Wars in Spain

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

Λεύκιος δʼ ἀπὸ Ῥώμης ἐπανιὼν ἔφραζε τῷ Σκιπίωνι ὅτι αὐτὸν οἱ ἐν ἄστει Ῥωμαῖοι διανοοῦνται στρατηγὸν ἐς Λιβύην ἀποστέλλειν. ὁ δὲ τοῦδε αὐτοῦ μάλιστα ἐπιθυμῶν ἐκ πολλοῦ, καὶ ἐλπίζων ὧδε ἔσεσθαι, Λαίλιον ἐπὶ νεῶν πέντε προύπεμπεν ἐς Λιβύην πρὸς τὸν δυνάστην Σύφακα, δωρεάς τε φέροντα, καὶ τῶν Σκιπιώνων ὑπόμνησιν τῆς ἐς αὐτὸν Σύφακα φιλίας, καὶ δέησιν Ῥωμαίοις, ἂν ἐπίωσι, συλλαμβάνειν. ὁ δὲ ὑπέσχετό τε ποιήσειν, καὶ τὰ δῶρα ἔλαβε καὶ ἀντέπεμψεν ἕτερα. αἰσθόμενοι δὲ τούτων οἱ Καρχηδόνιοι, καὶ αὐτοὶ περὶ συμμαχίας ἐπρεσβεύοντο παρὰ τὸν Σύφακα. καὶ ὁ Σκιπίων πυνθανόμενός τε, καὶ μέγα ποιούμενος ἐπὶ Καρχηδονίοις προσλαβεῖν καὶ βεβαιώσασθαι Σύφακα, ᾔει πρὸς αὐτὸν ἐπὶ νεῶν δύο σὺν τῷ Λαιλίῳ.

καὶ αὐτῷ καταγομένῳ οἱ πρέσβεις τῶν Καρχηδονίων, ἔτι ὄντες παρὰ τῷ Σύφακι, ναυσὶν αἷς εἶχον μακραῖς ἐπανήγοντο, λαθόντες τὸν Σύφακα. ἀλλʼ ὁ μὲν ἱστίῳ χρώμενος παρέπλευσεν αὐτοὺς ἀδεῶς καὶ κατήχθη, ὁ δὲ Σύφαξ ἐξένιζεν ἀμφοτέρους, καὶ τῷ Σκιπίωνι συνθέμενος ἰδίᾳ καὶ πίστεις παρασχὼν ἀπέπεμπε, καὶ τοὺς Καρχηδονίους ἐφεδρεύοντας αὖθις αὐτῷ κατεῖχεν, ἕως ἐν βεβαίῳ τῆς θαλάσσης γένοιτο ὁ Σκιπίων. παρὰ μὲν δὴ τοσοῦτον ἦλθε κινδύνου Σκιπίων, καταγόμενός τε καὶ πλέων· λέγεται δʼ ἐν Σύφακος ἑστιώμενος συγκατακλιθῆναι τῷ Ἀσδρούβᾳ, καὶ αὐτὸν ὁ Ἀσδρούβας περὶ πολλῶν ἐρόμενος καταπλαγῆναι τῆς σεμνότητος, καὶ πρὸς τοὺς φίλους εἰπεῖν ὅτι μὴ μόνον πολεμῶν οὗτος ὁ ἀνὴρ ἀλλὰ καὶ ἑστιώμενος φοβερὸς εἴη.

