Wars in Spain

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

καὶ ὁ Πομπήιος τοσοῖσδε συνενεχθεὶς κακοῖς ἐς τὰς πόλεις μετὰ τῶν συμβούλων ἀνεζεύγνυ, χειμάσων τὸ ἐπίλοιπον, τοῦ ἦρος προσδοκῶν ἥξειν οἱ διάδοχον. καὶ δεδιὼς κατηγορίαν, ἔπρασσεν ἐς τοὺς Νομαντίνους κρύφα τοῦ πολέμου διαλύσεις. οἱ δὲ καὶ αὐτοὶ κάμνοντες ἤδη φόνῳ τε πολλῷ ἀρίστων καὶ γῆς ἀργίᾳ καὶ τροφῶν ἀπορίᾳ καὶ μήκει τοῦ πολέμου, μακροῦ παρὰ προσδοκίαν γεγονότος, ἐπρέσβευον ἐς Πομπήιον. ὁ δὲ ἐς μὲν τὸ φανερὸν ἐκέλευεν αὑτοὺς Ῥωμαίοις ἐπιτρέπειν (οὐ γὰρ εἰδέναι σύνθήκας ἑτέρας Ῥωμαίων ἀξίας), λάθρᾳ δʼ ὑπισχνεῖτο ἃ ἔμελλε ποιήσειν. καὶ συνθεμένων ἐκείνων καὶ ἐπιτρεψάντων ἑαυτούς, ὅμηρά τε καὶ αἰχμάλωτα ᾔτησε καὶ τοὺς αὐτομόλους, καὶ πάντα ἔλαβεν. ᾔτησε δὲ καὶ ἀργυρίου τάλαντα τριάκοντα· ὧν μέρος αὐτίκα ἔδοσαν οἱ Νομαντῖνοι, καὶ τὰ λοιπὰ ὁ Πομτήιος ἀνέμενεν, παραγενομένου δʼ αὐτῷ διαδόχου Μάρκου Ποπιλίου Λαίνα, οἱ μὲν ἔφερον τὰ λοιπὰ τῶν χρημάτων, ὁ δʼ ἀπηλλαγμένος μὲν τοῦ περὶ τοῦ πολέμου δέους τῷ παρεῖναι τὸν διάδοχον, τὰς δὲ συνθήκας εἰδὼς αἰσχράς τε καὶ ἄνευ Ῥωμαίων γενομένας, ἠρνεῖτο μὴ συνθέσθαι τοῖς Νομαντίνοις. καὶ οἱ μὲν αὐτὸν ἤλεγχον ἐπὶ μάρτυσι τοῖς τότε παρατυχοῦσιν ἀπό τε βουλῆς καὶ ἱππάρχοις καὶ χιλιάρχοις αὐτοῦ Πομπηίου, ὁ δὲ Ποπίλιος αὐτοὺς ἐς Ῥώμην ἔπεμπε δικασομένους τῷ Πομπηίῳ. κρίσεως δʼ ἐν τῇ βουλῇ γενομένης, Νομαντῖνοι μὲν καὶ Πομπήιος ἐς ἀντιλογίαν ἦλθον, τῇ βουλῇ δʼ ἔδοξε πολεμεῖν Νομαντίνοις. καὶ ὁ Ποπίλιος ἐνέβαλεν ἐς τοὺς γείτονας αὐτῶν Λούσονας, οὐδὲν δʼ ἐργασάμενος (ἧκε γὰρ αὐτῷ διάδοχος ἐπὶ τὴν στρατηγίαν Ὁστίλιος Μαγκῖνος) ἀνέζευξεν ἐς Ῥώμην.

