον, ἐς λόχους ὀρθίους διῃρημένην· ὧδε γὰρ μόνως ἐν στενοῖς ἐδύνατο. καὶ ὁ βασιλεὺς τοὺς μὲν ψιλοὺς καὶ πελταστὰς προμάχεσθαι τῆς φάλαγγος ἐκέλευσεν, αὐτὴν δʼ ἔστησε πρὸ τοῦ στρατοπέδου, ἐπὶ δεξιὰ δʼ αὐτῆς τοὺς σφενδονήτας καὶ τοξότας ἐπὶ τῶν ὑπωρειῶν, τοὺς δʼ ἐλέφαντας ἐν ἀριστερᾷ, καὶ τὸ στῖφος ὃ μετʼ αὐτῶν ἀεὶ συνετάσσετο, παρὰ τῇ θαλάσσῃ.

γενομένης δʼ ἐν χερσὶ τῆς μάχης, τὰ μὲν πρῶτα τὸν Μάνιον οἱ ψιλοὶ πανταχόθεν περιτρέχοντες ἐλύπουν· ἐπεὶ δὲ αὐτοὺς φιλοπόνως δεχόμενός τε καὶ ἀναχωρῶν καὶ αὖθις ἐπιὼν ἐτρέψατο, τοὺς μὲν ψιλοὺς ἡ φάλαγξ ἡ τῶν Μακεδόνων διαστᾶσα ἐς αὑτὴν ἐδέξατο καὶ συνελθοῦσα ἐκάλυψε, καὶ τὰς σαρίσσας ἐν τάξει πυκνὰς προὐβάλοντο, ᾧ δὴ μάλιστα οἱ Μακεδόνες ἐξ Ἀλεξάνδρου καὶ Φιλίππου κατεπλήσσοντο τοὺς πολεμίους, ἀντίοις δόρασι πολλοῖς καὶ μακροῖς οὐ τολμῶντας πελάζειν. αἰφνίδιον δʼ ὤφθη τῶν Αἰτωλῶν ἐκ τοῦ Καλλιδρόμου φυγὴ καὶ βοή, καθαλλομένων ἐς τὸ Ἀντιόχου στρατόπεδον. τὸ μὲν δὴ πρῶτον ἑκατέροις ἄγνοιά τε τοῦ γιγνομένου καὶ θόρυβος ἦν ὡς ἐν ἀγνοίᾳ· ὡς δὲ ὁ Κάτων ἐπεφαίνετο διώκων αὐτοὺς μετὰ πολλῆς βοῆς, καὶ ὑπὲρ τὸ στρατόπεδον ἐγίγνετο ἤδη τὸ Ἀντιόχου, ἔδεισαν οἱ τοῦ βασιλέως, περί τε τῆς Ῥωμαίων μάχης ἐπιφόβως ἐκ πολλοῦ πυνθανόμενοι, καὶ σφᾶς εἰδότες ὑπὸ ἀργίας καὶ τρυφῆς διʼ ὅλου τοῦ χειμῶνος ἐς δυσεργίαν διεφθαρμένους. τούς τε σὺν τῷ Κάτωνι σαφῶς μὲν οὐ καθορῶντες ὁπόσοι τινὲς εἶεν ὑπὸ δὲ τοῦ φόβου πλείους νομίζοντες εἶναι, καὶ περὶ τῷ στρατοπέδῳ δείσαντες, ἀκόσμως ἐς αὐτὸ κατέφυγον ὡς ἀπʼ αὐτοῦ τοὺς πολεμίους ἀμυνούμενοι. Ῥωμαῖοι δʼ αὐτοῖς παραθέοντες συνεσέπεσον ἐς τὸ στρατόπεδον, καὶ ἦν ἄλλη φυγὴ τῶν Ἀντιοχείων ἐκεῖθεν ἄκοσμος. ὁ δὲ Μάνιος μέχρι μὲν ἐπὶ Σκάρφειαν ἐδίωκαν αὐτοὺς κτείνων τε καὶ ζωγρῶν, ἀπὸ δὲ τῆς Σκαρφείας ἐπανιὼν διήρπαζε τὸ στρατόπεδον τοῦ βασιλέως καὶ τοὺς Αἰτωλοὺς ἐπιδραμόντας τῷ Ῥωμαίων χάρακι παρὰ τὴν ἀπουσίαν αὐτῶν ἐξήλασεν ἐπιφανείς.

