Wars in Spain

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

καὶ τόδε μὲν ἐπῇρε Ῥωμαίους, νυκτὸς δὲ φόβοι πολλοὶ κατεῖχον· οἱ γὰρ ἱππεῖς, ὅσοι τῶν βαρβάρων, πρὶν ἀφικέσθαι Λεύκολλον, ἐπὶ χορτολογίαν προεληλύθεσαν, οὐκ ἔχοντες ἐσελθεῖν ἐς τὴν πόλιν Λευκόλλου περικαθημένου, περιθέοντες ἐβόων καὶ συνετάρασσον· καὶ συνεπήχουν οἱ ἔνδον αὐτοῖς. ὅθεν ὁ φόβος ἦν τοῖς Ῥωμαίοις ποικίλος. ἔκαμνον δὲ καὶ τῇ φυλακῇ διʼ ἀγρυπνίαν καὶ ἀήθειαν τροφῶν ἐπιχωρίων· οἴνου γὰρ οὐκ ὄντος οὐδʼ ἁλῶν οὐδʼ ὄξους οὐδʼ ἐλαίου, πυροὺς καὶ κριθὰς καὶ ἐλάφων κρέα πολλὰ καὶ λαγωῶν χωρὶς ἁλῶν ἑψόμενα σιτούμενοι κατερρήγνυντο τὰς γαστέρας, καὶ πολλοὶ καὶ ἀπώλλυντο, μέχρι ποτὲ τὸ χῶμα ἠγέρθη, καὶ τὰ τείχη τῶν πολεμίων τύπτοντες μηχαναῖς μέρος μέν τι κατέβαλον, καὶ ἐσέδραμον ἐς τὴν πόλιν· μετὰ δʼ οὐ πολὺ βιασθέντες τε καὶ ἀναχωροῦντες ἐσπίπτουσιν ἔς τινα δεξαμενὴν ὕδατος ὑπʼ ἀγνωσίας, ἔνθα οἱ πλείους ἀπώλοντο. καὶ νυκτὸς οἱ βάρβαροι τὰ πεσόντα ἀνῳκοδόμουν. πάνυ δʼ ἑκατέρων κακοπαθούντων (ὁ γὰρ λιμὸς ἀμφοῖν ἥπτετο) Σκιπίων ἀνεδέχετο τοῖς βαρβάροις οὐδὲν ἔσεσθαι παράσπονδον, καὶ πιστευθεὶς κατὰ κλέος ἀρετῆς διέλυσε τὸν πόλεμον ἐπὶ τοῖσδε, Λευκόλλῳ δοθῆναι παρὰ τῶν Ἰντερκατίων σάγους μυρίους καὶ θρεμμάτων τι πλῆθος ὡρισμένον, καὶ πεντήκοντα ἄνδρας ἐς ὅμηρα. χρυσὸν δὲ καὶ ἄργυρον Λεύκολλος αἰτῶν, οὗ δὴ χάριν, ἡγούμενος ὅλην Ἰβηρίαν πολύχρυσον εἶναι καὶ πολυάργυρον, ἐπολέμει, οὐκ ἔλαβεν· οὐ γὰρ εἶχον, οὐδʼ ἐν δόξῃ ταῦτʼ ἐκεῖνοι Κελτιβήρων τίθενται.

