Punic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

καὶ ὁ Σκιπίων αἰσθανόμενος ἐπενόει τὸν ἔσπλουν αὐτοῖς τοῦ λιμένος, ἐς δύσιν τε ἀφορῶντα καὶ οὐ πάνυ πόρρω τῆς γῆς ὄντα, ἀποκλεῖσαι. χῶμα οὖν ἐς τὴν θάλασσαν ἔχου μακρόν, ἀρχόμενος μὲν ἀπὸ τῆς ταινίας ἣ μεταξὺ τῆς λίμνης οὖσα καὶ τῆς θαλάσσης γλῶσσα ἐκαλεῖτο, προϊὼν δʼ ἐς τὸ πέλαγος καὶ εὐθύνων ἐπὶ τὸν ἔσπλουν. ἔχου δὲ λίθοις μεγάλοις τε καὶ πυκνοῖς, ἵνα μὴ ὑπὸ τοῦ κλύδωνος διαφέροιντο. καὶ πλάτος τοῦ χώματος τὸ μὲν ἄνω τεσσάρων καὶ εἴκοσι ποδῶν, τὸ δʼ ἐς τὸν βυθὸν καὶ τετραπλάσιον ἦν. τοῖς δὲ Καρχηδονίοις ἀρχομένου μὲν τοῦδε τοῦ ἔργου καταφρόνησις ἦν ὡς χρονίου τε καὶ μακροῦ καὶ ἴσως ἀδυνάτου· προϊόντος δὲ σὺν ἐπείξει τοσοῦδε στρατοῦ, μήτε ἡμέραν ἐκλείποντος ἐπὶ τοῖς ἔργοις μήτε νύκτα, ἔδεισαν, καὶ στόμα ἕτερον ἐπὶ θάτερα τοῦ λιμένος ὤρυσσον ἐς μέσον τὸ πέλαγος, οἷ μηδὲν χῶμα προελθεῖν ἐδύνατο ὑπὸ βάθους τε καὶ πνευμάτων ἀγριωτέρων. διώρυσσον δʼ ἅμα γυναιξὶ καὶ παισίν, ἔνδοθεν ἀρχόμενοι καὶ πάνυ λανθάνοντες· ἅμα δὲ καὶ ναῦς ἐξ ὕλης παλαιᾶς ἐναυπήγουν, πεντήρεις τε καὶ τριήρεις, οὐδὲν ὑπολείποντες εὐψυχίας τε καὶ τόλμης. οὕτω δʼ ἅπαντα ἐπέκρυπτον ὡς μηδὲ τοὺς αἰχμαλώτους ἔχειν τι τῷ Σκιπίωνι σαφὲς εἰπεῖν, ἀλλὰ κτύπον μὲν ἐν τοῖς λιμέσιν ἡμέρας τε καὶ νυκτὸς εἶναι πολὺν ἀπαύστως, τὴν δὲ χρείαν οὐκ εἰδέναι, μέχρι γε δὴ πάντων ἑτοίμων γενομένων οἱ Καρχηδόνιοι τὸ στόμα ἀνέῳξαν περὶ ἕω, καὶ ναυσὶ πεντήκοντα μὲν τριηρετικαῖς, κερκούροις δὲ καὶ μυοπάρωσι καὶ ἄλλοις βραχυτέροις πολλοῖς ἐξέπλεον, ἐς κατάπληξιν ἐσκευασμένοι φοβερῶς.

