Punic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

ὁ μὲν οὕτως εἶπε, Πόπλιος δὲ Κορνήλιος, Κορνηλίου Λέντλου συγγενὴς τοῦ τότε ὄντος ὑπάτου καὶ τὸν Σκιπίωνα διαδέξεσθαι προσδοκῶντος, ἀντέλεγεν οὕτως·

    τοιαῦτα μὲν κὰ ὁ Πόπλιος εἶπεν· ἡ δὲ βουλὴ κατʼ ἄνδρα παρʼ ἑκάστου ψῆφον ᾔτει, καὶ ἐς τὴν Σκιπίωνος γνώμην αἱ πλείους συνέδραμον. ἐγίγνοντο οὖν αἱ συνθῆκαι, τρίται αἵδε, Ῥωμαίοις καὶ Καρχηδονίοις πρὸς ἀλλήλους. καὶ ὁ Σκιπίων ἐς αὐτὰς ἐδόκει μάλιστα τοὺς Ῥωμαίους ἐναγαγέσθαι, εἴτε τῶν εἰρημένων οὕνεκα λογισμῶν, εἴτε ὡς ἀρκοῦν Ῥωμαίοις ἐς εὐτυχίαν τὸ μόνην ἀφελέσθαι Καρχηδονίους τὴν ἡγεμονίαν· εἰσὶ γὰρ οἳ καὶ τόδε νομίζουσιν, αὐτὸν ἐς Ῥωμαίων σωφρονισμὸν ἐθελῆσαι γείτονα καὶ ἀντίπαλον αὐτοῖς φόβον ἐς ἀεὶ καταλιπεῖν, ἵνα μή ποτε ἐξυβρίσειαν ἐν μεγέθει τύχης καὶ ἀμεριμνία. καὶ τόδε οὕτω φρονῆσαι τὸν Σκιπίωνα οὐ πολὺ ὕστερον ἐξεῖπε τοῖς Ῥωμαίοις Κάτων, ἐπιπλήττων παρωξυμμένοις κατὰ Ῥόδου. ὁ δὲ Σκιπίων ταῦτα συνθέμενος ἐκ Λιβύης ἐς τὴν Ἰταλίαν παντὶ τῷ στρατῷ διέπλει, καὶ ἐς τὴν Ῥώμην ἐσήλαυνε θριαμβεύων, ἐπιφανέστατα δὴ τῶν πρὸ αὐτοῦ.

