Punic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

γιγνομένων δʼ ἔτι τούτων ὁ Ἀννίβας ἄκων ἐς Καρχηδόνα ἔπλει, τὴν ἐς τοὺς ἄρχοντας ἀπιστίαν τοῦ δήμου καὶ ταχυεργίαν ὑφορώμενος. ἀπιστῶν δʼ ἔτι τὰς σπονδὰς ἔσεσθαι, καὶ εἰ γένοιντο, εὖ εἰδὼς οὐκ ἐς πολὺ βεβαίους ἐσομένας, ἐς Ἀδρυμητὸν Λιβύης κατήγετο πόλιν, καὶ σῖτον συνέλεγεν, ἐπί τε ὠνὴν ἵππων περιέπεμπε, καὶ τὸν δυνάστην τῶν Νομάδων τῶν καλουμένων Ἀρεακιδῶν ἐς φιλίαν ὑπήγετο. καὶ τετρακισχιλίους ἱππέας αὐτομόλους αὐτῷ προσφυγόντας, οἳ Σύφακος ὄντες τότε ἐγίγνοντο Μασσανάσσου, κατηκόντισεν ὑποπτεύσας· τοὺς δʼ ἵππους διέδωκε τῷ στρατῷ. ἦλθε δε και Μεσοτυλος αὐτῷ δυνάστης ἕτερος μετὰ χιλίων ἱππέων, καὶ Οὐερμινᾶς Σύφακος υἱὸς ἕτερος, ἔτι τῶν πλεόνων τῆς πατρῴας ἀρχῆς ἐπικρατῶν. πόλεις τε Μασσανάσσου τὰς μὲν ὑπήγετο, τὰς δʼ ἐβιάζετο. νάρκην δʼ ἐνήδρευσεν ὧδε. ἀγορᾷ χρώμενος ἐσέπεμπεν ὡς ἐς φίλους. ὅτε δʼ ἔδοξεν ἐπιθέσθαι, πλείους ἔπεμπε ξιφίδια ἐπικρύπτοντας, οἷς εἴρητο τὰ δίκαια ποιεῖν ἐς τοὺς πιπράσκοντας μέχρι σαλπίγγων ἀκούσειαν, τότε δʼ ἐπιχειρεῖν τοῖς ἐντυχοῦσι καὶ τὰς πύλας οἱ φυλάσσειν.

οὕτω μὲν ἑάλω Νάρκη, Καρχηδονίων δε ὁ δῆμος ἄρτι τὰς συνθήκας πεποιημένοι, καὶ Σκιπίωνος αὐτοῖς ἔτι παρόντος, οὔπω τῶν ἰδίων πρέσβεων ἀπὸ Ῥώμης ἀνεστροφότων, ἀγορὰν Σκιπίωνος ὑπʼ ἀνέμων κατενεχθεῖσαν ἐς Καρχηδόνα διήρπασαν, καὶ τοὺς παραπέμποντας αὐτὴν ἔδησαν, πολλὰ τῆς βουλῆς ἀπειλούσης, καὶ παραινούσης μὴ λύειν συνθήκας ἄρτι γεγενημένας· οἱ δὲ καὶ ταῖς συνθήκαις ἐπεμέμφοντο ὡς ἀδίκως γενομέναις, καὶ τὸν λιμὸν ἔφασαν ἐνοχλεῖν ὑπὲρ τὰς παραβάσεις. Σκιπίων μὲν οὖν οὐκ ἠξίου πολέμου κατάρχειν μετὰ σπονδάς, ἀλλʼ ᾔτει δίκας ὡς φίλους ἁμαρτόντας· οἱ δὲ καὶ τοὺς πρέσβεις αὐτοῦ κρατεῖν ἐπενόουν, ἕως ἀφίκοιντο αὑτοῖς οἱ ἀπὸ Ῥώμης. ἀλλὰ τούσδε μὲν Ἄννων τε ὁ μέγας καὶ Ἀσδρούβας ὁ ἔριφος ἐξείλοντο τοῦ πλήθους καὶ προύπεμπον δύο τριήρεσιν· ἕτεροι δὲ Ἀσδρούβαν τὸν ναύαρχον ἔπεισαν, ὁρμοῦντα περὶ τὴν Ἀπόλλωνος ἄκραν, ὅταν ἀποστῶσιν αἱ προπομποὶ τριήρεις, ἐπιθέσθαι τοῖς τοῦ Σκιπίωνος. καὶ ὁ μὲν ἐπέθετο, καὶ τῶν πρέσβεών τινες ἐκ τοξευμάτων ἀπέθανον· οἱ δὲ λοιποὶ τιτρωσκόμενοί τε καὶ ἐρέσσοντες ἔφθασαν ἐς τὸν λιμένα τοῦ σφετέρου στρατοπέδου, καὶ ἐξήλαντο τῆς νεὼς ἤδη λαμβανομένης. παρὰ τοσοῦτον ἦλθον αἰχμάλωτοι γενέσθαι.