Ῥωμαίους δὲ τό τε στόμα ἄφνω γενόμενον καὶ ὁ στόλος ἐπὶ τῷ στόματι ἐς τοσόνδε κατέπληξεν ὡς τοὺς Καρχηδονίους, εἰ αὐτίκα ταῖς ναυσὶ ταῖς Ῥωμαίων ἐπέθεντο, ἠμελημέναις τε ὡς ἐν τειχομαχίᾳ, καὶ οὐδενὸς ναύτου παρόντος οὐδʼ ἐρέτου, ὅλου ἂν τοῦ ναυστάθμου κρατῆσαι. νῦν οὖν (ἁλῶναι γὰρ ἔδει Καρχηδόνα) τότε μὲν ἐς μόνην ἐπίδειξιν ἐπέπλευσαν, καὶ σοβαρῶς ἐπιτωθάσαντες ἀνέστρεφον, τρίτῃ δʼ ἡμέρᾳ μετὰ τοῦτο ἐς ναυμαχίαν καθίσταντο· καὶ οἱ Ῥωμαῖοι τάς τε ναῦς καὶ τἄλλα εὐτρεπισάμενοι ἀντανήγοντο. βοῆς δὲ καὶ παρακελεύσεως ἑκατέρωθεν γενομένης καὶ προθυμίας ἐρετῶν τε καὶ κυβερνητῶν καὶ τῶν ἐπιβατῶν, ὡς ἐν τῷδε λοιπῷ Καρχηδονίοις μὲν τῆς σωτηρίας οὔσης Ῥωμαίοις δὲ τῆς νίκης ἐντελοῦς, πληγαί τε πολλαὶ καὶ τραύματα ποικίλα ἐγίγνετο παρʼ ἀμφοῖν μέχρι μέσης ἡμέρᾳς. ἐν δὲ τῷ πόνῳ τὰ σκάφη τῶν Λιβύων τὰ σμικρὰ ταῖς Ῥωμαϊκαῖς ναυσὶ μεγάλαις οὔσαις ἐς τοὺς ταρσοὺς ὑποτρέχοντα διετίτρη πρύμνας καὶ ἐξέκοπτε πηδάλια καὶ κώπας, καὶ ἄλλα πολλὰ καὶ ποικίλα ἐλύπει, εὐμαρῶς τε ὑποφεύγοντα καὶ εὐμαρῶς ἐπιπλέοντα. ἀκρίτου δʼ ἔτι τῆς ναυμαχίας οὔσης, και τῆς ἡμερας ἐς δειλην τρεπομενης, ἔδοξε τοῖς Καρχηδονίοις ὑποχωρεῖν, οὔ τι κατὰ ἧτταν ἀλλʼ ἐς τὴν ἐπιοῦσαν ὑπερτιθεμένοις.

καὶ αὐτῶν τὰ σκάφη τὰ βραχύτερα προύφευγε, καὶ τὸν ἔσπλουν προλαβόντα ἐς ἄλληλα ὠθεῖτο ὑπὸ τοῦ πλήθους, καὶ τὸ στόμα βύζην ἀπέκλειεν. ὅθεν αἱ μείζους ἐπανιοῦσαι τὸν ἔσπλουν ἀφῄρηντο, καὶ ἐς τὸ χῶμα κατέφυγον, ὃ πρὸ τοῦ τείχους εὐρύχωρον ἐμπόροις ἐς διάθεσιν φορτίων ἐγεγένητο ἐκ πολλοῦ· καὶ παρατείχισμα ἐπʼ αὐτοῦ βραχὺ ἐν τῷδε τῷ πολέμῳ ἐπεποίητο, ἵνα μὴ ὡς ἐν εὐρυχώρῳ στρατοπεδεύσειάν ποτε οἱ πολέμιοι. ἐς μὲν δὴ τόδε τὸ χῶμα αἱ νῆες αἱ τῶν Καρχηδονίων, ἀπορίᾳ λιμένος, καταφυγοῦσαι μετωπηδὸν ὡρμίσαντο· καὶ τοὺς ἐχθροὺς ἐπιπλέοντας οἱ μὲν ἀπʼ αὐτῶν τῶν νεῶν, οἱ δʼ ἀπὸ τοῦ χώματος, οἱ δʼ ἐκ τοῦ διατειχίσματος ἀπεμάχοντο. Ῥωμαίοις δὲ ὁ μὲν ἐπίπλους ἦν ῥᾴδιος καὶ τὸ μάχεσθαι ναυσὶν ἑστώσαις εὐμαρές, αἱ δʼ ἀναχωρήσεις διʼ ἀναστροφὴν τῶν νεῶν, μακρῶν οὐσῶν, βραδεῖαί τε καὶ δυσχερεῖς