τῷ δʼ αὐτῷ χρόνῳ Μάγωνί τινες Κελτιβήρων καὶ Ἰβήρων ἔτι ἐμισθοφόρουν, ὧν αἱ πόλεις ἐς Ῥωμαίους μετετέθειντο. καὶ ὁ Μάρκιος αὐτοῖς ἐπιθέμενος χιλίους μὲν καὶ πεντακοσίους διέφθειρεν, οἱ δὲ λοιποὶ διέφυγον αὐτὸν ἐς τὰς πόλεις. ἑτέρους δὲ ἑπτακοσίους ἱππέας καὶ πεζοὺς ἑξακιοχιλίους, Ἄννωνος αὐτῶν ἡγουμένου, συνήλασεν ἐς λόφον, ὅθεν ἀποροῦντες ἁπάντων ἐπρεσβεύοντο πρὸς τὸν Μάρκιον περὶ σπονδῶν. ὁ δʼ ἐκέλευεν αὐτοὺς Ἄννωνα καὶ τοὺς αὐτομόλους ἐκδόντας αὐτῷ, τότε πρεσβεύειν. οἱ μὲν δὴ καὶ τὸν Ἄννωνα στρατηγὸν ὄντα σφῶν συναρπάσαντες, ἔτι τῶν λεγομένων ἀκροώμενον, καὶ τοὺς αὐτομόλους παρέδοσαν· ὁ δὲ Μάρκιος ᾔτει καὶ τὰ αἰχμάλωτα. λαβὼν δὲ καὶ ταῦτα, ἐκέλευεν αὐτοὺς τακτὸν ἀργύριον κατενεγκεῖν ἅπαντας ἔς τι τοῦ πεδίου χωρίον· οὐ γὰρ ἁρμόζειν τὰ ὑψηλότερα τοῖς παρακαλοῦσιν. καταβάντων δὲ ἐς τὸ πεδίον ἔφη, ἄξια μὲν θανάτου δεδράκατε, οἳ τὰς πατρίδας ἔχοντες ὑφʼ ἡμῖν, εἵλεσθε μετὰ τῶν ἐχθρῶν ἐπʼ αὐτὰς στρατεύειν· δίδωμι δʼ ὑμῖν, τὰ ὅπλα καταθεῖσιν, ἀπαθέσιν ἀπιέναι. ἀγανακτησάντων δʼ εὐθὺς ὁμοῦ πάντων, καὶ ἀνακραγόντων οὐκ ἀποθήσεσθαι τὰ ὅπλα, μάχη γίγνεται καρτερά. καὶ τὸ μὲν ἥμισυ τῶν Κελτιβήρων, πολλὰ δρασάντων, κατεκόπη, τὸ δʼ ἥμισυ πρὸς Μάγωνα διεσώθη. ὁ δʼ ἄρτι μὲν ἐς τὸ στρατόπεδον τὸ Ἄννωνος κατεπεπλεύκει ναυσὶν ἑξήκοντα μακραῖς, μαθὼν δὲ τὴν Ἄννωνος συμφορὰν ἐς Γάδειρα διέπλει, καὶ λιμῷ κακοπαθῶν περιεσκόπει τὸ μέλλον.

