Wars in Spain

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

ὁ μὲν δὴ τοσοῖσδε λογισμοῖς ἐπαιρόμενος, οὐδενὶ προειπὼν ὅπῃ χωρήσειν ἔμελλεν, ἡλίου δύναντος ἦγε τὴν στρατιὰν διʼ ὅλης τῆς νυκτὸς ἐπὶ τὴν Καρχηδόνα. καὶ αὐτὴν ἅμα ἕῳ, τῶν Λιβύων καταπλαγέντων, περιταφρεύσας, ἐς τὴν ἐπιοῦσαν ἡμέραν ἡτοιμάζετο, κλίμακάς τε καὶ μηχανὰς πάντῃ περιτιθείς, χωρὶς ἑνὸς μέρους, ᾗ τὸ μὲν τεῖχος ἦν βραχύτατον, ἕλος δʼ αὐτῷ καὶ θάλασσα προσέκλυζε, καὶ διʼ αὐτὸ καὶ οἱ φύλακες ἀμελῶς εἶχον. νυκτὸς δὲ πάντα πληρώσας βελῶν καὶ λίθων, καὶ τοῖς λιμέσι τῆς πόλεως ναῦς ἐπιστήσας, ἵνα μὴ αἱ νῆες αὐτὸν αἱ τῶν πολεμίων διαφύγοιεν (ὑπὸ γὰρ δὴ μεγαλοψυχίας ἤλπιζε πάντως αἱρήσειν τὴν πόλιν), πρὸ ἕω τὴν στρατιὰν ἀνεβίβαζεν ἐπὶ τὰς μηχανάς, τοὺς μὲν ἄνωθεν ἐγχειρεῖν κελεύων τοῖς πολεμίοις, τοὺς δὲ κάτω τὰς μηχανὰς ὠθεῖν ἐς τὸ πρόσω. Μάγων δὲ τοὺς μὲν μυρίους ἐπέστησε ταῖς πύλαις ὡς ἐκπηδήσοντας, ὅτε καιρὸς εἴη, μετὰ μόνων ξιφῶν (οὐ γὰρ εἶναι δόρασιν ἐν στενῷ χρῆσθαι), τοὺς δὲ ἄλλους ἐς τὰς ἐπάλξεις ἀνῆγεν. καὶ πολλὰ καὶ ὅδε μηχανήματα καὶ λίθους καὶ βέλη καὶ καταπέλτας ἐπιστήσας εἴχετο τοῦ ἔργου προθύμως. γενομένης δὲ βοῆς καὶ παρακελεύσεως ἑκατέρωθεν, οὐδέτεροι μὲν ὁρμῆς καὶ προθυμίας ἐνέλειπον, καὶ λίθους τε καὶ βέλη καὶ ἀκόντια ἀφιέντες, οἱ μὲν ἀπὸ χειρῶν, οἱ δὲ ἀπὸ μηχανῶν, οἱ δὲ ἀπὸ σφενδόνης, εἴ τέ τις ἦν ἄλλη παρασκευὴ καὶ δύναμις, ἐχρῶντο προθύμως ἅπασιν.

ἐκακοπάθει δὲ τὰ τοῦ Σκιπίωνος, καὶ οἱ μύριοι Καρχηδονίων, οἳ περὶ τὰς πύλας ἦσαν, ἐκδραμόντες σὺν τοῖς ξίφεσι γυμνοῖς ἐνέπιπτον ἐς τοὺς τὰ μηχανήματα ὠθοῦντας, καὶ πολλὰ μὲν ἔδρων, οὐχ ἥσσω δʼ ἀντέπασχον, μέχρι τῷ φιλοπόνῳ καὶ ταλαιπώρῳ τὰ Ῥωμαίων ὑπανίστατο. καὶ μεταβολῆς γενομένης οἵ τε ἐπὶ τῶν τειχῶν ἔκαμνον ἤδη, καὶ αἱ κλίμακες αὐτοῖς προσεπέλαζον. οἱ δὲ ξιφήρεις τῶν Καρχηδονίων ἐς τὰς πύλας ἐσέτρεχον, καὶ ἀποκλείσαντες αὐτὰς ἀνεπήδων ἐπὶ τὰ τείχη. καὶ τοῖς Ῥωμαίοις αὖθις ἦν ὁ πόνος πολύς τε καὶ χαλεπός, ἐς οὗ Σκιπίων ὁ στρατηγὸς πάντῃ περιθέων τε καὶ βοῶν καὶ παρακαλῶν εἶδε περὶ μεσημβρίαν, ᾗ τὸ βραχὺ τεῖχος ἦν καὶ τὸ ἕλος προσέκλυζε, τὴν θάλασσαν ὑποχωροῦσαν· ἄμπωτις γὰρ ἐφήμερος ἔστιν. καὶ ὁ κλύδων ἐπῄει μὲν ἐς μαστούς, ὑπεχώρει δὲ ἐς μέσας κνήμας. ὅπερ ὁ Σκιπίων τότε ἰδών, καὶ περὶ τῆς φύσεως αὐτοῦ πυθόμενος, ὡς ἔχοι τὸ λοιπὸν τῆς ἡμέρας, πρὶν ἐπανελθεῖν τὸ πέλαγος, ἔθει πάντῃ βοῶν, νῦν ὁ καιρός, ὦ ἄνδρες, νῦν ὁ σύμμαχός μοι θεὸς ἀφῖκται. πρόσιτε τῷ μέρει τῷδε τοῦ τείχους. ἡ θάλασσα ἡμῖν ὑποκεχώρηκεν φέρετε τὰς κλίμακας, ἐγὼ δʼ ἡγήσομαι.