ὁ δὲ Μαγκῖνος τοῖς Νομαντίνοις συμβαλὼν ἡττᾶτό τε πολλάκις, καὶ τέλος ἀναιρουμένων πολλῶν ἐς τὸ στρατόπεδον ἔφυγεν. λόγου δὲ ψευδοῦς ἐμπεσόντος ὅτι Νομαντίνοις ἔρχονται βοηθοῦντες Κάνταβροί τε καὶ Οὐακκαῖοι, δείσας ἄπυρον τὴν νύκτα διήγαγεν ὅλην ἐν σκότῳ, φεύγων ἐς ἔρημον τὸ Νωβελίωνός ποτε χαράκωμα. καὶ μεθʼ ἡμέραν ἐς αὐτὸ συγκλεισθεὶς οὔτε κατεσκευασμένον οὔτε ὠχυρωμένον, περισχόντων αὐτὸν τῶν Νομαντίνων, καὶ πάντας ἀποκτενεῖν ἀπειλούντων εἰ μὴ συνθοῖτο εἰρήνην, συνέθετο ἐπὶ ἴσῃ καὶ ὁμοίᾳ Ῥωμαίοις καὶ Νομαντίνοις. καὶ ὁ μὲν ἐπὶ τούτοις ὤμνυε τοῖς Νομαντίνοις, οἱ δʼ ἐν ἄστει πυθόμενοι χαλεπῶς ἔφερον ὡς ἐπὶ αἰσχίσταις πάνυ σπονδαῖς, καὶ τὸν ἕτερον τῶν ὑπάτων Αἰμίλιον Λέπιδον ἐς Ἰβηρίαν ἐξέπεμπον, Μαγκῖνον δʼ ἀνεκάλουν ἐς κρίσιν. καὶ τῷδε μὲν ἕσποντο πρέσβεις Νομαντίνων· ὁ δὲ Αἰμίλιος, ἀναμένων καὶ ὅδε τὰς ἐκ Ῥώμης ἀποκρίσεις, καὶ τὴν ἀργίαν οὐ φέρων (ὡς γὰρ ἐπὶ δόξαν ἢ κέρδος ἢ θριάμβου φιλοτιμίαν ἐξῄεσάν τινες ἐς τὰς στρατηγίας, οὐκ ἐπὶ τὸ τῇ πόλει συμφέρον), Οὐακκαίων κατεψεύδετο ὡς ἀγορὰν ἐν τῷδε τῷ πολέμῳ Νομαντίνοις παρασχόντων, καὶ τὴν γῆν αὐτῶν κατέτρεχε, Παλλαντίαν τε πόλιν, ἣ μεγίστη Οὐακκαίων ἐστίν, οὐδὲν ἐξαμαρτοῦσαν ἐς τὰ συγκείμενα ἐπολιόρκει, καὶ Βροῦτον ἐφʼ ἕτερα τῆς Ἰβηρίας ἀπεσταλμένον, ὥς μοι προείρηται, κηδεστὴν ὄντα οἱ τοῦδε τοῦ ἔργου μετασχεῖν ἔπεισεν.

κατέλαβον δʼ αὐτοὺς ἀπὸ Ῥώμης πρέσβεις Κίννας τε καὶ Καικίλιος, οἳ τὴν βουλὴν ἔφασαν ἀπορεῖν εἰ τοσῶνδε πταισμάτων σφίσιν ἐν Ἰβηρίᾳ γενομένων ὁ Αἰμίλιος πόλεμον ἕτερον ἀρεῖται, καὶ ψήφισμα ἐπέδοσαν αὐτῷ προαγορεῦον Αἰμίλιον Οὐακκαίοις μὴ πολεμεῖν. ὁ δὲ ἀρξάμενός τε ἤδη τοῦ πολέμου, καὶ τὴν βουλὴν τοῦτʼ ἀγνοεῖν ἡγούμενος, ἀγνοεῖν δʼ ὅτι καὶ Βροῦτος αὐτῷ συνεπιλαμβάνει καὶ σῖτον καὶ χρήματα καὶ στρατιὰν Οὐακκαῖοι τοῖς Νομαντίνοις παρέσχον, ἔσεσθαι δὲ καὶ τὴν ἀνάζευξιν τοῦ πολέμου φοβερὰν ὑπολαβών, καὶ σχεδὸν Ἰβηρίας ὅλης διάλυσιν, εἰ καταφρονήσειαν ὡς δεδιότων, τοὺς μὲν ἀμφὶ τὸν Κίνναν ἀπράκτους ἀπέλυσε, καὶ τάδε αὐτὰ ἐπέστειλε τῇ βουλῇ, αὐτὸς δὲ ὀχυρωσάμενος φρούριον, μηχανὰς ἐν αὐτῷ συνεπήγνυτο καὶ σῖτον συνέφερεν. Φλάκκος δʼ αὐτῷ σιτολογῶν, ἐνέδρας ἐκφανείσης, εὐμηχάνως διέδωκεν ὅτι Παλλαντίαν ἐξεῖλεν Αἰμίλιος· καὶ τοῦ στρατοῦ συναλαλάξαντος ὡς ἐπὶ νίκῃ, πυθόμενοι τούτων οἱ βάρβαροι καὶ ἀληθῆ νομίσαντες ἀπεχώρουν. Φλάκκος μὲν δὴ τὴν ἀγορὰν κινδυνεύουσαν ὧδε περιέσωζε.

