Hannibalic War

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

Ἀννίβας δὲ ὅσα μὲν αὐτὸς καὶ οἱ μετʼ αὐτὸν ἄλλοι Καρχηδονίων τε καὶ Ῥωμαίων στρατηγοὶ περὶ Ἰβηρίαν ἔπραξαν, ἡ Ἰβηρικὴ γραφὴ δηλοῖ· ἐπιλεξάμενος δὲ Κελτιβήρων τε καὶ Λιβύων καὶ ἑτέρων ἐθνῶν ὅτι πλείστους, καὶ τὰ ἐν Ἰβηρίᾳ παραδοὺς Ἀσδρούβᾳ τῷ ἀδελφῷ, τὰ Πυρηναῖα ὄρη διέβαινεν ἐς τὴν Κελτικὴν τὴν νῦν λεγομένην Γαλατίαν, ἄγων πεζοὺς ἐνακισμυρίους καὶ ἱππέας ἐς δισχιλίους ἐπὶ μυρίοις καὶ ἐλέφαντας ἑπτὰ καὶ τριάκοντα. Γαλατῶν δὲ τοὺς μὲν ὠνούμενος, τοὺς δὲ πείθων, τοὺς δὲ καὶ βιαζόμενος, διώδευε τὴν χώραν. ἐλθὼν δὲ ἐπὶ τὰ Ἄλπεια ὄρη, καὶ μηδεμίαν μήτε δίοδον μήτε ἄνοδον εὑρών (ἀπόκρημνα γάρ ἐστιν ἰσχυρῶς), ἐπέβαινε κἀκείνοις ὑπὸ τόλμης, κακοπαθῶν χιονος τε πολλῆς οὔσης καὶ κρύους, τὴν μὲν ὕλην τέμνων τε καὶ κατακαίων, τὴν δὲ τέφραν σβεννὺς ὕδατι καὶ ὄξει, καὶ τὴν πέτραν ἐκ τοῦδε ψαφαρὰν γιγνομένην σφύραις σιδηραῖς θραύων, καὶ ὁδὸν ποιῶν ἣ καὶ νῦν ἐστιν ἐπὶ τῶν ὀρῶν ἐντριβὴς καὶ καλεῖται δίοδος Ἀννίβου. τῶν δὲ τροφῶν αὐτὸν ἐπιλειπουσῶν ἠπείγετο μέν, ἔτι λανθάνων ὅτι καὶ πάρεστιν ἐς τὴν Ἰταλίαν, ἕκτῳ δὲ μόλις ἀπὸ τῆς ἐξ Ἰβήρων ἀναστάσεως μηνί, πλείστους ἀποβαλών, ἐς τὸ πεδίον ἐκ τῶν ὀρῶν κατέβαινε.

καὶ μικρὸν ἀναπαύσας προσέβαλε Ταυρασίᾳ, πόλει Κελτικῇ. κατὰ κράτος δὲ αὐτὴν ἐξελών, τοὺς μὲν αἰχμαλώτους ἔσφαξεν ἐς κατάπληξιν τῆς ἄλλης Κελτικῆς, ἐπὶ δὲ ποταμὸν Ἠριδανὸν τὸν νῦν Πάδον λεγόμενον ἐλθών, ἔνθα Ῥωμαῖοι Κελτοῖς τοῖς καλουμένοις Βοιοῖς ἐπολέμουν, ἐστρατοπέδευσεν. ὁ δʼ ὕπατος ὁ Ῥωμαίων Πόπλιος Κορνήλιος Σκιπίων, Καρχηδονίοις ἐν Ἰβηρίᾳ πολεμῶν, ἐπεὶ τῆς ἐσβολῆς Ἀννίβου τῆς ἐς τὴν Ἰταλίαν ἐπύθετο, τὸν ἀδελφὸν καὶ ὅδε Γναῖον Κορνήλιον Σκιπίωνα ἐπὶ τοῖς ἐν Ἰβηρίᾳ πράγμασι καταλιπὼν διέπλευσεν ἐς Τυρρηνίαν, ὅθεν ὁδεύων τε καὶ συμμάχους ὅσους δύναιτο ἀγείρων ἔφθασεν ἐπὶ τὸν Πάδον Ἀννίβαν. καὶ Μάλλιον μὲν καὶ Ἀτίλιον, οἳ τοῖς Βοιοῖς ἐπολέμουν, ἐς Ῥώμην ἔπεμψεν ὡς οὐ δέον αὐτοὺς ἔτι στρατηγεῖ ὑπάτου παρόντος, αὐτὸς δὲ τὸν στρατὸν παραλαβὼν ἐς μάχην ἐξέτασσε πρὸς Ἀννίβαν. καὶ γενομένης ἀκροβολίας τε καὶ ἱππομαχίας, οἱ Ῥωμαῖοι κυκλωθέντες ὑπὸ τῶν Λιβύων ἔφευγον ἐς τὸ στρατόπεδον, καὶ νυκτὸς ἐπιγενομένης ἐς Πλακεντίαν ἀνεχώρουν ἀσφαλῶς τετειχισμένην, τὸν Πάδον ἐπὶ γεφυρῶν περάσαντές τε καὶ λύσαντες τὰς γεφύρας. τὸν μὲν οὖν ποταμὸν καὶ ὁ Ἀννίβας ζεύξας ἐπέρα, τὸ δʼ ἔργον εὐθὺς τόδε, πρῶτον ἢ δεύτερον ἐπὶ τῇ τῶν Ἀλπείων ὀρῶν διαβάσει, παρὰ τοῖς ἐπέκεινα Κελτοῖς ἐξῇρε τὸν Ἀννίβαν ὡς ἄμαχον στρατηγὸν καὶ τύχῃ λαμπρᾷ χρώμενον. ὁ δέ, ὡς ἐν βαρβάροις τε καὶ τεθηπόσιν αὐτόν, καὶ διʼ ἄμφω δυναμένοις ἀπατᾶσθαι, τὴν ἐσθῆτα καὶ τὴν κόμην ἐνήλασσε συνεχῶς ἐσκευασμέναις ἐπινοίαις· καὶ αὐτὸν οἱ Κελτοὶ περιιόντα τὰ ἔθνη πρεσβύτην ὁρῶντες, εἶτα νέον, εἶτα μεσαιπόλιον, καὶ συνεχῶς ἕτερον ἐξ ἑτέρου, θαυμάζοντες ἐδόκουν θειοτέρας φύσεως λαχεῖν.

