Punic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

καὶ Σκιπίων μὲν περὶ ταῦτα ἦν, Ἀσδρούβας δέ, ὁ στρατηγὸς ὁ Καρχηδονίων, ἐν μὲν τῇ νυκτομαχίᾳ μεθʼ ἱππέων πεντακοσίων, τετρωμένος, ἐς Ἀνδὰν κατέφυγεν, ἔνθα μισθοφόρους τέ τινας ἐκ τῆς μάχης ἐκπεσόντας καὶ Νομάδας συνέλεγε, καὶ δούλους ἐς ἐλευθερίαν συνεκάλει· πυθόμενος δʼ ὅτι Καρχηδόνιοι θάνατον αὐτοῦ κατέγνωσαν ὡς κακῶς ἐστρατηγηκότος, καὶ Ἄννωνα τὸν Βουμίλχαρος εἵλοντο στρατηγεῖν, ἴδιον αὑτοῦ τὸν στρατὸν ἐποίει, καὶ κακούργους προσελάμβανε, καὶ ἐλῄζετο ἐς τὰς τροφάς, καὶ ἐγύμναζεν οὓς εἶχεν, ἀμφὶ τρισχιλίους ἱππέας, πεζοὺς δὲ ὀκτακισχιλίους, ὡς ἐν μόνῳ τῷ μάχεσθαι τὰς ἐλπίδας ἔχων. ὁ μὲν δὴ ταῦτα ποιῶν Ῥωμαίους ὁμοῦ καὶ Καρχηδονίους ἐπὶ πολὺ ἐλάνθανε, Σκιπίων δʼ ἐπῆγεν αὐτῇ Καρχηδόνι τὸν στρατὸν ὡπλισμένον, καὶ σοβαρῶς ἐς μάχην προυκαλεῖτο, οὐδενὸς ἐξιόντος. Ἀμίλχαρ δὲ ὁ ναύαρχος ναυσὶν ἑκατὸν ἐσπευσμένως ἐς τὸν ναύσταθμον ἀνήγετο τοῦ Σκιπίωνος, ἐλπίσας αὐτόν τε φθάσειν ἐπανιόντα, καὶ τὰς οὔσας ἐκεῖ Ῥωμαίων εἴκοσι τριήρεις ῥᾳδίως ταῖς ἑκατὸν αἱρήσειν.

καὶ ὁ Σκιπίων ἰδὼν αὐτοῦ τὸν ἀπόπλουν, προύπεμπέ τινας τὸν ἔσπλουν τοῦ λιμένος ἐμφράξαι στρογγύλοις πλοίοις ἐπʼ ἀγκυρῶν ἐκ διαστήματος, ἵνα ὡς διὰ πυλῶν αἱ τριήρεις ἐκθέοιεν ὅτε καιρὸς εἴη, καὶ τὰ πλοῖα τοῖς κέρασι συνδῆσαί τε καὶ ἁρμόσαι πρὸς ἄλληλα, ἵνα ἀντὶ τείχους ἦ. καταλαβὼν δὲ τὸ ἔργον, ἥπτετο τοῦ πόνου. καὶ βαλλομένων τῶν Καρχηδονίων ἀπό τε τῶν πλοίων καὶ ἀπὸ τῆς γῆς καὶ ἀπὸ τοῦ τείχους, αἱ νῆες ἐθραύοντο, καὶ καμοῦσαι περὶ ἑσπέραν ἀπέπλεον. ἀπιούσαις δʼ αὐταῖς αἱ Ῥωμαίων ἐπέκειντο, ἐκθέουσαί τε διὰ τῶν διαστημάτων, καὶ ὅτε βιάζοιντο, ὑποχωροῶσαι. μίαν δὲ καὶ ἀνεδήσαντο κενὴν ἀνδρῶν, καὶ πρὸς τὸν Σκιπίωνα ἀνήγαγον. μετὰ δὲ τοῦτο ἐχείμαζον ἄμφω. καὶ Ῥωμαίοις μὲν ἦν ἐκ θαλάσσης ἀγορὰ δαψιλής, Ἰτυκαῖοι δὲ καὶ Καρχηδόνιοι λιμώττοντες ἐλῄστευον τοὺς ἐμπόρους, μέχρι Ῥωμαίων νῆες ἄλλαι, πεμφθεῖσαι τῷ Σκιπίωνι, ἐφώρμουν τοῖς πολεμίοις καὶ τὰς λῃστρικὰς ἐκώλυον. οἱ δʼ ἔκαμνον ἤδη σφόδρα τῷ λιμῷ.