μακρᾶς δὲ τῆς ἐπὶ τῇ Παλλαντίᾳ πολιορκίας οὔσης αἱ τροφαὶ Ῥωμαίους ἐπέλειπον, καὶ λιμὸς ἥπτετο αὐτῶν, καὶ τὰ ὑποζύγια πάντα ἔφθαρτο, καὶ πολλοὶ τῶν ἀνθρώπων ἐξ ἀπορίας ἀπέθνησκον. οἱ στρατηγοὶ δέ, Αἰμίλιός τε καὶ Βροῦτος, ἐς μὲν πολὺ διεκαρτέρουν, ἡσσώμενοι δʼ ὑπὸ τοῦ κακοῦ νυκτὸς ἄφνω περὶ ἐσχάτην φυλακὴν ἐκέλευον ἀναζευγνύναι· χιλίαρχοί τε καὶ λοχαγοὶ περιθεοντες ἐπέσπευδον ἅπαντας ἐς τοῦτο πρὸ ἕω. οἱ δὲ σὺν θορύβῳ τά τε ἄλλα πάντα καὶ τοὺς τραυματίας καὶ τοὺς νοσοῦντας ἀπέλιπον, συμπλεκομένους τε σφίσι καὶ δεομένους. καὶ αὐτοῖς ἀτάκτου καὶ θορυβώδους τῆς ἀναχωρήσεως γιγνομένης καὶ φυγῇ μάλιστα ὁμοίας, οἱ Παλλάντιοι πανταχόθεν ἐπικείμενοι πολλὰ ἔβλαπτον ἐξ ἠοῦς ἐπὶ ἑσπέραν. νυκτὸς δὲ ἐπιλαβούσης Ῥωμαῖοι μὲν ἐς τὰ πεδία ἑαυτοὺς ἐρρίπτουν ἀνὰ μέρος, ὡς τύχοιεν, ἄσιτοι τε και κατάκοποι, οἱ δὲ Παλλάντιοι θεοῦ σφᾶς ἀποτρέποντος ἀνεχώρουν. καὶ τάδε μὲν ἦν περὶ Αἰμίλιον.

