Wars in Spain

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

ἐλθὼν δὲ ἐμπόρους τε πάντας ἐξήλαυνε καὶ ἑταίρας καὶ μάντεις καὶ θύτας, οἷς διὰ τὰς δυσπραξίας οἱ στρατιῶται περιδεεῖς γεγονότες ἐχρῶντο συνεχῶς· ἔς τε τὸ μέλλον ἀπεῖπε μηδὲν ἐσφέρεσθαι τῶν περισσῶν, μηδὲ ἱερεῖον ἐς μαντείαν πεποιημένον. ἐκέλευσε δὲ καὶ τὰς ἁμάξας καὶ τὰ περισσὰ τῶν ἐς αὐτὰς τιθεμένων καὶ τὰ ὑποζύγια, χωρὶς ὧν αὐτὸς ὑπελείπετο, πραθῆναι. καὶ σκεῦος οὐκ ἐξῆν ἐς δίαιταν ἔχειν οὐδενὶ πλὴν ὀβελοῦ καὶ χύτρας χαλκῆς καὶ ἐκπώματός ἑνός. τά τε σιτία αὐτοῖς ὥριστο κρέα ζεστὰ καὶ ὀπτὰ εἶναι. κλίνας τε ἀπεῖπεν ἔχειν, καὶ πρῶτος ἐπὶ στιβάδων ἀνεπαύετο. ἀπεῖπε δὲ καὶ ὁδεύοντας ἡμιόνοις ἐπικαθέζεσθαι· τί γὰρ ἐν πολέμῳ προσδοκᾶν ἔφη παρʼ ἀνδρὸς οὐδὲ βαδίζειν δυναμένου; κἀν τοῖς ἀλείμμασι καὶ λουτροῖς ἑαυτοὺς ἤλειφον, ἐπισκώπτοντος τοῦ Σκιπίωνος ὡς αἱ ἡμίονοι χεῖρας οὐκ ἔχουσαι χρῄζουσι τριβόντων. οὕτω μὲν αὐτοὺς ἐς σωφροσύνην μετέβαλλεν ἀθρόως, εἴθιζε δὲ καὶ ἐς αἰδῶ καὶ φόβον, δυσπρόσιτος ὢν καὶ δυσχερὴς ἐς τὰς χάριτας, καὶ μάλιστα τὰς παρανόμους. ἔλεγέ τε πολλάκις τοὺς μὲν αὐστηροὺς καὶ ἐννόμους τῶν στρατηγῶν τοῖς οἰκείοις, τοὺς δὲ εὐχερεῖς καὶ φιλοδώρους τοῖς πολεμίοις εἶναι χρησίμους· τὰ γὰρ στρατόπεδα τοῖς μὲν εἶναι κεχαρισμένα τε καὶ καταφρονητικά, τοῖς δὲ σκυθρωπὰ μὲν εὐπειθῆ δὲ καὶ πᾶσιν ἕτοιμα.

οὐ μὴν οὐδʼ ὣς ἐτόλμα πολεμεῖν πρὶν αὐτοὺς γυμνάσαι πόνοις πολλοῖς. τὰ οὖν ἀγχοτάτω πεδία πάντα περιιών, ἑκάστης ἡμέρας, ἄλλο μετʼ ἄλλο στρατόπεδον ἤγειρέ τε καὶ καθῄρει, καὶ τάφρους ὤρυσσε βαθυτάτας καὶ ἐνεπίμπλη, τείχη τε μεγάλα ᾠκοδόμει καὶ κατέφερεν, αὐτὸς ἐξ ἠοῦς ἐς ἑσπέραν ἅπαντα ἐφορῶν. τὰς δὲ ὁδοιπορίας, ἵνα μή τις ὡς πάλαι διασκιδνῷτο, ἦγεν ἐν πλινθίοις ἀεί, καὶ τὴν δεδομένην ἑκάστῳ τάξιν οὐκ ἦν ἐναλλάξαι. περιιών τε τὴν ὁδοιπορίαν, καὶ τὰ πολλὰ οὐραγῶν, τοὺς μὲν ἀρρωστοῦντας ἐπὶ τοὺς ἵππους ἀνεβίβαζεν ἀντὶ τῶν ἱππέων, τὰ δὲ βαροῦντα τὰς ἡμιόνους ἐς τοὺς πεζοὺς διεμέριζεν. εἰ δὲ σταθμεύοι, τοὺς μὲν προφύλακας τῆς ἡμέρας ἐκ τῆς ὁδοιπορίας ἔδει περὶ τὸν χάρακα ἵστασθαι, καὶ ἱππέων ἑτέραν ἴλην περιτρέχειν· οἱ δʼ ἄλλοι τὰ ἔργα διῄρηντο, καὶ τοῖς μὲν ταφρεύειν ἐτέτακτο, τοῖς δὲ τειχίζειν, τοῖς δὲ σκηνοποιεῖν, χρόνου τε μῆκος ὡρίζετο αὐτοῖς καὶ διεμετρεῖτο.