    καὶ ὁ τρόπος, ᾧ καὶ νῦν ἔτι χρώμενοι διατελοῦσιν, ἐστὶ τοιόσδε. ἐστεφάνωνται μὲν ἅπαντες, ἡγοῦνται δὲ σαλπικταί τε καὶ λαφύρων ἅμαξαι, πύργοι τε παραφέρονται μιμήματα τῶν εἰλημμένων πόλεων, καὶ γραφαὶ καὶ σχήματα τῶν γεγονότων, εἶτα χρυσὸς καὶ ἄργυρος ἀσήμαντός τε καὶ σεσημας μένος καὶ εἴ τι τοιουτότροπον ἄλλο, καὶ στέφανοι ὅσοις τὸν στρατηγὸν ἀρετῆς ἕνεκα ἀναδοῦσιν ἢ πόλεις ἢ σύμμαχοι ἢ τὰ ὑπʼ αὐτῷ στρατόπεδα. βόες δʼ ἐπὶ τοῖσδε λευκοί, καὶ ἐλέφαντες ἦσαν ἐπὶ τοῖς βουσί, καὶ Καρχηδονίων αὐτῶν καὶ Νομάδων ὅσοι τῶν ἡγεμόνων ἐλήφθησαν. αὐτοῦ δʼ ἡγοῦνται τοῦ στρατηγοῦ ῥαβδοῦχοι φοινικοῦς χιτῶνας ἐνδεδυκότες, καὶ χορὸς κιθαριστῶν τε καὶ τιτυριστῶν, ἐς μίμημα Τυρρηνικῆς πομπῆς, περιεζωσμένοι τε καὶ στεφάνην χρυσῆν ἐπικείμενοι· ἴσα τε βαίνουσιν ἐν τάξει μετὰ ᾠδῆς καὶ μετʼ ὀρχήσεως. Λυδοὺς αὐτοὺς καλοῦσιν, ὅτι (οἶμαι) Τυρρηνοὶ Λυδῶν ἄποικοι. τούτων δέ τις ἐν μέσῷ, πορφύραν ποδήρη περικείμενος καὶ ψέλια καὶ στρεπτὰ ἀπὸ χρυσοῦ, σχηματίζεται ποικίλως ἐς γέλωτα ὡς ἐπορχούμενος τοῖς πολεμίοις. ἐπὶ δʼ αὐτῷ θυμιατηρίων πλῆθος, καὶ ὁ στρατηγὸς ἐπὶ τοῖς θυμιάμασιν, ἐφʼ ἅρματος καταγεγραμμένου ποικίλως, ἔστεπται μὲν ἀπὸ χρυσοῦ καὶ λίθων πολυτίμων, ἔσταλται δʼ ἐς τὸν πάτριον τρόπον πορφύραν, ἀστέρων χρυσῶν ἐνυφασμένων, καὶ σκῆπτρον ἐξ ἐλέφαντος φέρει, καὶ δάφνην, ἣν ἀεὶ Ῥωμαῖοι νομίζουσι νίκης σύμβολον. ἐπιβαίνουσι δʼ αὐτῷ ἐπὶ τὸ ἅρμα παῖδές τε καὶ παρθένοι, καὶ ἐπὶ τῶν παρηόρων ἑκατέρωθεν ᾔθεοι συγγενεῖς. καὶ παρέπονται ὅσοι παρὰ τὸν πόλεμον ἦσαν αὐτῷ γραμματεῖς τε καὶ ὑπηρέται καὶ ὑπασπισταί. καὶ μετʼ ἐκείνους ἡ στρατιὰ κατά τε ἴλας καὶ τάξεις, ἐστεφανωμένη πᾶσα καὶ δαφνηφοροῦσα· οἱ δὲ ἀριστεῖς καὶ τὰ ἀριστεῖα ἐπίκεινται. καὶ τῶν ἀρχόντων οὓς μ ὲν ἐπαινοῦσιν, οὓς δὲ σκώπτουσιν, οὓς δὲ ψέγουσιν· ἀφελὴς γὰρ ὁ θρίαμβος, καὶ ἐν ἐξουσίᾳ λέγειν ὅ τι θέλοιεν. ἀφικόμενος δὲ ἐς τὸ Καπιτώλιον ὁ Σκιπίων τὴν μὲν πομπὴν κατέπαυσεν, εἱστία δὲ τοὺς φίλους, ὥσπερ ἔθος ἐστίν, ἐς τὸ ἱερόν.

    καὶ τέλος εἶχε Ῥωμαίοις ὁ δεύτερος πρὸς Καρχηδονίους πόλεμος, ἀρξάμενος ἀπὸ Ἰβηρίας, λήξας δʼ ἐν Λιβύῃ ἐς τάσδε τὰς περὶ αὐτῆς Καρχηδόνος σπονδάς. καὶ ὀλυμπιάδες ἐν τοῖς Ἕλλησιν ἦσαν ἀμφὶ τὰς ἑκατὸν καὶ τεσσαράκοντα καὶ τέσσαρας. Μασσανάσσης δὲ Καρχηδονίοις τε μηνίων καὶ Ῥωμαίοις θαρρῶν ἐπέβαινε γῇ πολλῇ τῶν Καρχηδονίων ὡς γενομένῃ ποτὲ ἑαυτοῦ. καὶ οἱ Καρχηδόνιοι Ῥωμαίους παρεκάλουν σφίσι Μασσανάσσην συναλλάξαι. οἱ δʼ ἔπεμπον διαλλακτάς, οἷς εἴρητο συμπράσσειν ὅσα δύναιντο Μασσανάσσῃ. οὕτω μὲν τὴν γῆν ἀπετέμετο Καρχηδονιων ὁ Μασσανάσσης, καὶ συνθῆκαι Καρχηδονίοις καὶ πρὸς τόνδε ἐγένοντο, αἳ διέμειναν ἐς ἔτη πεντήκοντα, ἐν οἷς μάλιστα ἡ Καρχηδὼν εἰρηνεύουσα ὁμαλῶς ἐς μέγα δυνάμεως καὶ εὐανδρίας ἦλθεν ἔκ τε πεδίων εὐκαρπίας καὶ θαλάσσης εὐκαιρίας.