ἀπέθανον δʼ ἐν τῇ μάχῃ καὶ τῇ διώξει Ῥωμαίων μὲν ἀμφὶ τοὺς διακοσίους, Ἀντιόχου δέ, σὺν τοῖς ληφθεῖσιν, ἀμφὶ τοὺς μυρίους. αὐτὸς δʼ ὁ βασιλεὺς ἀπὸ μὲν τῆς πρώτης τροπῆς μετὰ πεντακοσίων ἱππέων ἐς Ἐλάτειαν ἀμεταστρεπτὶ διέδραμεν, ἀπὸ δʼ Ἐλατείας ἐς Χαλκίδα καὶ ἐς Ἔφεσον μετʼ Εὐβοίας τῆς νεογάμου (τοῦτο γὰρ αὐτὴν ὠνόμαζεν) ἐπὶ τῶν νεῶν ἔφυγεν, οὐδὲ τούτων ἁπασῶν· ἀγορὰν γάρ τινας αὐτῶν διαφερούσας ὁ Ῥωμαίων ναύαρχος ἐπαναχθεὶς διεφθάρκει. οἱ δʼ ἐν ἄστει Ῥωμαῖοι τῆς νίκης πυθόμενοι, ταχείας τε οὕτω σφίσι καὶ εὐχεροῦς φανείσης, ἔθυον, ἐκ φοβερᾶς τῆς Ἀντιόχου δόξης τὴν πρώτην πεῖραν ἀσπασάμενοι. φίλιππόν τε τῆς συμμαχίας ἀμειβόμενοι, τὸν υἱὸν αὐτῷ Δημήτριον, ὁμηρεύοντα ἔτι παρὰ σφίσιν, ἔπεμψαν.

καὶ τάδε μὲν ἦν ἐν ἄστει, Μάνιος δὲ Φωκέας μὲν καὶ Χαλκιδέας, καὶ ὅσοι ἄλλοι τῷ Ἀντιόχῳ συνεπεπράχεσαν, δεομένους ἀπέλυσε τοῦ δέους, τὴν δʼ Αἰτωλίαν αὐτός τε καὶ Φίλιππος ἐδῄουν, καὶ τὰς πόλεις ἐπολιόρκουν. Δαμόκριτόν τε τὸν στρατηγὸν τῶν Αἰτωλῶν ἐνταῦθα ὁ Μάνιος ἔλαβε κρυπτόμενον, ὃς Φλαμινίνῳ παρὰ τὸν Τίβεριν ἠπείλει στρατοπεδεύσειν. ὁ μὲν δὴ Μάνιος ἐπὶ Καλλιπόλεως διώδευε τὸ ὄρος ὃ καλοῦσι Κόρακα, ὑψηλότατόν τε ὀρῶν καὶ δυσόδευτον καὶ ἀπόκρημνον, μετὰ στρατοῦ βαρυτάτου τε καὶ λαφύρων καταγόμου· πολλοὶ δʼ ἐξέπιπτον ὑπὸ τῆς δυσοδίας ἐς τὰ ἀπόκρημνα, καὶ σκεύεσιν αὐτοῖς καὶ ὅπλοις κατεφέροντο. καὶ αὐτοὺς δυνηθέντες ἂν οἱ Αἰτωλοὶ συνταράξαι οὐδὲ ὤφθησαν, ἀλλʼ ἐς Ῥώμην περὶ εἰρήνης ἐπρέσβευον. Ἀντίοχος δὲ τὴν στρατιὰν ἀπὸ τῶν ἄνω σατραπειῶν κατὰ σπουδὴν ἐπὶ θάλασσαν ἐκάλει, καὶ τὰς ναῦς ἐπεσκεύαζε, ναυαρχοῦντος αὐτῷ Πολυξενίδου Ῥοδίου φυγάδος. ἔς τε Χερρόνησον διαπλεύσας πάλιν αὐτὴν ὠχύρου, καὶ Σηστὸν καὶ Ἄβυδον ἐκρατύνετο, διʼ ὧν ἔδει τὴν φάλαγγα τὴν Ῥωμαίων ἐς τὴν Ἀσίαν ὁδεῦσαί τε καὶ περᾶσαι. Λυσιμάχειαν δὲ ταμιεῖον τῷδε τῷ πολέμῳ ποιούμενος, ὅπλα καὶ σῖτον πολὺν ἐς αὐτὴν συνέφερεν, ἡγούμενος αὐτίκα οἱ Ῥωμαίους πεζῷ τε πολλῷ καὶ ναυσὶν ἐπιθήσεσθαι. οἱ δὲ Μανίῳ μὲν αἱροῦνται διάδοχον ἐπὶ τὴν στρατηγίαν Λεύκιον Σκιπίωνα, ὃς τότε αὐτοῖς ὕπατος ἦν, ἀπράκτῳ δʼ ὄντι καὶ ἀπειροπολέμῳ σύμβουλον αἱροῦνται τὸν ἀδελφὸν Πόπλιον Σκιπίωνα τὸν Καρχηδονίους ἀφελόμενον τὴν ἡγεμονίαν καὶ πρῶτον ὀνομασθέντα Ἀφρικανόν.

