Wars in Spain

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

καὶ Καυκαίους δὲ παροδεύων, ἐς οὓς παρεσπόνδησε Λεύκολλος, ἐκήρυξε Καυκαίους ἐπὶ τὰ ἑαυτῶν ἀκινδύνως κατέρχεσθαι. καὶ παρῆλθεν ἐς τὴν Νομαντίνην χειμάσων, ἔνθα αὐτῷ καὶ Ἰογόρθας ἐκ Λιβύης ἀφίκετο, ὁ Μασσανάσσου υἱωνός, ἄγων ἐλέφαντας δυοκαίδεκα καὶ τοὺς συντασσομένους αὐτοῖς τοξότας τε καὶ σφενδονήτας. ἀεὶ δέ τι δῃῶν, καὶ τὰ περικείμενα πορθῶν, ἔλαθε περὶ κώμην ἐνεδρευθείς, ἣν ἐκ τοῦ πλέονος τέλμα πηλοῦ περιεῖχεν, ἐπὶ δὲ θάτερα φάραγξ ἦν, καὶ ἀφανὴς ἐν ἐκείνῃ λόχος ὑπεκρύπτετο. τῆς οὖν στρατιᾶς τῷ Σκιπίωνι διῃρημένης, οἱ μὲν τὴν κώμην ἐπόρθουν ἐσελθόντες, τὰ σημεῖα ἔξω καταλιπόντες, οἱ δὲ περιίππευον οὐ πολλοί. τούτοις οὖν ἐμπίπτουσιν οἱ λοχῶντες. καὶ οἱ μὲν αὐτοὺς ἀπεμάχοντο, ὁ δὲ Σκιπίων (ἔτυχε γὰρ πρὸ τῆς κώμης παρὰ τὰ σημεῖα ἑστώς) ἀνεκάλει τῇ σάλπιγγι τοὺς ἔνδον, καὶ πρὶν αὐτῷ γενέσθαι χιλίους, τοῖς ἱππεῦσιν ἐνοχλουμένοις ἐπεβοήθει. τοῦ δὲ στρατοῦ τοῦ πλέονος ἐκ τῆς κώμης ἐκδραμόντος, ἐτρέψατο μὲν ἐς φυγὴν τοὺς πολεμίους, οὐ μὴν ἐδίωκε φεύγοντας, ἀλλʼ ἐς τὸν χάρακα ἀνεχώρει πεσόντων ἑκατέρωθεν ὀλίγων.

μετʼ οὐ πολὺ δὲ ἀγχοτάτω τῆς Νομαντίας δύο στρατόπεδα θέμενος, τῷ μὲν ἐπέστησε τὸν ἀδελφὸν Μάξιμον, τοῦ δὲ αὐτὸς ἡγεῖτο. Νομαντίνων δὲ θαμινὰ ἐκτασσόντων καὶ προκαλουμένων αὐτὸν ἐς μάχην ὑπερεώρα, οὐ δοκιμάζων ἀνδράσιν ἐξ ἀπογνώσεως μαχομένοις συμπλέκεσθαι μᾶλλον ἢ συγκλείσας αὐτοὺς ἑλεῖν λιμῷ. φρούρια δʼ ἑπτὰ περιθείς, πολιορκίαν --- ἐπιγράψας ἑκάστοις οὓς ἔδει πέμπειν. ὡς δὲ ἦλθον, ἐς μέρη πολλὰ διεῖλεν αὐτούς, καὶ τὴν ἑαυτοῦ στρατιὰν ἐπιδιεῖλεν· εἶθʼ ἡγεμόνας ἐπιστήσας ἑκάστῳ μέρει προσέταξε περιταφρεύειν καὶ περιχαρακοῦν τὴν πόλιν. ἦν δὲ ἡ περίοδος ἡ μὲν αὐτῆς Νομαντίας τέσσαρες καὶ εἴκοσι στάδιοι, ἡ δὲ τοῦ χαρακώματος ὑπὲρ τὸ διπλάσιον. καὶ τοῦτο διῄρητο πᾶν οἱ κατὰ μέρος ἕκαστον. καὶ προείρητο, εἴ τι ἐνοχλοῖεν οἱ πολέμιοι, σημεῖον ἐξαίρειν, ἡμέρας μὲν φοινικίδα ἐπὶ δόρατος ἱψηλοῦ, νυκτὸς δὲ πῦρ, ἵνα τοῖς δεομένοις ἐπιθέοντες αὐτός τε καὶ Μάξιμος ἀμύνοιεν. ὡς δʼ ἐξείργαστο πάντα αὐτῷ, καὶ τοὺς κωλύοντας εἶχεν ἱκανῶς ἀπομάχεσθαι, ἑτέραν τάφρον ὤρυσσεν οὐ μακρὰν ὑπὲρ ἐκείνην, καὶ σταυροὺς αὐτῇ περιεπήγνυ, καὶ τεῖχος ᾠκοδόμει, οὗ τὸ μὲν πάχος ἦν πόδες ὀκτώ, τὸ δὲ ὕψος δέκα χωρὶς τῶν ἐπάλξεων. πύργοι τε πανταχόθεν αὐτῷ διὰ πλέθρου περιέκειντο. καὶ λίμνην συνάπτουσαν οὐκ ἐνὸν περιτειχίσαι, χῶμα αὐτῇ περιέθηκεν ἴσον τῷ τείχει καὶ τὸ βάθος καὶ τὸ ὕψος, ὡς ἂν εἴη καὶ τόδε ἀντὶ τείχους.

