Punic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

ταῦτα τοῦ Σκιπίωνος εἰπόντος οἱ μὲν πρέσβεις ἔφερον ἐς Καρχηδόνα τοὺς λόγους, συνιόντος δὲ τοῦ πλήθους ἐς ἐκκλησίαν ἐπὶ πολλὰς ἡμέρας, τοῖς μὲν ἀρίστοις ἐδόκει τὰ προτεινόμενα δέξασθαι καὶ μὴ περὶ τινῶν ἀπειθοῦντας κινδυνεύειν περὶ ἁπάντων, τὸ δʼ ἀγοραῖον πλῆθος οὐ τὸ παρὸν δεινὸν ἐκλογιζόμενοι μᾶλλον ἢ τὴν ἀφαίρεσιν ὧν ἔχουσι, τοσήνδε οὖσαν, ἠπείθουν, καὶ ἠγανάκτουν εἰ ἐν λιμῷ τὸν σῖτον οἱ ἄρχοντες αἱροῦνται Ῥωμαίοις ἀντὶ τῶν πολιτῶν ἐς τὰς ἀνοχὰς παρασχεῖν, ἐφʼ ἕκαστόν τε αὐτῶν συνιστάμενοι πᾶσιν ἠπείλουν τὰς οἰκίας αὐτῶν διαρπάσειν καὶ καταπρήσειν. τέλος δʼ ἔγνωσαν Ἀννίβαν, ἔχοντα μὲν ἤδη πεζοὺς ἑξακισχιλίους ἱππέας δὲ πεντακοσίους, σταθμεύοντα δʼ ἐν πόλει Μαρθαμά, σύμβουλον ἐπὶ τοῖς παροῦσι καλεῖν. ὁ δʼ ἧκε, καὶ τῶν μετρίων δεδιότων μὴ φιλοπόλεμος ἀνὴρ ἐπιτρίψῃ τὸ πλῆθος, πάνυ σεμνῶς ἐκέλευε τὴν εἰρήνην δέχεσθαι. ὁ δὲ δῆμος καὶ τόνδε ὑπʼ ὀργῆς μανιώδους ἐβλασφήμει καὶ πᾶσιν ἠπείλει, μέχρι τῶν γνωρίμων τοὺς μὲν ἐς Μασσανάσσην καταφυγεῖν, τοὺς δὲ ἐς αὐτοὺς Ῥωμαίους αὐτομολῆσαι, τῆς πόλεως ἀπογνόντας.

οἱ δὲ Καρχηδόνιοι πυθόμενοι σῖτον πολὺν ἐς ἐμπόριόν τι ὑπὸ Ἀννίβου σεσωρεῦσθαι, ὁλκάδας ἐπʼ αὐτὸν ἐξέπεμπον καὶ ναῦς μακράς, ἐγνωκότες, εἰ τὸν σῖτον λάβοιεν, ἐκστρατεῦσαι καὶ ὑπομεῖναι πᾶν ὅ τι ἂν ἡ τύχη κρίνῃ, μᾶλλον ἢ Ῥωμαίοις δουλεύειν ἑκόντες. ἐπεὶ δὲ ἄνεμός τε καὶ χειμὼν τὰς ναῦς συνέτριψαν, ἀπογνόντες ἁπάντων ἐμέμφοντο τοῖς θεοῖς ὡς ἐπιβουλεύουσι, καὶ συνετίθεντο τῷ Σκιπίωνι, καὶ ἐπρεσβεύοντο ἐς Ῥώμην. καὶ ὁ Σκιπίων ἔπεμπε τοὺς συμβουλεύσοντας κυροῦν τὰ συγκείμενα. λέγεται δὲ τοῦτο ἐσηγήσασθαι τῇ τε πόλει συμφέρειν ὑπολαβών, καὶ πυθόμενος Γναῖον Κορνήλιον Λέντλον τὸν ὕπατον ἐφεδρεύειν αὑτοῦ τῇ στρατηγίᾳ, τὴν δόξαν οὐκ ἐθέλων ἑτέρου γενέσθαι. προσέταξε γοῦν λέγειν ἀπιοῦσιν ὅτι βραδυνόντων Ῥωμαίων αὐτὸς ἐφʼ ἑαυτοῦ συνθήσεται.

οἱ δὲ πάνυ μὲν ἥδοντο κεκρατηκότες πόλεως τοσαύτης, ἣ πολλὰ καὶ δεινὰ πρότερον αὐτοὺς ἐδεδράκει, καὶ τῶν ἐπὶ τῆς γῆς δευτέραν ἢ τρίτην εἶχεν ἡγεμονίαν· οἱ σύμβουλοι δʼ ἐστασίαζον, οἱ μὲν ἔτι σὺν ὀργῇ χαλεπαίνοντες τοῖς Καρχηδονίοις, οἱ δὲ ἐλεοῦντες αὐτοὺς ἤδη, καὶ ἀξιοῦντες ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὸ σφέτερον εὐπρεπῶς διατίθεσθαι. ὑπαναστὰς δέ τις τῶν Σκιπίωνος φίλων εἶπεν·

    ὁ μὲν οὕτως εἶπε, Πόπλιος δὲ Κορνήλιος, Κορνηλίου Λέντλου συγγενὴς τοῦ τότε ὄντος ὑπάτου καὶ τὸν Σκιπίωνα διαδέξεσθαι προσδοκῶντος, ἀντέλεγεν οὕτως·