καὶ οἱ μὲν Σκιπίωνες ἔτι ἦσαν ἐν παρασκευῇ, Λίουιος δʼ ὁ φύλαξ τῆς Ἰταλίας, ἐπὶ τὴν ναυαρχίαν αἱρεθεὶς Ἀτιλίῳ διάδοχος, αὐτίκα ταῖς τε ἰδίαις ναυσίν, αἷς τὴν Ἰταλίαν περιέπλει, καὶ παρὰ Καρχηδονίων αὐτῷ τισὶ δοθείσαις καὶ συμμαχίσιν ἄλλαις ἐς Πειραιᾶ κατήχθη, καὶ τὸν ὑπʼ Ἀτιλίῳ στόλον παραλαβὼν ἔπλει καταφράκτοις ὀγδοήκοντα καὶ μιᾷ, ἑπομένου καὶ Εὐμένους πεντήκοντα ἰδίαις· καὶ ἦν κατάφρακτον καὶ τῶνδε τὸ ἥμισυ. ἔς τε Φώκαιαν ὑπήκοον μὲν Ἀντιόχου, ὑπὸ δʼ ἐκπλήξεως αὐτοὺς δελομένην κατήγοντο, καὶ τῆς ἐπιούσης ἐς ναυμαχίαν ἀνέπλεον. ἀντανήγετο δʼ αὐτοῖς ὁ ναύαρχος ὁ Ἀντιόχου Πολυξενίδας διακοσίαις ναυσί, κουφοτέραις τῶν πολεμίων παρὰ πολύ· ᾧ δὴ καὶ μάλιστα προύλαβε τοῦ πελάγους ἔτι Ῥωμαίων ἀναπειρωμένων. καὶ δύο τῶν Καρχηδονίων ναῦς ἰδὼν προπλεούσας, τρεὶς τῶν ἰδίων ἐπιπέμψας εἷλε τὰς δύο κενάς, ἐξαλομένων τῶν Λιβύων ἐς τὸ πέλαγος. Λίουιος δʼ ἐπὶ τὰς τρεῖς ἐφέρετο πρῶτος ὑπʼ ὀργῆς τῇ στρατηγίδι νηί, πολὺ προύχων τοῦ στόλου. αἱ δʼ, ὡς μιᾷ, σὺν καταφρονήσει χεῖράς τε σιδηρᾶς ἐπέβαλον, καὶ συνεστηκότων τῶν σκαφῶν ὁ ἀγὼν ἦν ὥσπερ ἐν γῇ. πολὺ δὲ κρείσσους ὄντες οἱ Ῥωμαῖοι ταῖς εὐτολμίαις, ἐπιβάντες ἐς τὰς ἀλλοτρίας ἐκράτουν, καὶ μιᾷ νηὶ δύο ὁμοῦ φέροντες ἐπανῄεσαν. καὶ τόδε μὲν τῆς ναυμαχίας προαγώνισμα ἦν· ἐπεὶ δὲ οἱ στόλοι συνέπεσον ἀλλήλοις, ἰσχύι μὲν καὶ προθυμίᾳ τὰ Ῥωμαίων ἐπεκράτει, διὰ δὲ βαρύτητα τῶν σκαφῶν τοὺς ἐχθροὺς οὐκ ἐδύναντο καταλαμβάνειν κούφαις ναυσὶν ὑποφεύγοντας, ἕως οἳ μὲν ἐς τὴν Ἔφεσον ὀξέως κατέφυγον, οἳ δʼ ἐς Χίον ἀπῇραν, ἔνθα αὐτοῖς Ῥοδίων νῆες συμμαχίδες ἦλθον ἑπτὰ καὶ εἴκοσιν. Ἀντίοχος δὲ περὶ τῆσδε τῆς ναυμαχίας πυθόμενος, Ἀννίβαν ἔστελλεν ἐπὶ Συρίας ἐς νεῶν ἄλλων ἐκ τε Φοινίκης καὶ Κιλικίας παρασκευήν.