τοῦ δʼ αὐτοῦ χειμῶνος, ἐγγὺς ὄντος Σύφακος, Μασσανάσσης ᾔτησεν ἐπὶ τῇ ἰδίᾳ στρατιᾷ τὸ τρίτον τῆς Ῥωμαικῆς παρὰ Σκιπίωνος, καὶ λαβὼν ἡγουμένου τῶν Ῥωμαίων Λαιλίου, τὸν Σύφακα ἐδίωκεν. ὁ δὲ ὑπέφευγε, μέχρι καθορώμενος περί τινι ποταμῷ συνετάσσετο ἐς μάχην. οἱ μὲν οὖν Νομάδες ἑκατέρωθεν, ὥσπερ ἔθος αὐτοῖς, πολλὰ καὶ ἀθρόα ἠφίεσαν ἐπʼ ἀλλήλοις, οἱ δὲ Ῥωμαῖοι προβαλλόμενοι τὰς ἀσπίδας ἐπῄεσαν. Σύφαξ δὲ Μασσανάσσην ἰδών, ἵετο ἐπʼ αὐτὸν ὑπʼ ὀργῆς· ὁ δʼ ἀντεπήλασε γεγηθώς. καὶ ἀγῶνος πολλοῦ περὶ ἄμφω γενομένου, τραπέντες οἱ τοῦ Σύφακος ἐς φυγὴν τὸν ποταμὸν ἐπέρων, ἔνθα τις αὐτοῦ Σύφακος τὸν ἵππον ἔβαλεν· ὁ δʼ ἀπεσείσατο τὸν δεσπότην, καὶ ὁ Μασσανάσσης ἐπιδραμὼν εἷλεν αὐτόν τε Σύφακα καὶ τὸν ἕτερον αὐτοῦ τῶν υἱῶν. καὶ τούσδε μὲν εὐθὺς ἔπεμπε Σκιπίωνι, ἀπέθανον δʼ ἐν τῇ μάχῃ Σύφακος μὲν ἐς μυρίους ἄνδρας, Ῥωμαίων δὲ πέντε καὶ ἑβδομήκοντα, Μασσανάσσου δὲ τριακόσιοι. καὶ αἰχμάλωτοι Σύφακος ἐγένοντο τετρακισχίλιοι. τούτων ἦσαν Μασσύλιοι δισχίλιοι καὶ πεντακόσιοι, τῶν ἐς Σύφακα ἀπὸ Μασσανάσσου μεταστάντων· καὶ αὐτοὺς ὁ Μασσανάσσης ἐπὶ τῷδε ᾔτησε παρὰ Λαιλίου, καὶ λαβὼν κατέσφαξεν.

μετὰ δὲ τοῦτο Μασσυλίους καὶ τὴν χώραν τὴν Σύφακος ἐπῄεσαν, τοὺς μὲν αὖθις ἐς τὴν ἀρχὴν τὴν Μασσανάσσου καθιστάμενοι, τοὺς δὲ προσποιούμενοί τε καὶ τοὺς ἀπειθοῦντας αὐτῶν καταστρεφόμενοι. ἀφίκοντο δʼ αὐτοῖς καὶ ἐκ Κίρτης πρέσβεις, τὰ βασίλεια τοῦ Σύφακος παραδιδόντες, ἰδίᾳ δὲ πρὸς Μασσανάσσην ἕτεροι παρὰ Σοφωνίβας τῆς Σύφακος γυναικός, τὴν ἀνάγκην τοῦ γάμου διηγούμενοι. Σοφωνίβαν μὲν οὖν ἄσμενος εἶχε λαβὼν ὁ Μασσανάσσης· καὶ αὐτήν, ἐπανιὼν πρὸς Σκιπίωνα αὐτός, ἐν Κίρτῃ κατέλιπε, προορώμενος ἄρα τὸ μέλλον. Σκιπίων δὲ ἤρετο Σύφακα· τίς σε δαίμων ἔβλαψε, φίλον ὄντα μοι καὶ ἐπὶ Λιβύην ἐλθεῖν προτρέψαντα, ψεύσασθαι μὲν θεοὺς οὓς ὤμοσας, ψεύσασθαι δὲ μετὰ τῶν θεῶν Ῥωμαίους, καὶ μετὰ Καρχηδονίων ἀντὶ Ῥωμαίων ἑλέσθαι πολεμεῖν, τῶν ἐπὶ Καρχηδονίους οὐ πρὸ πολλοῦ σοι βεβοηθηκότων; ὁ δʼ εἶπε, Σοφωνίβα Ἀσδρούβα θυγάτηρ, ἧς ἐγὼ ἤρων ἐπʼ ἐμῷ κακῷ. φιλόπατρις δʼ ἐστὶν ἰσχυρῶς, καὶ ἱκανὴ ἅπαντά τινα πεῖσαι πρὸς ἃ βούλεται. αὕτη με καὶ ἐκ τῆς ὑμετέρας φιλίας ἐς τὴν ἑαυτῆς μετέθηκε πατρίδα, καὶ ἐς τόδε συμφορᾶς ἐκ τοσῆσδε εὐδαιμονίας κατέβαλεν. σοὶ δὲ παραινῶ (χρὴ γάρ, ὑμέτερον γενόμενον καὶ Σοφωνίβας ἀπηλλαγμένον, νῦν γε ὑμῖν εἶναι βέβαιον)· φύλασσε Σοφωνίβαν, μὴ Μασσανάσσην ἐς ἃ βούλεται μεταγάγῃ. οὐ γὰρ δή, μὴ τὸ γύναιόν ποτε ἕληται τὰ Ῥωμαίων ἐλπίζειν ἄξιον· οὕτως ἐστὶν ἰσχυρῶς φιλόπολις.

