Wars in Spain

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

τοσόσδε ἔρως ἐλευθερίας καὶ ἀνδραγαθίας ἦν ἐν πόλει βαρβάρῳ τε καὶ σμικρᾷ. ἐς γὰρ ὀκτακισχιλίους ἐπʼ εἰρήνης γενόμενοι οἷα μὲν καὶ ὅσα Ῥωμαίους ἔδρασαν, οἵας δὲ συνθήκας αὐτοῖς ἔθεντο ἐπὶ ἴσῃ καὶ ὁμοίᾳ, οὐδέσι ταῦτα συνθέσθαι Ῥωμαίων ὑποστάντων, οἷον δʼ ὄντα τὸν τελευταῖον στρατηγόν, ἓξ μυριάσιν αὐτοὺς περικαθήμενον, προυκαλέσαντο πολλάκις ἐς μάχην. ὁ δὲ ἦν ἄρα στρατηγικώτερος αὐτῶν, ἐς χεῖρας οὐκ ἰὼν θηρίοις, ἀλλὰ τῷ λιμῷ σφᾶς κατεργαζόμενος, ἀμάχῳ κακῷ, ᾧ δὴ καὶ μόνῳ ληφθῆναί τε δυνατὸν ἦν ἄρα Νομαντίνους, καὶ ἐλήφθησαν μόνῳ.

ἐμοὶ μὲν δὴ ταῦτα περὶ Νομαντίνων εἰπεῖν ἐπῆλθεν, ἐς τὴν ὀλιγότητα αὐτῶν καὶ φερεπονίαν ἀφορῶντι, καὶ ἔργα πολλά, καὶ χρόνον ὅσον διεκαρτέρησαν· οἱ δὲ πρῶτα μὲν αὑτούς, οἱ βουλόμενοι, διεχρῶντο, ἕτερος ἑτέρως· οἱ λοιποὶ δʼ ἐξῄεσαν τρίτης ἡμέρας ἐς τὸ δεδομένον χωρίον, δυσόρατοί τε καὶ ἀλλόκοτοι πάμπαν ὀφθῆναι, οἷς τὰ μὲν σώματα ἦν ἀκάθαρτα καὶ τριχῶν καὶ ὀνύχων καὶ ῥύπου μεστά, ὠδώδεσαν δὲ χαλεπώτατον, καὶ ἐσθὴς αὐτοῖς ἐπέκειτο πιναρὰ καὶ ἥδε καὶ οὐχ ἧσσον δυσώδης. ἐφαίνοντο δὲ τοῖς πολεμίοις ἐλεεινοὶ μὲν ἀπὸ τῶνδε, φοβεροὶ δʼ ἀπὸ τῶν βλεμμάτων· ἔτι γὰρ αὐτοὺς ἐνεώρων ἔκ τε ὀργῆς καὶ λύπης καὶ πόνου καὶ συνειδότος ἀλληλοφαγίας.

ἐπιλεξάμενος δʼ αὐτῶν πεντήκοντα ὁ Σκιπίων ἐς θρίαμβον, τοὺς λοιποὺς ἀπέδοτο, καὶ τὴν πόλιν κατέσκαψε, δύο μὲν τάσδε πόλεις δυσμαχωτάτας ἑλὼν στρατηγὸς ὅδε Ῥωμαίων, Καρχηδόνα μὲν αὐτῶν Ῥωμαίων ψηφισαμένων διὰ μέγεθος πόλεως τε καὶ ἀρχῆς καὶ εὐκαιρίαν γῆς καὶ θαλάσσης, Νομαντίαν δὲ σμικράν τε καὶ ὀλιγάνθρωπον, οὔπω τι Ῥωμαίων περὶ αὐτῆς ἐγνωκότων, αὐτός, εἴτε συμφέρειν Ῥωμαίοις ἡγούμενος, εἴτε ἄκρος ὢν ὀργὴν καὶ φιλόνεικος ἐς τὰ λαμβανόμενα, εἴθʼ ὡς ἔνιοι νομίζουσι, τὴν δόξαν ἡγούμενος διώνυμον ἐπὶ τοῖς μεγάλοις γίγνεσθαι κακοῖς· καλοῦσι γοῦν αὐτὸν οἱ Ῥωμαῖοι μέχρι νῦν, ἀπὸ τῶν συμφορῶν ἃς ἐπέθηκε ταῖς πόλεσιν, Ἀφρικανόν τε καὶ Νομαντῖνον. τότε δὲ τὴν γῆν τὴν Νομαντίνων τοῖς ἐγγὺς οἰκοῦσι διελών, καὶ ταῖς ἄλλαις πόλεσι χρηματίσας, καὶ εἴ τι ἦν ὕποπτον, ἐπιπλήξας τε καὶ ζημιώσας χρήμασιν, ἀπέπλευσεν ἐπʼ οἴκου.

Ῥωμαῖοι δέ, ὡς ἔθος, ἐς τὰ προσειλημμένα τῆς Ἰβηρίας ἔπεμψαν ἀπὸ τῆς βουλῆς ἄνδρας δέκα τοὺς καταστησομένους αὐτὰ ἐς εἰρήνην, ὅσα Σκιπίων τε ἔλαβε καὶ Βροῦτος πρὸ τοῦ Σκιπίωνος ὑπηγάγετο ἢ ἐχειρώσατο. χρόνῳ δʼ ὕστερον, ἀποστάσεων ἄλλων ἐν Ἰβηρίᾳ γενομένων, Καλπούρνιος Πίσων στρατηγὸς ᾑρέθη. καὶ αὐτὸν διεδέξατο μὲν Σέρουιος Γάλβας, Κίμβρων δʼ ἐπιστρατευόντων τῇ Ἰταλίᾳ, καὶ Σικελίας πολεμουμένης τὸν δεύτερον δουλικὸν πόλεμον, στρατιὰν μὲν ἐς Ἰβηρίαν οὐκ ἔπεμπον ὑπʼ ἀσχολίας, πρέσβεις δὲ ἀπεστέλλον, οἳ τὸν πόλεμον ἔμελλον ὅπῃ δύναιντο καταθήσεσθαι. Κίμβρων δὲ ἐξελαθέντων, Τίτος Δείδιος ἐπελθὼν Ἀρουακῶν μὲν ἔκτεινεν ἐς δισμυρίους, Τερμησὸν δέ, μεγάλην πόλιν ἀεὶ δυσπειθῆ Ῥωμαίοις γενομένην, ἐξ ἐρυμνοῦ κατήγαγεν ἐς τὸ πεδίον, καὶ ἐκέλευσεν οἰκεῖν ἀτειχίστους. Κολένδαν δὲ προσκαθίσας ἐνάτῳ μηνὶ παρέλαβεν ἐγχειρίσασαν ἑαυτήν, καὶ τοὺς Κολενδέας ἅπαντας μετὰ παίδων καὶ γυναικῶν ἀπέδοτο.