ὅτε δʼ εἴκασεν ὀξὺ καὶ εὐπειθὲς αὐτῷ καὶ φερέπονον γεγονέναι τὸ στράτευμα, μετέβαινεν ἀγχοῦ τῶν Νομαντίνων. προφυλακὰς δέ, ὥσπερ τινές, ἐπὶ φρουρίων οὐκ ἐποιεῖτο· οὐδὲ διῄρει ποι τὸν στρατὸν ὅλως, τοῦ μὴ τινὸς ἐν ἀρχῇ γενομένου πταίσματος εὐκαταφρόνητον τοῖς πολεμίοις αὐτὸν γενέσθαι, καὶ τέως καταφρονοῦσιν. οὐδʼ ἐπεχείρει τοῖς ἐχθροῖς, ἔτι περισκοπῶν αὐτόν τε τὸν πόλεμον καὶ τὸν καιρὸν αὐτοῦ καὶ τὴν τῶν Νομαντίνων ὁρμήν, ἐς ὅ τι τρέψοιντο. τὰ δὲ ὀπίσω τοῦ στρατοπέδου πάντα ἐχορτολόγει, καὶ τὸν σῖτον ἔκειρεν ἔτι χλωρόν. ὡς δʼ αὐτῷ ταῦτα ἐξετεθέριστο καὶ ἐς τὸ πρόσθεν ἔδει βαδίζειν, ὁδὸς μὲν ἦν παρὰ τὴν Νομαντίαν ἐπὶ τὰ πεδία σύντομος, καὶ πολλοὶ συνεβούλευον ἐς αὐτὴν τραπέσθαι. ὁ δʼ ἔφη τὴν ἐπάνοδον δεδιέναι, κούφων μὲν τότε τῶν πολεμίων ὄντων, καὶ ἐκ πόλεως ὁρμωμένων καὶ ἐς πόλιν ἀφορμώντων· οἱ δʼ ἡμέτεροι βαρεῖς ἐπανίασιν ὡς ἀπὸ σιτολογίας καὶ κατάκοποι, καὶ κτήνη καὶ ἁμάξας καὶ φορτία ἄγουσιν. δυσχερής τε ὅλως καὶ ἀνόμοιος ὁ ἀγών· ἡσσωμένοις μὲν γὰρ πολὺς ὁ κίνδυνος, νικῶσι δὲ οὐ μέγα τὸ ἔργον, οὐδʼ ἐπικερδές. εἶναι δʼ ἄλογον κινδυνεύειν ἐπὶ ὀλίγοις, καὶ στρατηγὸν ἀμελῆ τὸν ἀγωνιζόμενον πρὸ τῆς χρείας, ἀγαθὸν δὲ τὸν ἐν μόναις παρακινδυνεύοντα ταῖς ἀνάγκαις. συγκρίνων δʼ ἔφη καὶ τοὺς ἰατροὺς μὴ χρῆσθαι τομαῖς μηδὲ καύσεσι πρὸ φαρμάκων. ταῦτʼ εἰπὼν ἐκέλευε τοῖς ἡγεμόσι τὴν μακροτέραν περιάγειν. καὶ συνεξῄει τότε μὲν ἐς τὸ πέραν τοῦ στρατοπέδου, ὕστερον δὲ ἐς τὰ Οὐακκαίων, ὅθεν οἱ Νομαντῖνοι τὰς τροφὰς ἐωνοῦντο, κείρων ἅπαντα, καὶ τὰ χρήσιμα ἐς τὰς ἑαυτοῦ τροφὰς συλλέγων, τὰ δὲ περιττὰ σωρεύων τε καὶ κατακαίων.