ὧν οἱ ἐν ἄστει Ῥωμαῖοι πυθόμενοι τοὺς πρέσβεις τοὺς Καρχηδονίων, οἳ περὶ τῆς εἰρήνης ἔτι παρῆσαν, ἐκέλευον ἀποπλεῖν αὐτίκα ὡς πολεμίους. καὶ οἱ μὲν ἐξέπλεον, καὶ ὑπὸ τοῦ χειμῶνος ἐς τὸ τοῦ Σκιπίωνος στρατόπεδον κατήγοντο· Σκιπίων δὲ τῷ ναυάρχῳ, πυθομένῳ περὶ αὐτῶν ὅ τι δέοι ποιεῖν, οὐδὲν ὅμοιον, ἔφη, ταῖς Καρχηδονίων ἀπιστίαις, ἀλλʼ ἀπόπεμπε ἀπαθεῖς. μαθοῦσα δʼ ἡ γερουσία τὸν δῆμον ὠνείδιζε τῇ συγκρίσει, καὶ συνεβούλευε καὶ νῦν δεηθῆναι Σκιπίωνος τὰ μὲν συγκείμενα φυλάσσειν, δίκας δὲ τῶν ἡμαρτημένων παρὰ Καρχηδονίων λαβεῖν. οἱ δὲ καὶ αὐτῇ τῇ γερουσίᾳ δυσχεραίνοντες ἐκ πολλοῦ διὰ τὴν κακοπραγίαν, ὡς οὐκ εὖ τὰ συμφέροντα προορωμένῃ, καὶ ὑπʼ ἀνδρῶν δημοκόπων ἐρεθιζόμενοί τε καὶ ἐς ἀλόγους ἐλπίδας ἐπαιρόμενοι, τὸν Ἀννίβαν ἐκάλουν υεθʼ ἧς ἔχει στρατιᾶς.

ὁ δὲ ὁρῶν τὸ μέγεθος τοῦ πολεμου, Ἀσδρούβαν αὐτοὺς ἐκέλευε σὺν τῇ παρούσῃ δυνάμει καλεῖν. Ἀσδρούβας μὲν δὴ τῆς καταδίκης αὐτῷ λυθείσης παρεδίδου τὸν στρατὸν Ἀννίβᾳ, καὶ οὐδʼ ὣς ἐπιφαίνεσθαι τοῖς Καρχηδονίοις ἐθάρρει, ἀλλʼ ἐκρύπτετο ἐν τῇ πόλει· Σκιπίων δὲ ναῦς τῇ Καρχηδόνι ἐπιστήσας εἶργεν αὐτοὺς ἀγορᾶς ἀπὸ θαλάσσης, οὐκ εὐποροῦντας οὐδʼ ἀπὸ τῆς γῆς ἀσπόρου διὰ τὸν πόλεμον γενομένης. τῶν δʼ αὐτῶν ἡμερῶν Ἀννίβου καὶ Σκιπίωνος ἱππομαχία γίγνεται περὶ Ζάμαν, ἐν ᾗ Σκιπίων ἐπλεονέκτει· καὶ ταῖς ἐπιούσαις ἀκροβολίσματα ἦν ἐς ἀλλήλους, ἕως αἰσθόμενος ὁ Σκιπίων Ἀννίβαν ἰσχυρῶς τε ἀπορούμενον καὶ περιμένοντα ἀγορὰν φερομένην, νυκτὸς ἔπεμψε Θέρμον χιλίαρχον ἐπὶ τοὺς ἄγοντας αὐτήν. καὶ λόφον ὁ Θέρμος ἐν στενῇ διόδῳ καταλαβών, ἔκτεινε τῶν Λιβύων ἐς τετρακισχιλίους καὶ ἐζώγρησεν ἑτέρους τοσούσδε, καὶ τὴν ἀγορὰν ἧκε φέρων τῷ Σκιπίωνι.