καὶ πρῶτος ἁρπάσας τινὰ τῶν κλιμάκων μετέφερέ τε καὶ ἀνέβαινεν, οὔπω τινὸς ἀναβάντος ἄλλου, μέχρι περισχόντες αὐτὸν οἵ τε ὑπασπισταὶ καὶ ἡ ἄλλη στρατιὰ τόνδε μὲν ἐπέσχον, αὐτοὶ δὲ πολλὰς ὁμοῦ κλίμακας προσετίθεσάν τε καὶ ἀνεπήδων. βοῆς δὲ καὶ ὁρμῆς ἑκατέρωθεν γενομένης, καὶ ποικίλων ἔργων καὶ παθῶν, ἐκράτησαν ὅμως οἱ Ῥωμαῖοι, καὶ πύργων τινῶν ἐπέβησαν ὀλίγων, οἷς ὁ Σκιπίων σαλπικτὰς καὶ βυκανιστὰς ἐπιστήσας ἐξοτρύνειν ἐκέλευσε καὶ θορυβεῖν ὡς τῆς πόλεως εἰλημμένης ἤδη. ἕτεροί τε περιθέοντες ὁμοίως διετάρασσον. καὶ καθαλόμενοί τινες ἀνέῳξαν τῷ Σκιπίωνι τὰς πύλας· ὁ δʼ ἐσεπήδησε μετὰ τῆς στρατιᾶς δρόμῳ. καὶ τῶν ἔνδον οἱ μὲν ἐς τὰς οἰκίας ἀπεδίδρασκον, ὁ δὲ Μάγων τοὺς μυρίους ἐς τὴν ἀγορὰν συνεκάλει. ταχὺ δὲ καὶ τούτων κατακοπέντων, ἐς τὴν ἄκραν σὺν ὀλίγοις ἀνεχώρει. τοῦ δὲ Σκιπίωνος καὶ ἐπὶ τὴν ἄκραν εὐθὺς ἐπιόντος, οὐδὲν ἔτι δρᾶν σὺν ἡττημένοις τε καὶ κατεπτηχόσιν ἔχων ἐνεχείρισεν ἑαυτὸν τῷ Σκιπίωνι.