οὕτω μὲν ὁ Σκιπίων ὅδε πρῶτος, ὡς ἐμοὶ δοκεῖ, περιετείχισε πόλιν οὐ φυγομαχοῦσαν· τόν τε Δόριον ποταμόν, συμφερόμενον τῷ περιτειχίσματι καὶ πολλὰ τοῖς Νομαντίνοις χρήσιμον ἔς τε ἀγορᾶς κομιδὴν καὶ διαπομπὴν ἀνδρῶν, ὅσοι κατʼ αὐτὸν κολυμβηταί τε καὶ σκάφεσι μικροῖς ἐλάνθανον, ἢ ἱστίοις, ὅτε λάβρον εἴη τὸ πνεῦμα, ἐβιάζοντο, ἢ κώπαις κατὰ τὸ ῥεῦμα, ζεῦξαι μὲν οὐκ ἐδύνατο πλατὺν ὄντα καὶ πάνυ ῥοώδη, φρούρια δὲ ἀντὶ γεφύρας αὐτῷ δύο περιθεὶς ἀπήρτησε καλῳδίοις δοκοὺς μακρὰς ἐξ ἑκατέρου φρουρίου, καὶ ἐς τὸ πλάτος τοῦ ποταμοῦ μεθῆκεν, ἐχούσας ἐμπεπηγότα πυκνὰ ξίφη τε καὶ ἀκόντια. αἱ δʼ ὑπὸ τοῦ ῥοῦ, τοῖς ξίφεσι καὶ τοῖς ἀκοντίοις ἐμπίπτοντος, ἀεὶ περιστρεφόμεναι οὔτε διανηχομένους οὔτʼ ἐπιπλέοντας οὔτε ὑποδύνοντας εἴων λαθεῖν. τοῦτο δʼ ἦν οὗ μάλιστα ὁ Σκιπίων ἐπεθύμει, μηδενὸς αὐτοῖς ἐπιμιγνυμένου μηδʼ ἐσιόντος ἀγνοεῖν αὐτοὺς ὅ τι γίγνοιτο ἔξω· οὕτω γὰρ ἀπορήσειν ἀγορᾶς τε καὶ μηχανῆς πάσης.

ὡς δʼ ἡτοίμαστο πάντα, καὶ καταπέλται μὲν ἐπέκειντο τοῖς πύργοις ὀξυβελεῖς τε καὶ λιθοβόλοι, ταῖς δʼ ἐπάλξεσι παρέκειντο λίθοι καὶ βέλη καὶ ἀκόντια, τὰ δὲ φρούρια τοξόται καὶ σφενδονῆται κατεῖχον, ἀγγέλους μὲν ἐπέστησε πυκνοὺς κατὰ τὸ ἐπιτείχισμα πᾶν, οἳ νυκτός τε καὶ ἡμέρας ἔμελλον ἄλλοι παρʼ ἄλλων τὸν λόγον ἐκδεχόμενοι μηνύσειν αὐτῷ τὰ γιγνόμενα, κατὰ δὲ πύργον ἐκέλευσεν, εἴ τι γίγνοιτο, σημεῖον ἐκ πρώτου τοῦ πονοῦντος αἴρεσθαι, καὶ τὸ αὐτὸ πάντας ἐπαίρειν ὅταν τὸν ἀρξάμενον θεάσωνται, ἵνα τὸ μὲν κίνημα παρὰ τοῦ σημείου θᾶσσον ἐπιγιγνώσκοι, τὸ δὲ ἀκριβὲς παρὰ τῶν ἀγγέλων. τῆς δὲ στρατιᾶς οὔσης σὺν τοῖς ἐπιχωρίοις ἐς ἑξακισμυρίους, τὸ μὲν ἥμισυ διετέτακτο αὐτῷ τειχοφυλακεῖν, καὶ ἐς τὰ ἀναγκαῖα, εἴ πῃ δεήσειε, μεταχωρεῖν, δισμύριοι δὲ τειχομαχήσειν ἔμελλον, ὅτε χρεία γένοιτο, καὶ τούτοις ἐφεδρεύειν ἕτεροι μύριοι. χωρίον δὲ καὶ τούτων ἑκάστοις διετέτακτο· καὶ μεταπηδᾶν, εἰ μὴ κελεύσειεν, οὐκ ἐξῆν. ἐς δὲ τὸ τεταγμένον εὐθὺς ἀνεπήδων, ὅτε τι σημεῖον ἐπιχειρήσεως ἐπαρθείη.

οὕτω μὲν τῷ Σκιπίωνι πάντα ἀκριβῶς διετέτακτο·

οἱ δὲ Νομαντῖνοι πολλάκις μὲν τοῖς φυλάσσουσιν ἐπεχείρουν, ἄλλοτε ἄλλῃ κατὰ μέρη, ταχεῖα δʼ αὐτίκα καὶ καταπληκτικὴ τῶν ἀμυνομένων ἡ ὄψις ἦν, σημείων τε ὑψηλῶν πανταχόθεν αἰρομένων καὶ ἀγγέλων διαθεόντων, καὶ τῶν τειχομάχων ἀθρόως ἀναπηδώντων ἐς τὰ τείχη, σαλπικτῶν τε κατὰ πάντα πύργον ἐξοτρυνόντων, ὥστε τὸν κύκλον ὅλον εὐθὺς ἅπασιν εἶναι φοβερώτατον, ἐς πεντήκοντα σταδίους ἐπέχοντα ἐν περιόδῳ. καὶ τόνδε τὸν κύκλον ὁ Σκιπίων ἑκάστης ἡμέρας τε καὶ νυκτὸς ἐπισκοπῶν περιῄει.

ὁ μὲν δὴ τοὺς πολεμίους ὧδε συγκλείσας οὐκ ἐς πολὺ ἀρκέσειν ἐνόμιζεν, οὔτε τροφῆς ἔτι προσιούσης σφίσιν οὔτε ὅπλων οὔτʼ ἐπικουρίας·