ὁ δʼ Ἀννίβας ἐς ἔσχατον ἀφιγμένος ἀποριας, καὶ τὸ παρὸν ἐπινοῶν ὅπως δύναιτο διαθέσθαι, πρέσβεις ἐς Μασσανάσσην ἔπεμπεν, ὑπομιμνήσκων τε τῆς ἐν Καρχηδόνι διατριβῆς καὶ παιδεύσεως, καὶ παρακαλῶν ἔτι οἱ συναγαγεῖν ἐς συνθήκας Σκιπίωνα· τὰ γὰρ πρότερα τοῦ δήμου καὶ τῶν ἀνοητοτέρων τοῦ δήμου ἁμαρτήματα γενέσθαι. ὁ δὲ τῷ ὄντι τεθραμμένος τε καὶ πεπαιδευμένος ἐν Καρχηδόνι, καὶ τὸ ἀξίωμα τῆς πόλεως αἰδούμενός τε καὶ φίλος ὢν ἔτι πολλοῖς ἐκεῖθεν, ἐδεήθη τοῦ Σκιπίωνος, καὶ συνήγαγεν αὐτοὺς αὖθις ἐς τοιάσδε συνθήκας ὥστε Καρχηδονίους τάς τε ναῦς καὶ τοὺς ἄνδρας, οὓς ἔλαβον Ῥωμαίοις ἀγορὰν φέροντας, ἀποδοῦναι, καὶ τὰ ἡρπασμένα ἅπαντα, ἢ τῶν ἀπολωλότων τιμὴν ἣν ἂν ὁρίσῃ Σκιπίων, ποινήν τε τοῦ ἀδικήματος χίλια τάλαντα ἐσενεγκεῖν, τάδε μὲν ἦν τὰ συγκείμενα, καὶ γενομένων ἀνοχῶν μέχρι αὐτὰ μάθωσι Καρχηδόνιοι, ὁ μὲν Ἀννίβας ἐξ ἀέλπτου περιεσώζετο,

