Wars in Spain

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

οὕτω μὲν ὁ Σκιπίων ὅδε πρῶτος, ὡς ἐμοὶ δοκεῖ, περιετείχισε πόλιν οὐ φυγομαχοῦσαν· τόν τε Δόριον ποταμόν, συμφερόμενον τῷ περιτειχίσματι καὶ πολλὰ τοῖς Νομαντίνοις χρήσιμον ἔς τε ἀγορᾶς κομιδὴν καὶ διαπομπὴν ἀνδρῶν, ὅσοι κατʼ αὐτὸν κολυμβηταί τε καὶ σκάφεσι μικροῖς ἐλάνθανον, ἢ ἱστίοις, ὅτε λάβρον εἴη τὸ πνεῦμα, ἐβιάζοντο, ἢ κώπαις κατὰ τὸ ῥεῦμα, ζεῦξαι μὲν οὐκ ἐδύνατο πλατὺν ὄντα καὶ πάνυ ῥοώδη, φρούρια δὲ ἀντὶ γεφύρας αὐτῷ δύο περιθεὶς ἀπήρτησε καλῳδίοις δοκοὺς μακρὰς ἐξ ἑκατέρου φρουρίου, καὶ ἐς τὸ πλάτος τοῦ ποταμοῦ μεθῆκεν, ἐχούσας ἐμπεπηγότα πυκνὰ ξίφη τε καὶ ἀκόντια. αἱ δʼ ὑπὸ τοῦ ῥοῦ, τοῖς ξίφεσι καὶ τοῖς ἀκοντίοις ἐμπίπτοντος, ἀεὶ περιστρεφόμεναι οὔτε διανηχομένους οὔτʼ ἐπιπλέοντας οὔτε ὑποδύνοντας εἴων λαθεῖν. τοῦτο δʼ ἦν οὗ μάλιστα ὁ Σκιπίων ἐπεθύμει, μηδενὸς αὐτοῖς ἐπιμιγνυμένου μηδʼ ἐσιόντος ἀγνοεῖν αὐτοὺς ὅ τι γίγνοιτο ἔξω· οὕτω γὰρ ἀπορήσειν ἀγορᾶς τε καὶ μηχανῆς πάσης.

ὡς δʼ ἡτοίμαστο πάντα, καὶ καταπέλται μὲν ἐπέκειντο τοῖς πύργοις ὀξυβελεῖς τε καὶ λιθοβόλοι, ταῖς δʼ ἐπάλξεσι παρέκειντο λίθοι καὶ βέλη καὶ ἀκόντια, τὰ δὲ φρούρια τοξόται καὶ σφενδονῆται κατεῖχον, ἀγγέλους μὲν ἐπέστησε πυκνοὺς κατὰ τὸ ἐπιτείχισμα πᾶν, οἳ νυκτός τε καὶ ἡμέρας ἔμελλον ἄλλοι παρʼ ἄλλων τὸν λόγον ἐκδεχόμενοι μηνύσειν αὐτῷ τὰ γιγνόμενα, κατὰ δὲ πύργον ἐκέλευσεν, εἴ τι γίγνοιτο, σημεῖον ἐκ πρώτου τοῦ πονοῦντος αἴρεσθαι, καὶ τὸ αὐτὸ πάντας ἐπαίρειν ὅταν τὸν ἀρξάμενον θεάσωνται, ἵνα τὸ μὲν κίνημα παρὰ τοῦ σημείου θᾶσσον ἐπιγιγνώσκοι, τὸ δὲ ἀκριβὲς παρὰ τῶν ἀγγέλων. τῆς δὲ στρατιᾶς οὔσης σὺν τοῖς ἐπιχωρίοις ἐς ἑξακισμυρίους, τὸ μὲν ἥμισυ διετέτακτο αὐτῷ τειχοφυλακεῖν, καὶ ἐς τὰ ἀναγκαῖα, εἴ πῃ δεήσειε, μεταχωρεῖν, δισμύριοι δὲ τειχομαχήσειν ἔμελλον, ὅτε χρεία γένοιτο, καὶ τούτοις ἐφεδρεύειν ἕτεροι μύριοι. χωρίον δὲ καὶ τούτων ἑκάστοις διετέτακτο· καὶ μεταπηδᾶν, εἰ μὴ κελεύσειεν, οὐκ ἐξῆν. ἐς δὲ τὸ τεταγμένον εὐθὺς ἀνεπήδων, ὅτε τι σημεῖον ἐπιχειρήσεως ἐπαρθείη.

οὕτω μὲν τῷ Σκιπίωνι πάντα ἀκριβῶς διετέτακτο·

οἱ δὲ Νομαντῖνοι πολλάκις μὲν τοῖς φυλάσσουσιν ἐπεχείρουν, ἄλλοτε ἄλλῃ κατὰ μέρη, ταχεῖα δʼ αὐτίκα καὶ καταπληκτικὴ τῶν ἀμυνομένων ἡ ὄψις ἦν, σημείων τε ὑψηλῶν πανταχόθεν αἰρομένων καὶ ἀγγέλων διαθεόντων, καὶ τῶν τειχομάχων ἀθρόως ἀναπηδώντων ἐς τὰ τείχη, σαλπικτῶν τε κατὰ πάντα πύργον ἐξοτρυνόντων, ὥστε τὸν κύκλον ὅλον εὐθὺς ἅπασιν εἶναι φοβερώτατον, ἐς πεντήκοντα σταδίους ἐπέχοντα ἐν περιόδῳ. καὶ τόνδε τὸν κύκλον ὁ Σκιπίων ἑκάστης ἡμέρας τε καὶ νυκτὸς ἐπισκοπῶν περιῄει.

ὁ μὲν δὴ τοὺς πολεμίους ὧδε συγκλείσας οὐκ ἐς πολὺ ἀρκέσειν ἐνόμιζεν, οὔτε τροφῆς ἔτι προσιούσης σφίσιν οὔτε ὅπλων οὔτʼ ἐπικουρίας·