ταῦθʼ ὁ μὲν ἔλεγεν, εἴτʼ ἀληθεύων εἴτε ζηλοτυπούμενος καὶ Μασσανάσσην ἐς τὰ μέγιστα βλάπτων· ὁ δὲ Σκιπίων Σύφακα μέν, συνετόν τε φαινόμενον καὶ τῆς χώρας ἔμπειρον, ἐπὶ τὰ κοινὰ ἐπήγετο, καὶ γνώμης καὶ συμβουλῆς μετεδίδου, οἷόν τι καὶ Κροίσῳ τῷ Λυδῷ Κῦρος ἐχρῆτο, Λαιλίου δʼ ἀφικομένου, καὶ ταὐτὰ περὶ τῆς Σοφωνίβας πυθέσθαι παρὰ πολλῶν λέγοντος, ἐκέλευσε τὸν Μασσανάσσην τὴν Σύφακος γυναῖκα παραδοῦναι. παραιτουμένου δʼ ἐκείνου, καὶ τὰ περὶ αὐτῆς ἄνωθεν ὡς ἐγένετο διηγουμένου, τραχύτερον ὁ Σκιπίων ἐκέλευεν αὐτὸν μηδὲν ἀφαιρεῖσθαι βίᾳ των Ῥωμαικῶν λαφύρων, ἀλλʼ ἐς τὸ μέσον καταθέντα αἰτεῖν, καὶ πείθειν, εἰ δύναιτο. ᾤχετο οὖν ὁ Μασσανάσσης μετὰ τινῶν Ῥωμαίων, παραδώσων αὐτοῖς τὴν Σοφωνίβαν. κρύφα δὲ αὐτῇ φέρων φάρμακον πρῶτος ἐνέτυχε, καὶ τὰ παρόντα προύθηκεν, ἢ πιεῖν ἢ Ῥωμαίοις δουλεύειν ἑκοῦσαν. οὐδέν τε εἰπὼν ἔτι ἐξήλασε τὸν ἵππον. ἡ δὲ τῇ τροφῷ δείξασα τὴν κύλικα, καὶ δεηθεῖσα μηδὲν ὀδύρασθαι καλῶς ἀποθανοῦσαν, ἔπιε τοῦ φαρμάκου. καὶ αὐτὴν ὁ Μασσανάσσης τοῖς ἥκουσι Ῥωμαίων ἐπιδείξας, καὶ θάψας βασιλικῶς, ὑπέστρεφε πρὸς Σκιπίωνα. ὁ δὲ αὐτὸν ἐπαινέσας τε, καὶ παρηγορήσας ὅτι πονηρᾶς γυναικὸς ἀπηλλάγη, ἐστεφάνωσε τῆς ἐφόδου τῆς ἐπὶ Σύφακα καὶ ἐδωρήσατο πολλοῖς. ἀχθέντος δʼ ἐς Ῥώμην τοῦ Σύφακος, οἱ μὲν ἠξίουν περισώζειν ἄνδρα ἐν Ἰβηρίᾳ φίλον καὶ σύμμαχον αὐτοῖς γενόμενον, οἱ δὲ κολάζειν, ὅτι τοῖς φίλοις ἐπολέμησεν. ὁ δὲ ὑπὸ λύπης νοσῶν ἀπέθανεν.