Σεμπρώνιος δʼ ὁ ἕτερος ὕπατος, ἐν Σικελίᾳ τότε ὢν καὶ πυθόμενος, διέπλευσε πρὸς τὸν Σκιπίωνα, καὶ τεσσαράκοντα σταδίους αὐτοῦ διασχὼν ἐστρατοπέδευσεν. καὶ τῆς ἐπιούσης ἔμελλον ἅπαντες ἐς μάχην ἥξειν. ποταμὸς δʼ ἦν ἐν μέσῳ Τρεβίας, ὃν Ῥωμαῖοι πρὸ ἕω, χειμερίου τε τῆς τροπῆς οὔσης καὶ ὑετοῦ καὶ κρύους, ἐπέρων βρεχόμενοι μέχρι τῶν μαστῶν. Ἀννίβας δὲ καὶ ἐς δευτέραν ὥραν ἀνέπαυσε τὴν στρατιάν, καὶ τότε ἐξῆγεν.

παράταξις δʼ ἦν ἑκατέρων --- τὰ κέρατα κατεῖχον, ἀμφὶ τὴν φάλαγγα τῶν πεζῶν. Ἀννίβας δὲ τοῖς μὲν ἱππεῦσιν ἀντέταξε τοὺς ἐλέφαντας, τῇ δὲ φάλαγγι τοὺς πεζούς· τοὺς δὲ ἱππέας ἐκέλευσεν ὀπίσω τῶν ἐλεφάντων ἀτρεμεῖν ἕως αὐτός τι σημήνῃ. γενομένων δʼ ἐν χερσὶ πάντων, οἱ μὲν Ῥωμαίων ἵπποι τοὺς ἐλέφαντας, οὐ φέροντες αὐτῶν οὔτε τὴν ὄψιν οὔτε τὴν ὀδμήν, ἔφευγον· οἱ δὲ πεζοί, καίπερ ὑπὸ τοῦ κρύους καὶ τοῦ ποταμοῦ καὶ τῆς ἀγρυπνίας τετρυμένοι τε καὶ μαλακοὶ ὄντες, ὅμως ὑπὸ τόλμης τοῖς θηρίοις ἐπεπήδων καὶ ἐτίτρωσκον αὐτά, καὶ τινῶν καὶ τὰ νεῦρα ὑπέκοπτον, καὶ τοὺς πεζοὺς ἐνέκλινον ἤδη. θεασάμενος δʼ ὁ Ἀννίβας ἐσήμηνε τὴν ἵππον κυκλοῦσθαι τοὺς πολεμίους. ἐσκεδασμένων δʼ ἄρτι τῶν Ῥωμαϊκῶν ἱππέων διὰ τὰ θηρία καὶ τῶν πεζῶν μόνων τε ὄντων καὶ κακοπαθούντων καὶ δεδιότων τὴν περικύκλωσιν, φυγὴ πανταχόθεν ἦν ἐς τὰ στρατόπεδα. καὶ ἀπώλλυντο οἱ μὲν ὑπὸ τῶν ἱππέων καταλαμβανόντων ἅτε πεζούς, οἱ δὲ ὑπὸ τοῦ ποταμοῦ παραφέροντος· τοῦ γὰρ ἡλίου τὴν χιόνα τήξαντος ὁ ποταμὸς ἐρρύη μέγας, καὶ οὔτε στῆναι διὰ τὸ βάθος οὔτε νεῖν διὰ τὰ ὅπλα ἐδύναντο. Σκιπίων δὲ αὐτοῖς ἑπόμενος καὶ παρακαλῶν ὀλίγου μὲν ἐδέησε τρωθεὶς διαφθαρῆναι, μόλις δʼ ἐς Κρεμῶνα διεσώθη φερόμενος. ἐπίνειον δὲ ἦν τι βραχὺ Πλακεντίας, ᾧ προσβαλὼν ὁ Ἀννίβας ἀπώλεσε τετρακοσίους καὶ αὐτὸς ἐτρώθη. καὶ ἀπὸ τοῦδε πάντες ἐχείμαζον, Σκιπίων μὲν ἐν Κρεμῶνι καὶ Πλακεντίᾳ, Αννίβας δὲ περὶ Πάδον.