ἐπὶ δὲ Παλλαντίαν ᾔει πόλιν, ἣ δόξαν τε ἀρετῆς εἶχε μείζω, καὶ πολλοὶ συνεπεφεύγεσαν ἐς αὐτήν· ὅθεν αὐτῷ συνεβούλευόν τινες ἀποχωρεῖν πρὸ πείρας. ὁ δὲ πολυχρήματον εἶναι πυνθανόμενος οὐκ ἀνεχώρει, μέχρι σιτολογοῦντα αὐτὸν οἱ Παλλάντιοι συνεχῶς ἱππεῦσιν ἠνώχλουν τε καὶ σιτολογεῖν ἐκώλυον. ἀπορῶν δὲ τροφῶν ὁ Λεύκολλος ἀνεζεύγνυ, τετράγωνον ἐν πλινθίῳ τὸν στρατὸν ἄγων, ἑπομένων αὐτῷ καὶ τότε τῶν Παλλαντίων μέχρι Δορίου ποταμοῦ, ὅθεν οἱ μὲν Παλλάντιοι νυκτὸς ἀνεχώρουν, ὁ δʼ ἐς τὴν Τυρδιτανῶν χώραν διελθὼν ἐχείμαζεν. καὶ τοῦτο τέλος ἦν τοῦ Οὐακκαίων πολέμου, παρὰ ψήφισμα Ῥωμαίων ὑπὸ Λευκόλλου γενομένου. καὶ ὁ Λεύκολλος ἐπὶ τῷδε οὐδὲ ἐκρίθη.

τοῦ δʼ αὐτοῦ χρόνου μέρος ἄλλο Ἰβήρων αὐτονόμων, οἳ Λυσιτανοὶ καλοῦνται, Πουνίκου σφῶν ἡγουμένου τὰ Ῥωμαίων ὑπήκοα ἐλῄζοντο, καὶ τοὺς στρατηγοῦντας αὐτῶν, Μανίλιόν τε καὶ Καλπούρνιον Πίσωνα, τρεψάμενοι κτείνουσιν ἑξακισχιλίους, καὶ ἐπʼ αὐτοῖς Τερέντιον Οὐάρρωνα ταμίαν. οἷς ἐπαρθεὶς ὁ Πούνικος τὰ μέχρι ὠκεανοῦ κατέδραμε, καὶ Οὐέττωνας ἐς τὴν στρατείαν προσλαβὼν ἐπολιόρκει Ῥωμαίων ὑπηκόους τοὺς λεγομένους Βλαστοφοίνικας, οἷς φασὶν Ἀννίβαν τὸν Καρχηδόνιον ἐποικίσαι τινὰς ἐκ Λιβύης, καὶ παρὰ τοῦτο κληθῆναι Βλαστοφοίνικας. Πούνικος μὲν οὖν λίθῳ πληγεὶς ἐς τὴν κεφαλὴν ἀπέθανε, διαδέχεται δʼ αὐτὸν ἀνὴρ ᾧ ὄνομα ἦν Καίσαρος. οὗτος ὁ Καίσαρος Μουμμίῳ, μετὰ στρατιᾶς ἄλλης ἐπελθόντι ἀπὸ Ῥώμης, ἐς μάχην συνηνέχθη καὶ ἡττώμενος ἔφυγεν. Μουμμίου δʼ αὐτὸν ἀτάκτως διώκοντος ἐπιστραφεὶς ἔκτεινεν ἐς ἐννακισχιλίους, καὶ τήν τε λείαν τὴν ἡρπασμένην καὶ τὸ οἰκεῖον στρατόπεδον ἀνεσώσατο, καὶ τὸ Ῥωμαίων προσέλαβέ τε, καὶ διήρπασεν ὅπλα καὶ σημεῖα πολλά, ἅπερ οἱ βάρβαροι κατὰ τὴν Κελτιβηρίαν ὅλην περιφέροντες ἐπετώθαζον.