ὁ δὲ τόλμῃ καὶ τύχῃ πόλιν εὐδαίμονα καὶ δυνατὴν ἑλὼν ἡμέρᾳ μιᾷ, τετάρτῃ τῆς ἐπʼ αὐτὴν ἀφίξεως, ἐπῇρτο μεγάλως, καὶ μᾶλλον ἐδόκει κατὰ θεὸν ἕκαστα δρᾶν, αὐτός τε οὕτως ἐφρόνει καὶ οὕτως ἐλογοποίει καὶ τότε καὶ ἐς τὸν ἔπειτα βίον, ἀρξάμενος ἐξ ἐκείνου. πολλάκις γοῦν ἐς τὸ Καπιτώλιον ἐσῄει μόνος, καὶ τὰς θύρας ἐπέκλειεν ὥσπερ τι παρὰ τοῦ θεοῦ μανθάνων. καὶ νῦν ἔτι τὴν εἰκόνα τὴν Σκιπίωνος ἐν ταῖς πομπαῖς μόνου προφέρουσιν ἐκ τοῦ Καπιτωλίου, τῶν δʼ ἄλλων ἐξ ἀγορᾶς φέρονται. τότε δʼ εἰρηνικὸν ὁμοῦ καὶ πολεμικὸν ταμιεῖον παραλαβών, ὅπλα τε πολλὰ ἐν αὐτῷ καὶ βέλη καὶ μηχανήματα καὶ νεωσοίκους καὶ ναῦς μακρὰς τρεῖς καὶ τριάκοντα, καὶ σῖτον καὶ ἀγορὰν ποικίλην, καὶ ἐλέφαντα καὶ χρυσὸν καὶ ἄργυρον, τὸν μὲν ἐν σκεύεσι πεποιημένον, τὸν δὲ ἐπίσημον, τὸν δὲ ἀσήμαντον, ὅμηρά τε Ἰβήρων καὶ αἰχμάλωτα, καὶ ὅσα Ῥωμαίων αὐτῶν προείληπτο, ἔθυε τῆς ἐπιούσης καὶ ἐθριάμβευε, καὶ τὴν στρατιὰν ἐπῄνει, καὶ τῇ πόλει μετὰ τὴν στρατιὰν ἐδημηγόρει, τῶν τε Σκιπιώνων αὐτοὺς ἀναμνήσας ἀπέλυε τοὺς αἰχμαλώτους ἐς τὰ ἴδια, θεραπεύων τὰς πόλεις. ἀριστεῖα δʼ ἐδίδου τῷ μὲν ἐς τὸ τεῖχος ἀναβάντι πρώτῳ μέγιστα, τῷ δʼ ἑξῆς τὰ ἡμίσεα τούτων, τῷ δὲ τρίτῳ τὰ τρίτα καὶ τοῖς ἄλλοις κατὰ λόγον. τὰ δὲ λοιπὰ ἐς Ῥώμην ἔπεμψεν ἐπὶ τῶν εἰλημμένων νεῶν, ὅσα χρυσὸς ἢ ἄργυρος ἦν ἢ ἐλέφας. ἡ μὲν δὴ πόλις ἔθυεν ἐπὶ πρεῖς ἡμέρας ὡς τῆς πατρῴας εὐπραξίας ἐκ πόνων πολλῶν αὖθις ἀνακυπτούσης, ἡ δὲ Ἰβηρία καὶ οἱ ἐν αὐτῇ Φοίνικες κατεπεπλήγεσαν τῷ μεγέθει καὶ τάχει τοῦ τολμήματος.

ὁ δὲ φρουρὰν μὲν Καρχηδόνι ἐπέστησε, καὶ τὸ τεῖχος ἐκέλευσε τὸ παρὰ τὴν ἄμπωτιν ἐς ὕψος ἐγεῖραι· τὴν δʼ ἄλλην Ἰβηρίαν αὐτός τε ἐπιὼν καὶ τοὺς φίλους ἐς ἕκαστα περιπέμπων ὑπήγετο, καὶ τἆλλα τὰ ἀντέχοντα ἐβιάζετο. Καρχηδονίων δʼ οἱ στρατηγοὶ δύο ὄντε λοιπὼ καὶ δύο Ἀσδρούβα, ὁ μὲν τοῦ Ἀμίλχαρος πορρωτάτω παρὰ Κελτίβηρσιν ἐξενολόγει, ὁ δὲ τοῦ Γέσκωνος ἐς μὲν τὰς πόλεις τὰς ἔτι βεβαίους περιέπεμπεν, ἀξιῶν Καρχηδονίοις ἐμμένειν ὡς στρατιᾶς ἐλευσομένης αὐτίκα ἀπείρου τὸ πλῆθος, Μάγωνα δʼ ἕτερον ἐς τὰ πλησίον περιέπεμπε ξενολογεῖν ὁπόθεν δυνηθείη, καὶ αὐτὸς ἐς τὴν Λέρσα γῆν τῶν ἀφισταμένων ἐνέβαλε, καί τινα αὐτῶν πόλιν ἔμελλε πολιορκήσειν. ἐπιφανέντος δὲ αὐτῷ τοῦ Σκιπίωνος ἐς Βαιτύκην ὑπεχώρει, καὶ πρὸ τῆς πόλεως ἐστρατοπέδευσεν· ἔνθα τῆς ἐπιούσης εὐθὺς ἡσσᾶτο, καὶ τὸν χάρακα αὐτοῦ καὶ τὴν Βαιτύκην ἔλαβεν ὁ Σκιπίων.