ἐπεγίγνοντο· ὅθεν ἀντέπασχον ἐν τῷδε τὰ ὅμοια (ὅτε γὰρ ἐπιστρέφοιεν, ἐπλήσσοντο ὑπὸ τῶν Καρχηδονίων ἐπιπλεόντων), μέχρι νῆες Σιδητῶν πέντε, αἳ φιλίᾳ Σκιπίωνος εἵποντο, τὰς μὲν ἀγκύρας καθῆκαν ἐκ πολλοῦ διαστήματος ἐς τὸ πέλαγος, ἁψάμεναι δʼ ἀπʼ αὐτῶν κάλους μακροὺς εἰρεσίᾳ τοῖς Καρχηδονίοις ἐπέπλεον, καὶ ὅτε ἐγχρίμψειαν, ὑπεχώρουν τοὺς κάλους ἐπισπώμεναι κατὰ πρύμναν, αὖθις τε ῥοθίῳ καταπλέουσαι πάλιν ἀνήγοντο κατὰ πρύμναν. τότε γὰρ ὁ στόλος ἅπας, τὸν νοῦν τῶν Σιδητῶν ὁρῶντές τε καὶ μιμούμενοι, πολλὰ τοὺς ἐχθροὺς ἔβλαπτον. καὶ τὸ ἔργον ἐς νύκτα ἐτελευτα, καὶ ἐς τὴν πόλιν διέφυγον αἱ τῶν Καρχηδονίων νῆες, ὅσαι γε ἔτι ἦσαν ὑπόλοιποι.

Σκιπίων δὲ γενομένης ἡμέρας ἐπεχειρει τῷ χώματι· καὶ γὰρ ἦν εὔκαιρον ἐπιτείχισμα τοῦ λιμένος. κριοῖς οὖν το παρατείχισμα τύπτων, καὶ μηχανήματα πολλὰ ἐπάγων, μέρος αὐτοῦ κατέβαλεν. οἱ δὲ Καρχηδόνιοι, καίπερ ὑπὸ λιμοῦ καὶ κακώσεως ποικίλης ἐνοχλούμενοι, νυκτὸς ἐξέδραμον ἐπὶ τὰ Ῥωμαίων μηχανήματα, οὐ κατὰ γῆν (οὐ γὰρ ἦν δίοδος) οὐδὲ ναυσὶν (ἁλιτενὴς γὰρ ἦν ἡ θάλασσα), ἀλλὰ γυμνοὶ δᾷδας ἔφερον, οὐχ ἡμμένας ἵνα μὴ μακρόθεν εἶεν καταφανεῖς· ἐς δὲ τὴν θάλασσαν ἐμβάντες ᾗ μή τις ἂν προσεδόκησεν, οἱ μὲν ἄχρι τῶν μαστῶν βρεχόμενοι διεβάδιζον, οἱ δὲ καὶ διένεον, ἕως ἐπὶ τὰ μηχανήματα ἐλθόντες ἐξῆψαν τὸ πῦρ, καὶ κατάφωροι γενόμενοι πολλὰ μὲν ἔπαθον, ἅτε γυμνοὶ τιτρωσκόμενοι, πολλὰ δʼ ἀντέδρασαν ὑπὸ τόλμης· οἳ καὶ τὰς ἀκίδας τῶν βελῶν καὶ τὰς αἰχμὰς ἐν στέρνοις καὶ ὄψεσι φέροντες οὐκ ἀνίεσαν, ὥσπερ θηρία ταῖς πληγαῖς ἐγκείμενοι, μέχρι τὰ μηχανήματα ἐνέπρησαν καὶ τοὺς Ῥωμαίους ἐτρέψαντο θορυβουμένους. ἔκπληξίς τε καὶ τάραχος ἦν ἀνὰ ὅλον τὸ στρατόπεδον, καὶ φόβος οἷος οὐ πρίν, ὑπὸ μανίας γυμνῶν πολεμίων, ὥστε δείσας ὁ Σκιπίων μετὰ ἱππέων ἔξω περιέθει, καὶ τοὺς οἰκείους, εἰ μὴ λήξαιεν τῆς φυγῆς, ἐκέλευε βάλλειν. ἔστι δὲ οὓς ἔβαλε καὶ ἀπέκτεινεν, ἕως οἱ πλείους συνεώσθησαν ἐς τὸ στρατόπεδον ὑπʼ ἀνάγκης, καὶ διενυκτέρευσαν ἔνοπλοι, τὴν ἀπόγνωσιν τῶν ἐχθρῶν δεδιότες. οἱ δὲ τὰς μηχανὰς ἐμπρήσαντες ἐξένεον αὖθις ἐς τὰ οἰκεῖα.