Καρχηδονίων δʼ ἡ μὲν βουλὴ τὰ συμβάντα ὑπερησπάζετο, καὶ παρεκάλει τὸν δῆμον ἐμμεῖναι τοῖς ἐγνωσμένοις, τήν τε κακοπραγίαν σφῶν τὴν ἐς ἅπαντα διηγουμένη καὶ τὴν παροῦσαν ἀπορίαν στρατοῦ τε καὶ χρημάτων καὶ ἀγορᾶς. οἱ δέ, οἷον ὄχλος, ἀφρόνως ἡγοῦντο τοὺς στρατηγοὺς σφῶν διʼ ἑαυτοὺς ταῦτα Ῥωμαίοις συντίθεσθαι, ἵνα διʼ ἐκείνων δυναστεύσωσι τῆς πατρίδος· ὃ καὶ Ἀννίβαν νῦν καὶ Ἀσδρούβαν οὐ πρὸ πολλοῦ ποιῆσαί τε, καὶ τὸ στρατόπεδον νυκτὸς ἐγχειρίσαντα τοῖς πολεμίοις, μετʼ ὀλίγον καὶ ἑαυτὸν ἐθελῆσαι τῷ Σκιπίωνι ἐνδοῦναι ἐπὶ τῷδε προσπελάσαντα, κρύπτεσθαί τε νῦν ἐν τῇ πόλει. βοῆς δʼ ἐπὶ τούτῳ καὶ θορύβου γενομένου. τὴν ἐκκλησίαν τινὲς καταλιπόντες ἐζήτουν Ἀσδρούβαν περιιόντες. ὁ δʼ ἔφθασε μὲν ἐς τὸν τοῦ πατρὸς τάφον καταφυγὼν καὶ φαρμάκῳ διαχρησάμενος αὑτόν· οἱ δὲ κἀκεῖθεν αὐτοῦ τὸν νέκυν ἐξελόντες, καὶ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμόντες περιέφερον ἐπὶ δόρατος ἀνὰ τὴν πόλιν. Ἀσδρούβας μὲν δὴ καὶ τὸ πρῶτον ἀδίκως ἐξεπεπτώκει, καὶ τὸ δεύτερον ψευδῶς διεβέβλητο ὑπὸ Ἄννωνος, καὶ τότε πρὸς Καρχηδονίων οὕτως ἀνῄρητο καὶ οὕτως ἀποθανὼν ὑβρίζετο.

Καρχηδόνιοι δʼ ἐπέστελλον Ἀννίβᾳ λῦσαι τὰς ἀνοχὰς καὶ πολεμεῖν Σκιπίωνι, κρῖναι δʼ ὅτι τάχιστα τὸν πόλεμον μάχῃ διὰ τὴν ἀπορίαν. ὁ μὲν δὴ πέμψας ἔλυσε τὰς ἀνοχάς, καὶ Σκιπίων Πάρθον τε, μεγάλην πόλιν, αὐτίκα προσπεσὼν εἷλε, καὶ πλησίον Ἀννίβου μετεστρατοπέδευεν. ο δὲ ἀνεζεύγνυε, τρεῖς τοῖς Ῥωμαιοις κατασκοπους ἐπιπέμψας, οὓς ὁ Σκιπίων ἔλαβέ τε καὶ οὐκ ἔκτεινεν, ὥσπερ ἔθος τοὺς κατασκόπους κτείνειν, ἀλλʼ ἐς τὸ στρατόπεδον καὶ τὰς ὁπλοθήκας καὶ τὰ μηχανήματα περιαχθῆναι κελεύσας, καὶ τὴν στρατιὰν γυμναζομένην ἰδεῖν, ἀπέλυσε φράζειν Αννίβᾳ περὶ ἑκάστων. ὁ δὲ ἠξίωσεν ἔτι συνελθεῖν ἐς λόγους Σκιπίωνι, καὶ συνελθὼν ἔλεγε Καρχηδονίους ἀγανακτῆσαι τῇ πρότερον εἰρήνῃ διὰ τὰ χρήματα, καὶ εἰ τοῦτο ἐκλυθείη, Σικελίας δὲ μόνον ἀξιοῖεν οἱ Ῥωμαῖοι καὶ Ἰβηρίας καὶ νήσων ὅσων ἄρχουσι κρατεῖν, ἔσεσθαι τὰς συνθήκας βεβαίους. ὁ δὲ πολύ, ἔφη, κέρδος Ἀννίβᾳ τῆς φυγῆς ἔσται τῆς ἐξ Ἰταλίας, εἰ ταῦτα προσλάβοι παρὰ Σκιπιωνος. καὶ ἀπηγόρευε πέμπειν ἔτι πρὸς αὐτόν. διαπειλησάμενοί τε ἀλλήλοις ἀνεζεύγνυον ἑκάτερος ἐς τὸ αὑτοῦ στρατόπεδον.