καὶ Μάγων μὲν ἐπὶ ἀργίας ἦν, Σιλανὸς δʼ ἀπέσταλτο μὲν ὑπὸ τοῦ Σκιπίωνος Κάστακα πόλιν προσαγαγέσθαι, πολεμικῶς δʼ αὐτῷ τῶν Καστακαίων ἐχόντων παρεστρατοπέδευε, καὶ τοῦτο ἐμήνυε τῷ Σκιπίωνι. ὁ δὲ προπέμψας τινὰ παρασκευὴν πολιορκίας εἵπετο· καὶ παροδεύων ἐνέβαλεν ἐς Ἰλυργίαν πόλιν, ἣ Ῥωμαίων μὲν ἦν φίλη κατὰ τὸν πρότερον Σκιπίωνα, ἀναιρεθέντος δʼ ἐκείνου κρύφα μετετέθειτο, καὶ στρατιὰν ὑποδεξαμένη Ῥωμαίων ὡς ἔτι φίλη, Καρχηδονίοις ἐξεδεδώκει. ὧν χάριν ὁ Σκιπίων σὺν ὀργῇ τέσσαρσιν ὥραις ἐξεῖλεν αὐτήν, τρωθεὶς μὲν τὸν αὐχένα, τῆς δὲ μάχης οὐκ ἀνασχὼν ἕως ἐκράτησεν. καὶ ἡ στρατιὰ διʼ αὐτὸν, οὐδενὸς ἐπικελεύσαντος, ὑπεριδοῦσα τῆς ἁρπαγῆς, ἔκτεινον ὁμαλῶς καὶ παιδία καὶ γυναῖκας, μέχρι καὶ τὴν πόλιν αὐτοῖς ἐπικατέσκαψαν. ἀφικόμενος δʼ ἐς τὴν Κάστακα ὁ Σκιπίων τὸν μὲν στρατὸν ἐς τρία διεῖλε καὶ τὴν πόλιν ἐφρούρει, μάχης δὲ οὐκ ἦρχε, διδοὺς ἔτι τοῖς Καστακαίοις μεταγνῶναι. καὶ γὰρ ἤκουεν αὐτοὺς οὕτω φρονεῖν. οἱ δὲ τοῖς φρουροῦσι σφᾶς ἐμποδὼν οὖσιν ἐπιθέμενοι καὶ κρατήσαντες, ἐνεχείρισαν τὴν πόλιν τῷ Σκιπίωνι. καὶ τοῖσδε μὲν φρουρὰν ὁ Σκιπίων ἐπέστησε, καὶ τὴν πόλιν ἐπέτρεψεν ἑνὶ τῶν Καστακαίων ἐπὶ δόξης ὄντι ἀγαθῆς· αὐτὸς δʼ ἐς Καρχηδόνα ἀνεζεύγνυε, Σιλανὸν καὶ Μάρκιον περιπέμψας ἐπὶ τὸν πορθμόν, δῃοῦν ὅσα δύναιντο.

Ἀσταπὰ δʼ ἦν πόλις Καρχηδονίοις ἀεὶ ἐμμείνασα ὁμαλῶς· οἳ τότε τοῦ Μαρκίου σφᾶς περικαθημένου, συγγιγνώσκοντες ὅτι Ῥωμαῖοι λαβόντες αὐτοὺς ἀνδραποδιοῦνται, τὴν περιουσίαν σφῶν ἐς τὴν ἀγορὰν συνήνεγκαν, καὶ ξύλα περιθέντες αὐτῇ τὰ τέκνα καὶ τὰ γύναια ἐπέβησαν ἐπὶ τὴν ὕλην. πεντήκοντα δὲ σφῶν ὥρκωσαν τοὺς ἀρίστους, ὅταν ἡ πόλις ἁλίσκηται, τὰ γύναια καὶ τοὺς παῖδας ἀνελεῖν καὶ τὸ πῦρ ἅψαι καὶ ἑαυτοὺς ἐπικατασφάξαι. οἱ μὲν δὴ μάρτυρας τῶνδε ποιησάμενοι τοὺς θεούς, ἐξέδραμον ἐπὶ τὸν Μάρκιον οὐχ ὑφορώμενον οὐδέν, ὅθεν αὐτοῦ τοὺς ψιλοὺς καὶ τοὺς ἱππέας ἐτρέψαντο. ὁπλισαμένης δὲ τῆς φάλαγγος, τὰ μὲν τῶν Ἀσταπαίων ἦν ἄριστα, ἐξ ἀπογνώσεως μαχομένων, Ῥωμαῖοι δʼ ὅμως ἐκράτουν αὐτῶν διὰ τὸ πλῆθος· οὐ γὰρ δὴ τῇ γε ἀρετῇ χείρους ἦσαν οἱ Ἀσταπαῖοι. πεσόντων δὲ ἁπάντων, οἱ πεντήκοντα τὰς γυναῖκας καὶ τὰ παιδία κατέσφαξαν, καὶ τὸ πῦρ ἐγείραντες ἑαυτοὺς ἐπέρριψαν, ἀκερδῆ τοῖς πολεμίοις τὴν νίκην ἐργασάμενοι. ὁ δὲ Μάρκιος τὴν ἀρετὴν τῶν Ἀσταπαίων καταπλαγεὶς οὐκ ἐνύβρισεν ἐς τὰ οἰκόπεδα αὐτῶν.