ἅμα δʼ ἡμέρᾳ Καρχηδόνιοι μέν, οὐκ ἐνοχλουσῶν σφᾶς ἔτι μηχανῶν πολεμίων, τὸ διαπεπτωκὸς τοῦ διατειχίσματος ᾠκοδόμουν, καὶ πύργους ἐν αὐτῷ πολλοὺς ἐποίουν ἐκ διαστήματος, Ῥωμαῖοι δʼ ἑτέρας ἐργασάμενοι μηχανὰς χώματα ἤγειρον ἀντιμέτωπα τοῖς πύργοις, δᾷδά τε συγκεκομμένην καὶ θεῖον ἐν κώθωσι καὶ πίσσαν ἐπʼ αὐτοὺς ἐσφενδόνων, καὶ ἔστιν οὓς τῶν πύργων ἐνεπίμπρασαν, καὶ τοὺς Καρχηδονίους φεύγοντας ἐδίωκον. ὀλισθηρὸς δʼ ἦν ὁ δρόμος ὑφʼ αἵματος πεπηγότος ὑπογύου τε καὶ πολλοῦ, ὥστε τῶν φευγόντων ἀπελίποντο ἄκοντες. ὁ δὲ Σκιπίων τοῦ χώματος ὅλου κατασχὼν ἀπετάφρευεν αὐτό, καὶ τεῖχος ἤγειρεν ἐκ πλίνθων, οὔτε κολοβώτερον τοῦ τῶν πολεμίων οὔτʼ ἐκ μακροῦ διαστήματος ἀπʼ αὐτῶν. ὡς δʼ ἐξείργαστο αὐτῷ καὶ τὸ τεῖχος, τετρακισχιλίους ἐς αὐτὸ ἔπεμψεν, ἐπαφίεναι τοῖς ἐχθροῖς βέλη τε καὶ ἀκόντια σὺν καταφρονήσει. οἱ δὲ ἰσομέτωποι γενόμενοι ἔβαλλον αὐτοὺς ἐπιτυχῶς. καὶ τὸ θέρος ἐς ταῦτα ἀναλώθη.