καὶ τόνδε μὲν ἐπανιόντα Ῥόδιοι κατέκλεισαν ἐς Παμφυλίαν, καί τινας αὐτοῦ τῶν νεῶν εἷλον, καὶ τὰς λοιπὰς ἐφεδρεύοντες ἐφύλασσον·

Πόπλιος δὲ Σκιπίων ἀφικόμενος ἐς Αἰτωλίαν μετὰ τοῦ ὑπάτου, καὶ τὸν Μανίου στρατὸν παραλαβών, τὰς μὲν ἐν Αἰτωλίᾳ πολιορκίας ὑπερεῖδεν ὡς μικρὸν ἔργον, καὶ τοῖς Αἰτωλοῖς δεομένοις ἐπέτρεψεν αὖθις ἐς Ῥώμην πρεσβεῦσαι περὶ σφῶν, ἐπὶ δὲ τὸν Ἀντίοχον ἠπείγετο πρὶν ἐκβῆναι τῷ ἀδελφῷ τὴν στρατηγίαν. διὰ δὲ Μακεδόνων ὥδευε καὶ Θρᾳκῶν ἐπὶ τὸν Ἑλλήσποντον, δυσχερῆ καὶ χαλεπὴν ὁδὸν αὐτῷ γενομένην ἄν, εἰ μὴ Φίλιππος ὁ Μακεδὼν ὡδοποίει καὶ ὑπεδέχετο καὶ παρέπεμπεν ἐζευγμένοις τε ποταμοῖς ἐκ πολλοῦ καὶ ἀγοραῖς ἑτοίμοις· ἐφʼ οἷς αὐτὸν οἱ Σκιπίωνες αὐτίκα τῶν ὑπολοίπων χρημάτων ἀπέλυσαν, ἐπιτετραμμένοι τοῦθʼ ὑπὸ τῆς βουλῆς, εἰ πρόθυμον εὕροιεν. ἐπέστελλον δὲ καὶ ἐς Προυσίαν τὸν Βιθυνῶν βασιλέα, καταλέγοντες ὅσοις βασιλεῦσι Ῥωμαῖοι συμμαχήσασι τὰς ἀρχὰς ἐπηύξησαν· Φίλιππον δέ, φασί, τὸν Μακεδόνα καὶ πολέμῳ κρατήσαντες ἄρχειν ἐῶσι, καὶ τὸν παῖδα αὐτῷ τῆς ὁμηρείας ἀπελύσαμεν, καὶ τὸ ἔτι ὄφλημα τῶν χρημάτων. οἷς ὁ Προυσίας ἡσθεὶς συνέθετο συμμαχήσειν ἐπʼ Ἀντίοχον.

Λίουιος δʼ ὁ ναύαρχος ἐπεὶ τῆς ὁδοιπορίας τῶν Σκιπιώνων ἐπύθετο, Παυσίμαχον μὲν τὸν Ῥόδιον μετὰ τῶν Ῥοδίων νεῶν ἐν τῇ Αἰολίδι κατέλιπε, καὶ μέρος τι τοῦ ἰδίου στόλου, ταῖς δὲ πλείοσιν ἐς τὸν Ἑλλήσποντον ἔπλει τὸν στρατὸν ὑποδεξόμενος. καὶ Σηστὸς μὲν αὐτῷ καὶ Ῥοίτειον καὶ ὁ Ἀχαιῶν λιμὴν καί τινα ἄλλα προσέθετο, Ἀβυδον δὲ ἀπειθοῦσαν ἐπολιόρκει.