Μούμμιος δʼ ὑπολοίπους ἔχων πεντακισχιλίους ἐγύμναζεν ἔνδον ἐν τῷ στρατοπέδῳ, δεδιὼς ἄρα προελθεῖν ἐς τὸ πεδίον πρὶν τοὺς ἄνδρας ἀναθαρρῆσαι. φυλάξας δὲ εἴ τι μέρος οἱ βάρβαροι τῆς ἀφῃρημένης λείας παρέφερον, ἀδοκήτως αὐτοῖς ἐπέθετο, καὶ πολλοὺς διαφθείρας ἔλαβε τὴν λείαν καὶ τὰ σημεῖα. Λυσιτανῶν δʼ οἱ ἐπὶ θάτερα τοῦ Τάγου ποταμοῦ, κἀκεῖνοι Ῥωμαίοις πεπολεμωμένοι, Καυκαίνου σφῶν ἡγουμένου Κουνέους ἐπόρθουν, οἳ Ῥωμαίοις ἦσαν ὑπήκοοι, καὶ πόλιν αὐτῶν μεγάλην εἷλον Κονίστοργιν. παρά τε τὰς στήλας τὰς Ἡρακλείους τὸν ὠκεανὸν ἐπέρων, καὶ οἱ μὲν τὴν ἄλλην Λιβύην κατέτρεχον, οἱ δʼ Ὀκίλην πόλιν ἐπολιόρκουν. Μούμμιος δʼ ἑπόμενος ἐννακισχιλίοις πεζοῖς καὶ ἱππεῦσι πεντακοσίοις ἔκτεινε τῶν μὲν δῃούντων ἐς μυρίους καὶ πεντακισχιλίους, τῶν δʼ ἑτέρων τινάς, καὶ τὴν πολιορκίαν διέλυσε τὴν Ὀκίλης. ἐντυχὼν δὲ καὶ τοῖς φέρουσιν ἃ ἐσεσυλήκεσαν, ἔκτεινε καὶ τούσδε πάντας, ὡς μηδʼ ἄγγελον ἀπὸ τοῦ κακοῦ διαφυγεῖν. τὴν δὲ λείαν διαδοὺς τῷ στρατῷ τὴν δυνατὴν φέρεσθαι, τὰ λοιπὰ τοῖς θεοῖς τοῖς ἐνυαλίοις ἔκαυσεν.

καὶ Μούμμιος μὲν τάδε πράξας ἐπανῆλθεν ἐς Ῥώμην καὶ ἐθριάμβευσεν,

ἐκδέχεται δʼ αὐτὸν Μάρκος Ἀτίλιος, ὃς Λυσιτανῶν μὲν ἐς ἑπτακοσίους ἐπιδραμὼν ἀπέκτεινε, καὶ τὴν μεγίστην πόλιν ἐξεῖλεν, ᾗ ὄνομα Ὀξθράκαι, τὰ δʼ ἐγγὺς καταπληξάμενος ἅπαντα ἐπὶ συνθήκαις παρέλαβεν. καὶ τούτων ἦν ἔνια τοῦ Οὐεττώνων ἔθνους, ὁμόρου τοῖς Λυσιτανοῖς. ὡς δʼ ἀνεζεύγνυε χειμάσων ὁ Ἀτίλιος, αὐτίκα πάντες μετετίθεντο καί τινας Ῥωμαίοις ὑπηκόους ἐπολιόρκουν· οὓς ἐπειγόμενος ἐξελεῖν τῆς πολιορκίας Σέρουιος Γάλβας ὁ Ἀτιλίου διάδοχος, ἡμέρᾳ μιᾷ καὶ νυκτὶ πεντακοσίους σταδίους διελθὼν ἐπιφαίνεται τοῖς Λυσιτανοῖς, καὶ εὐθὺς ἐς μάχην ἐξέτασσε, κατάκοπον τὸν στρατὸν ἔχων. τρεψάμενος δʼ εὐτυχῶς τοὺς πολεμίους, ἐπέκειτο φεύγουσιν ἀπειροπολέμως. ὅθεν ἀσθενοῦς αὐτῷ καὶ ἀσυντάκτου τῆς διώξεως οὔσης διὰ κόπον, οἱ βάρβαροι κατιδόντες αὐτοὺς διεσπασμένους τε καὶ ἀναπαυομένους κατὰ μέρη συνελθόντες ἐπέθεντο, καὶ κτείνουσιν ἐς ἑπτακισχιλίους. ὁ δὲ Γάλβας μετὰ τῶν ἀμφʼ αὐτὸν ἱππέων κατέφυγεν ἐς Καρμώνην πόλιν, ἔνθα τοὺς διαφυγόντας ἀνελάμβανε, καὶ συμμάχους ἀθροίσας ἐς δισμυρίους διῆλθεν ἐς Κουνέους, καὶ παρεχείμαζεν ἐν Κονιστόργει.