χειμῶνος δʼ ἀρχομένου τὴν ἐν τῇ χώρᾳ τῶν Καρχηδονίων δύναμίν τε καὶ συμμάχους ὁ Σκιπίων ἔγνω προκαθελεῖν, ὅθεν αὐτοῖς ἀγορὰ διεπέμπετο. περιπέμψας οὖν ἑτέρωσε ἑτέρους, αὐτὸς ἐς Νέφεριν ἐπὶ Διογένη τὸν μετʼ Ἀσδρούβαν φρουροῦντα τὴν Νέφεριν ἠπείγετο διὰ τῆς λίμνης, καὶ Γάιον Λαίλιον κατὰ γῆν περιέπεμπεν. ὡς δὲ ἀφίκετο, δύο σταδίους ἀποσχὼν τοῦ Διογένους ἐστρατοπέδευε, καὶ Γολόσσην καταλιπὼν ἐγχειρεῖν ἀπαύστως τῷ Διογένει αὐτὸς ἐπὶ Καρχηδόνος ἠπείγετο· ὅθεν ἐς Νέφερίν τε καὶ Καρχηδόνα διετρόχαζεν, ἀεὶ τὰ γιγνόμενα ἐφορῶν. δύο δὲ τοῦ Διογένους μεσοπυργίων καταπεσόντων ἧκεν ὁ͂ Σκιπίων, καὶ χιλίους ἐπιλέκτους ὄπισθεν τοῦ Διογένους ἐνεδρεύσας, ἑτέροις ἐκ μετώπου τρισχιλίοις, ἀριστίνδην καὶ τοῖσδε ἐπιλεγομένοις, ἐπέβαινεν ἐπὶ τὰ πεπτωκότα τῶν μεσοπυργίων, οὐκ ἀθρόους ἀναβιβάζων, ἀλλὰ κατὰ μέρη πυκνοὺς ἐπʼ ἀλλήλοις, ἵνα μηδὲ βιασθέντες οἱ πρῶτοι φυγεῖν δύναιντο διὰ τοὺς ἑπομένους. πολλῆς δὲ βοῆς οὔσης καὶ πόνου, καὶ τῶν Λιβύων ἐς ταῦτα ἐπεστραμμένων, οἱ χίλιοι, καθάπερ αὐτοῖς προείρητο, οὐδενὸς ἐς αὐτοὺς ἀποβλέποντος οὐδʼ ὑπονοοῦντος ἐνέπεσον ἐς τὸ χαράκωμα εὐτόλμως, καὶ διέσπων αὐτὸ καὶ ὑπερέβαινον. καὶ τῶν πρώτων ἔνδον γενομένων αἴσθησις ἐγίγνετο ταχεῖα, καὶ ἔφευγον οἱ Λίβυες, οὐχ ὅσους ἑώρων, ἀλλὰ πολὺ πλέονας ἡγούμενοι τοὺς ἐσελθόντας εἶναι. Γολόσσης δʼ αὐτοῖς ἐπιτρέχων σὺν Νομάσι πολλοῖς καὶ ἐλέφασι πολὺν εἰργάζετο φόνον, ὡς ἀπολέσθαι μὲν ἐς ἑπτακισμυρίους σὺν τοῖς ἀχρείοις, ἁλῶναι δʼ ἐς μυρίους, διαφυγεῖν δʼ ἀμφὶ τοὺς τετρακισχιλίους. ἑάλω δὲ καὶ ἡ πόλις ἡ Νέφερις ἐπὶ τῷ στρατοπέδῳ, δύο καὶ εἴκοσιν ἡμέραις ἄλλαις πολιορκηθεῖσα πρὸς τοῦ Σκιπίωνος πάνυ κακοπαθῶς ἐν χειμῶνι καὶ ψυχρῷ χωρίῳ. τὸ δὲ ἔργον τόδε μάλιστα συνη?́νεγκεν ἐς τὴν τῆς Καρχηδόνος ἅλωσιν. ἥδε γὰρ ἡ στρατιὰ τὴν ἀγορὰν αὐτοῖς διεπόρθμευε, καὶ ἐς τόδε τὸ στρατόπεδον οἱ Λίβυες ἀφορῶντες ἐθάρρουν. τότε δʼ αὐτοῦ ληφθέντος καὶ τὰ λοιπὰ τῆς Λιβύης χωρία τοῖς στρατηγοῖς Σκιπίωνος προσεχώρει ἢ οὐ δυσχερῶς ἐλαμβάνετο. ἥ τε ἀγορὰ τοὺς Καρχηδονίους ἐπέλιπε, καὶ οὐδὲν οὔτʼ ἐκ Λιβύης ἀλλοτρίας ἤδη γενομένης οὔτʼ ἀλλαχόθεν αὐτοῖς καταπλεῖν ἐδύνατο, διά τε τὸν πόλεμον αὐτὸν καὶ τὴν ὥραν χειμέριον οὖσαν.