Ἀσδρούβας δὲ ἐπειδὴ καλῶς τοὺς συνόντας ἐγύμνασεν, ἔπεμπέ τινα πρὸς Ἄννωνα τὸν στρατηγὸν τῶν Καρχηδονίων, ἀξιῶν αὑτῷ τὸν Ἄννωνα κοινωνῆσαι τὴν στρατηγίαν, καὶ ὑποδεικνὺς ὅτι πολλοὶ Σκιπίωνι σύνεισιν Ἴβηρες ἄκοντες, οὓς ἐάν τις χρυσίῳ καὶ ὑποσχέσεσι διαφθείρῃ, τὸ στρατόπεδον ἐμπρήσουσι τὸ Σκιπίωνος. ἔφη δὲ καὶ αὐτός, εἰ προμάθοι τὸν καιρόν, ἥξειν ἐπὶ τὸ ἔργον. ταῦτα μὲν Ἀσδρούβας, ὁ δὲ Ἄννων ἐς μὲν τὸν Ἀσδρούβαν ἐπανούργει, τοῦ δʼ ἐγχειρήματος οὐκ ἀπήλπισεν, ἀλλʼ ἄνδρα πιστὸν μετὰ χρυσίου, καθάπερ αὐτόμολον, ἐς τὸ Σκιπίωνος στρατόπεδον κατέπεμψεν, ὃς πιθανὸς ὢν ἐντυχεῖν ἑκάστῳ διέφθειρε πολλούς, ἡμέραν τε συνθέμενος αὐτοῖς ἐπανῆλθεν. καὶ τὴν ἡμέραν ὁ Ἄννων τῷ Ἀσδρούβᾳ μετέφερεν. Σκιπίωνι δὲ θυομένῳ κίνδυνον τὰ ἱερὰ ἐδήλου ἐμπρησμοῦ· καὶ περιπέμψας ἐς ἅπαν τὸ στρατόπεδον, εἴ πού τι λάβρον ηὕρισκε πῦρ, κατέπαυεν. καὶ αὖθις ἐπὶ πολλὰς ἡμέρας ἐθύετο. ὡς δʼ οὐκ ἀνίει τὰ ἱερὰ τὸν ἐμπρησμὸν ὑποδεικνύοντα, ὁ μὲν ἐβαρυθύμει καὶ μεταστρατοπεδεῦσαι διεγνώκει,

ἱππέως δὲ Ῥωμαίου θεράπων Ἴβηρ, ὑπονοήσας τι περὶ τῶν συνθεμένων, ὑπεκρίνατο συνειδέναι, ἕως τὸ πᾶν ἔμαθε, καὶ ἐμήνυσε τῷ δεσπότῃ, ὁ δὲ αὐτὸν ἐς τὸν Σκιπίωνα ἤγαγε, καὶ τὸ πλῆθος ἠλέγχετο. καὶ πάντας ὁ Σκιπίων ἔκτεινε καὶ ἐξέρριψε πρὸ τοῦ στρατοπέδου. αἴσθησις δʼ ἦν Ἄννωνι μὲν ὀξεῖα πλησίον ὄντι, καὶ οὐκ ἦλθεν ἐπὶ τὸ συγκείμενον, Ἀσδρούβας δὲ ἀγνοῶν ἀφίκετο. ὡς δὲ τὸ πλῆθος εἶδε τῶν νεκρῶν, εἴκασε τὸ συμβὰν καὶ ἀνεχώρει. καὶ αὐτὸν ὁ Ἄννων ἐς τὸ πλῆθος διέβαλλεν, ὡς ἀφίκοιτο Σκιπίωνι διδοὺς ἑαυτόν, ὁ δὲ οὐ λάβοι. Ἀσδρούβας μὲν δὴ καὶ ἐκ τοῦδε τοῖς Καρχηδονίοις ἦν μᾶλλον διὰ μίσους· ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Ἀμίλχαρ μὲν ἄφνω ταῖς Ῥωμαίων να υσὶν ἐπιπλεύσας μίαν ἔλαβε τριήρη καὶ φορτίδας ἕξ, Ἄννων δʼ ἐπιθέμενος τοῖς πολιορκοῦσιν Ἰτύκην ἀπεκρούσθη. Σκιπίων δέ, χρονίου τῆς πολιορκίας οὔσης, ταύτην μὲν διέλυσεν οὐδὲν ἀνύων, τὰς δὲ μηχανὰς ἐς Ἱππῶνα πόλιν μετετίθει. καὶ οὐδενὸς οὐδʼ ἐνταῦθα προκόπτοντος αὐτῷ, κατακαύσας ὡς ἄχρηστα τὰ μηχανήματα τὴν χώραν ἐπέτρεχε, τοὺς μὲν ἐς φιλίαν ἐπαγόμενος, τοὺς δὲ λῃζόμενος.