    καὶ εὐθύς, οἷον ἐν ταῖς εὐτυχίαις γίγνεται, οἱ μὲν ἐρρωζμάιον, οἱ δὲ ἐδημοκράτιζον, οἷς δʼ ἤρεσκε Μασσανάσσης. ἡγοῦντο δʼ ἑκάστων οἱ καὶ δόξῃ καὶ ἀρετῇ προύχοντες, τῶν μὲν ῥωμαϊζόντων ὁ μέγας Ἄννων, τῶν δʼ αἱρουμένων τὰ Μασσανάσσου Ἀννίβας ὁ ψὰρ ἐπικαλούμενος, τῶν δὲ δημοκρατιζόντων Ἀμίλχαρ, ᾧ Σαυνίτης ἐπώνυμον ἦν, καὶ Καρθάλων· οἳ φυλάξαντες Ῥωμαίους τε Κελτίβηρσι πολεμοῦντας καὶ Μασσανάσσην ἐπικουροῦντα υἱῷ πρὸς ἑτέρων Ἰβήρων συγκεκλεισμένῳ, πείθουσι τὸν Καρθάλωνα βοήθαρχον ὄντα, καὶ ἐπὶ τῇδε τῇ ἀρχῇ τὴν χώραν περιιόντα, ἐπιθέσθαι τοῖς Μασσανάσσου σκηνουμένοις ἐν ἀμφιλόγῳ γῇ. ὁ δὲ καὶ ἔκτεινέ τινας αὐτῶν καὶ λείαν περιήλασε, καὶ τοὺς ἐν τοῖς ἀγροῖς Λίβυας ἐπὶ τοὺς Νομάδας ἤγειρεν. ἄλλα τε πολλὰ αὐτοῖς ἔργα πολέμων ἐς ἀλλήλους γίγνεται, μέχρι Ῥωμαίων ἕτεροι πρέσβεις ἐπῆλθον ἐς διαλύσεις, οἷς ὁμοίως εἴρητο Μασσανάσσῃ βοηθεῖν ἀδήλως. καὶ ἐβεβαίωσαν οἵδε τῷ Μασσανάσσῃ ὅσα προειλήφει, μετὰ τέχνης, ὧδε. εἶπον μὲν οὐδὲν οὐδὲ ἤκουσαν, ἵνα μή τι ὡς ἐν δίκῃ Μασσανάσσης ἐλαττοῖτο, ἐν μέσῳ δʼ ἀμφοῖν γενόμενοι τὰς χεῖρας διέστησαν· καὶ τοῦτο ἦν αὐτοῖς κέλευσμα πρὸς ἀμφοτέρους ἐς διαλύσεις. οὐ πολὺ δʼ ὕστερον ὁ Μασσανάσσης ἠμφισβήτει καὶ τῶν λεγομένων μεγάλων πεδίων καὶ χώρας πεντήκοντα πόλεων, ἣν Τύσκαν προσαγορεύουσιν. ἐφʼ οἷς πάλιν οἱ Καρχηδόνιοι κατέφυγον ἐπὶ Ῥωμαίους. οἱ δʼ ὑπέσχοντο μὲν αὐτοῖς καὶ τότε πρέσβεις πέμψειν ἐς δίαιταν, διέτριψαν δὲ ἕως εἴκασαν πολλὰ τῶν Καρχηδονίων διεφθάρθαι.