ὁ δὲ τὴν στρατιὰν τὴν Καρχηδονίων τὴν ἔτι οὖσαν ἐν Ἰβηρία συνέλεγεν ἐς Καρμώνην πόλιν, ὡς ὁμοῦ πᾶσιν ἀμυνούμενος τὸν Σκιπίωνα. καὶ αὐτῷ συνῆλθον πολλοὶ μὲν Ἰβήρων, οὓς Μάγων ἦγε, πολλοὶ δὲ Νομάδων, ὧν ἦρχε Μασσανάσσης. καὶ τούτων ὁ μὲν Ἀσδρούβας μετὰ τῶν πεζῶν ὑπὸ χάρακι ἐστρατοπέδευεν, ὁ δὲ Μασσανάσσης καὶ ὁ Μάγων ἱππαρχοῦντες αὐτῷ προηυλίζοντο τοῦ στρατοπέδου. ὧδε δὲ ἔχουσιν αὐτοῖς ὁ Σκιπίων τοὺς ἰδίους ἱππέας ἐπιδιῄρει, καὶ Λαίλιον μὲν ἐπὶ Μάγωνα ἔπεμπεν, αὐτὸς δʼ ἐπὶ Μασσανάσσην ἐτράπετο. μέχρι μὲν οὖν τινὸς ἦν ἐν ἀγῶνι καὶ πόνῳ δυσχερεῖ, τῶν Νομάδων αὐτὸν ἀκοντιζόντων τε καὶ ὑποχωρούντων, εἶτʼ αὖθις ἐπελαυνόντων· ὡς δὲ παρήγγειλεν ὁ Σκιπίων ἀμεταστρεπτὶ διώκειν αὐτούς, τὰ δόρατα προβαλόντας, οὐκ ἔχοντες ἀναστροφὴν οἱ Νομάδες κατέφυγον ἐς τὸ στρατόπεδον. καὶ ὁ Σκιπίων ἀποσχὼν δέκα σταδίους ἐστρατοπέδευσεν εὐσταθῶς ᾗπερ ἐβούλετο. ἦν δὲ ἡ μὲν τῶν ἐχθρῶν σύμπασα δύναμις ἑπτακισμύριοι πεζοὶ καὶ ἱππεῖς πεντακισχίλιοι καὶ ἐλέφαντες ἓξ καὶ τριάκοντα· Σκιπίωνι δὲ τούτων οὐδὲ τριτημόριον ἦν. διὸ καὶ μέχρι τινὸς ἐνεδοίαζε, καὶ μάχης οὐ κατῆρχεν, ἀλλʼ ἀκροβολισμοῖς ἐχρῆτο μόνοις.

ἐπεὶ δʼ ἐπέλειπεν αὐτὸν ἡ ἀγορὰ καὶ λιμὸς ἥπτετο τοῦ στρατοῦ, ἀναζεῦξαι μὲν οὐκ εὐπρεπὲς ἡγεῖτο εἶναι Σκιπίων· θυσάμενος δέ, καὶ εὐθὺς ἐπὶ ταῖς θυσίαις τὴν στρατιὰν ἐς ἐπήκοον ἐλάσας, καὶ τὸ βλέμμα καὶ τὸ σχῆμα διαθεὶς πάλιν ὥσπερ ἔνθους, ἔφη τὸ δαιμόνιον ἥκειν τὸ σύνηθες αὐτῷ, καὶ καλεῖν ἐπὶ τοὺς πολεμίους. χρῆναι δὲ θαρρεῖν θεῷ μᾶλλον ἢ πλήθει στρατοῦ· καὶ γὰρ τῶν πρότερον ἔργων κατὰ θεόν, οὐ κατὰ πλῆθος κρατῆσαι. ἔς τε πίστιν τῶν λεγομένων τὰ ἱερὰ παραφέρειν ἐς τὸ μέσον ἐκέλευε τοὺς μάντεις. καὶ λέγων ὁρᾷ τινὰς οἰωνοὺς πετομένους, οὓς μεθʼ ὁρμῆς καὶ βοῆς αὐτόθεν ἐπιστραφεὶς ἐδείκνυέ τε, καὶ ἔλεγεν ὅτι οἱ σύμβολα νίκης οἱ θεοὶ καὶ τάδε ἔπεμψαν. συνεκινεῖτο δὲ πρὸς αὐτὰ ἐνθέως ὁρῶν καὶ βοῶν. καὶ ἡ στρατιὰ πᾶσα ἐς τὰς ἐκείνου φαντασίας, περιφερομένου δεῦρο κἀκεῖσε, συνεπεστρέφετο, καὶ πάντες ὡς ἐπὶ νίκην ἕτοιμον ἠρεθίζοντο. ὁ δʼ ἐπεὶ πᾶν εἶχεν ὅσον τι καὶ ἐβούλετο, οὐκ ἀνέθετο, οὐδʼ εἴασε τὴν ὁρμὴν ἐκλυθῆναι, ἀλλʼ ὡς ἔτι ὢν θεόληπτος, ἔφη δεῖν ἐπὶ τοῖσδε τοῖς σημείοις εὐθὺς ἀγωνίσασθαι. καὶ φαγόντας ἐκέλευεν ὁπλίσασθαι, καὶ ἐπῆγεν ἀδοκήτως τοῖς πολεμίοις, τοὺς μὲν ἱππέας Σιλανῷ, τοὺς δὲ πεζοὺς Λαιλίῳ καὶ Μαρκίῳ παραδούς·