Ῥωμαῖοι δʼ αὐτὰ πυθόμενοι τὸν μὲν Αἰμίλιον. παρέλυσαν τῆς στρατηγίας τε καὶ ὑπατείας, καὶ ἰδιώτης ἐς Ῥώμην ὑπέστρεφε, καὶ χρήμασιν ἐπεζημιοῦτο· Μαγκίνῳ δʼ ἐδίκαζον καὶ τοῖς πρέσβεσι τοῖς Νομαντίνων. οἱ μὲν δὴ τὰς συνθήκας, ἃς ἐπεποίηντο πρὸς Μαγκῖνον, ἐπεδείκνυον· ὁ δὲ τὴν αἰτίαν αὐτῶν ἐς Πομπήιον ἀνέφερε τὸν πρὸ αὐτοῦ γενόμενον στρατηγόν, ὡς ἀργὸν καὶ ἄπορον τὸν στρατὸν ἐγχειρίσαντά οἱ, καὶ διʼ αὐτὸ κἀκεῖνον ἡσσημένον τε πολλάκις καὶ συνθήκας ὁμοίας αὐτῷ θέμενον πρὸς τοὺς Νομαντίνους· ὅθεν ἔφη καὶ τὸν πόλεμον τόνδε, παρὰ τὰς συνθήκας ἐκείνας ὑπὸ Ῥωμαίων ἐψηφισμένον, ἀπαίσιον αὐτοῖς γεγονέναι. οἱ δʼ ἐχαλέπαινον μὲν ἀμφοτέροις ὁμοίως, ἀπέφυγε δʼ ὅμως Πομπήιος ὡς περὶ τῶνδε κριθεὶς καὶ πάλαι. Μαγκῖνον δʼ ἔγνωσαν ἐκδοῦναι τοῖς Νομαντίνοις, ἄνευ σφῶν αἰσχρὰς συνθήκας πεποιημένον, ᾧ λόγῳ καὶ Σαυνίταις οἱ πατέρες, ὅμοια χωρὶς αὐτῶν συνθεμένους, ἡγεμόνας εἴκοσιν ἐξεδεδώκεσαν. Μαγκῖνον μὲν δὴ Φούριος ἀγαγὼν ἐς Ἰβηρίαν γυμνὸν παρεδίδου τοῖς Νομαντίνοις· οἱ δὲ οὐκ ἐδέξαντο. στρατηγὸς δὲ ἐπʼ αὐτοὺς αἱρεθεὶς Καλπούρνιος Πίσων οὐδʼ ἤλασεν ἐπὶ Νομαντίαν, ἀλλʼ ἐς τὴν Παλλαντίων γῆν ἐσβαλών, καὶ μικρὰ δῃώσας, ἐχείμαζεν ἐν Καρπητανίᾳ τὸ ἐπίλοιπον τῆς ἀρχῆς.

ἐν δὲ Ῥώμῃ κάμνων ὁ δῆμος ἐπὶ τοῖς Νομαντίνοις, μακροῦ καὶ δυσχεροῦς τοῦ πολέμου σφίσι παρὰ προσδοκίαν γεγονότος, ᾑροῦντο Κορνήλιον Σκιπίωνα τὸν Καρχηδόνα ἑλόντα αὖθις ὑπατεύειν, ὡς μόνον ἐπικρατῆσαι τῶν Νομαντίνων δυνάμενον. ὁ δὲ καὶ τότε ἦν ἔτι νεώτερος τῆς νενομισμένης τοῖς ὑπατεύουσιν ἡλικίας· ἡ οὖν βουλὴ πάλιν, ὥσπερ ἐπὶ Καρχηδονίοις αὐτοῦ χειροτονουμένου Σκιπίωνος, ἐψηφίσατο τοὺς δημάρχους λῦσαι τὸν περὶ τῆς ἡλικίας νόμον, καὶ τοῦ ἐπιόντος ἔτους αὖθις θέσθαι. οὕτω μὲν ὁ Σκιπίων αὖθις ὑπατεύων ἐς Νομαντίαν ἠπείγετο, στρατιὰν δʼ ἐκ καταλόγου μὲν οὐκ ἔλαβε πολλῶν τε πολέμων ὄντων καὶ πολλῶν ἀνδρῶν ἐν Ἰβηρίᾳ, ἐθελοντὰς δέ τινας, ἔκ τε πόλεων καὶ βασιλέων ἐς χάριν ἰδίαν πεμφθέντας αὐτῷ, συγχωρούσης τῆς βουλῆς ἐπηγάγετο, καὶ πελάτας ἐκ Ῥώμης καὶ φίλους πεντακοσίους, οὓς ἐς ἴλην καταλέξας ἐκάλει φίλων ἴλην. πάντας δὲ ἐς τετρακισχιλίους γενομένους παραδοὺς ἄγειν ἀδελφιδῷ Βουτέωνι, σὺν ὀλίγοις αὐτὸς προεξώρμησεν ἐς Ἰβηρίαν ἐπὶ τὸ στρατόπεδον, πυνθανόμενος αὐτὸ γέμειν ἀργίας καὶ στάσεων καὶ τρυφῆς, εὖ εἰδὼς ὅτι μὴ κρατήσει πολεμίων πρὶν κατασχεῖν τῶν ἰδίων ἐγκρατῶς.