Punic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

Καρχηδόνα τὴν ἐν Λιβύῃ Φοίνικες ᾤκισαν ἔτεσι πεντήκοντα πρὸ ἁλώσεως Ἰλίου, οἰκισταὶ δʼ αὐτῆς ἐγένοντο Ζῶρός τε καὶ Καρχηδών, ὡς δὲ Ῥωμαῖοι καὶ αὐτοὶ Καρχηδόνιοι νομίζουσι, Διδὼ γυνὴ Τυρία, ἧς τὸν ἄνδρα κατακαίνει Πυγμαλίων Τύρου τυραννεύων, καὶ τὸ ἔργον ἐπέκρυπτεν. ἡ δὲ ἐξ ἐνυπνίου τὸν φόνον ἐπέγνω, καὶ μετὰ χρημάτων πολλῶν καὶ ἀνδρῶν, ὅσοι Πυγμαλίωνος τυραννίδα ἔφευγον, ἀφικνεῖται πλέουσα Λιβύης ἔνθα νῦν ἔστι Καρχηδών. ἐξωθούμενοι δʼ ὑπὸ τῶν Λιβύων ἐδέοντο χωρίον ἐς συνοικισμὸν λαβεῖν, ὅσον ἂν βύρσα ταύρου περιλάβοι. τοῖς δὲ ἐνέπιπτε μέν τι καὶ γέλωτος ἐπὶ τῇ τῶν Φοινίκων μικρολογίᾳ, καὶ ᾐδοῦντο ἀντειπεῖν περὶ οὕτω βραχυτάτου· μάλιστα δʼ ἠπόρουν ὅπως ἂν πόλις ἐν τηλικούτῳ διαστήματι γένοιτο, καὶ ποθοῦντες ἰδεῖν ὅ τι ἔστιν αὐτοῖς τοῦτο τὸ σοφόν, συνέθεντο δώσειν καὶ ἐπώμοσαν. οἱ δὲ τὸ δέρμα περιτεμόντες ἐς ἱμάντα ἕνα στενώτατον, περιέθηκαν ἔνθα νῦν ἔστιν ἡ Καρχηδονίων ἀκρόπολις· καὶ ἀπὸ τοῦδε Βύρσα ὀνομάζεται.