Wars in Spain

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

τότε δὲ ἤδη τροφῶν τε ἀπορῶν ὁ Οὐρίατθος καὶ τὸν στρατὸν ἔχων ἐλάττω, νυκτὸς ἐμπρήσας τὸ στρατόπεδον ἐς Λυσιτανίαν ἀνεχώρει. καὶ αὐτὸν ὁ Σερουιλιανὸς οὐ καταλαβὼν ἐς Βαιτουρίαν ἐνέβαλε, καὶ πέντε πόλεις διήρπαζεν, αἳ τῷ Οὐριάτθῳ συνεπεπράχεσαν. μετὰ δὲ τοῦτο ἐστράτευεν ἐς Κουνέους, ὅθεν ἐς Λυσιτανοὺς ἐπὶ τὸν Οὐρίατθον αὖθις ἠπείγετο. καὶ αὐτῷ παροδεύοντι δύο λῄσταρχοι μετὰ μυρίων ἀνδρῶν ἐπιθέμενοι, Κούριός τε καὶ Ἀπουλήιος, ἐθορύβησαν καὶ τὴν λείαν ἀφείλοντο. καὶ Κούριος μὲν ἐν τῷ ἀγῶνι ἔπεσεν, ὁ δὲ Σερουιλιανὸς τήν τε λείαν μετʼ οὐ πολὺ ἀνέλαβε, καὶ πόλεις εἷλεν Εἰσκαδίαν τε καὶ Γέμελλαν καὶ Ὀβόλκολαν, φρουρουμένας ὑπὸ τῶν Οὐριάτθου, καὶ διήρπαζεν ἑτέρας, καὶ συνεγίγνωσκεν ἄλλαις· αἰχμάλωτα δʼ ἔχων ἀμφὶ τὰ μύρια, πεντακοσίων μὲν ἀπέτεμε τὰς κεφαλάς, τοὺς δὲ λοιποὺς ἀπέδοτο. καὶ Κοννόβαν μέν τινα λῄσταρχον ἑαυτὸν ἐγχειρίσαντα λαβών, καὶ φεισάμενος αὐτοῦ μόνου,

τοὺς σὺν αὐτῷ πάντας ἐχειροκόπησεν, Οὐρίατθον δὲ διώκων Ἐρισάνην αὐτοῦ πόλιν ἀπετάφρευεν, ἐς ἣν ὁ Οὐρίατθος ἐσδραμὼν νυκτὸς ἅμα ἕῳ τοῖς ἐργαζομένοις ἐπέκειτο, μέχρι τὰ σκαφεῖα ῥίψαντες ἔφευγον. τήν τε ἄλλην στρατιάν, ἐκταχθεῖσαν ὑπὸ τοῦ Σερουιλιανοῦ, τρεψάμενος ὁμοίως Οὐρίατθος ἐδίωκε, καὶ συνήλασεν ἐς κρημνούς, ὅθεν οὐκ ἦν τοῖς Ῥωμαίοις διαφυγεῖν. Οὐρίατθος δὲ ἐς τὴν εὐτυχίαν οὐχ ὕβρισεν, ἀλλὰ νομίσας ἐν καλῷ θήσεσθαι τὸν πόλεμον ἐπὶ χάριτι λαμπρᾷ, συνετίθετο Ῥωμαίοις, καὶ τὰς συνθήκας ὁ δῆμος ἐπεκύρωσεν· Οὐρίατθον εἶναι Ῥωμαίων φίλον, καὶ τοὺς ὑπʼ αὐτῷ πάντας ἧς ἔχουσι γῆς ἄρχειν. ὧδε μὲν ὁ Οὐριάτθου πόλεμος ἐδόκει πεπαῦσθαι, χαλεπώτατός τε Ῥωμαίοις γενόμενος καὶ ἐπὶ εὐεργεσίᾳ καταλυθείς.

οὐ μὴν ἐπέμεινεν οὐδʼ ἐς βραχὺ τὰ συγ κείμενα· ὁ γαρ ἀδελφὸς Σερουιλιανοῦ τοῦ ταῦτα συνθεμένου, Καιπίων, διάδοχος αὐτῷ τῆς στρατηγίας γενόμενος διέβαλλε τὰς συνθήκας, καὶ ἐπέστελλε Ῥωμαίοις ἀπρεπεστάτας εἶναι. καὶ ἡ βουλὴ τὸ μὲν πρῶτον αὐτῷ συνεχώρει κρύφα λυπεῖν τὸν Οὐρίατθον ὅ τι δοκιμάσειεν· ὡς δʼ αὖθις ἠνώχλει καὶ συνεχῶς ἐπέστελλεν, ἔκρινε λῦσαί τε τὰς σπονδὰς καὶ φανερῶς πολεμεῖν αὖθις Οὐριάτθῳ. ἐψηφισμένου δὴ σαφῶς, ὁ Καιπίων Ἄρσαν τε πόλιν ἐκλιπόντος Οὐριάτθου παρέλαβε, καὶ αὐτὸν Οὐρίατθον φεύγοντά τε καὶ τὰ ἐν παρόδῳ φθείροντα περὶ Καρπητανίαν κατέλαβε, πολὺ πλείονας ἔχων. ὅθεν ὁ Οὐρίατθος οὐ δοκιμάζων αὐτῷ συμπλέκεσθαι διὰ τὴν ὀλιγότητα, κατὰ μέν τινα φάραγγα ἀφανῆ τὸ πλέον τοῦ στρατοῦ περιέπεμψεν ἀπιέναι, τὸ δὲ λοιπὸν αὐτὸς ἐκτάξας ἐπὶ λοφου δόξαν παρεῖχε πολεμήσοντος. ὡς δʼ ᾔσθετο τῶν προαπεσταλμένων ἐν ἀσφαλεῖ γεγονότων, ἐξίππευσεν ἐς αὐτοὺς μετὰ καταφρονήσεως, ὀξέως οὕτως ὡς μηδʼ αἰσθέσθαι τοὺς διώκοντας ὅποι διέδραμεν. ὁ δὲ Καιπίων ἐς Οὐέττωνας καὶ Καλλαϊκοὺς τραπεὶς τὰ ἐκείνων ἐδῄου.

καὶ ζήλῳ τῶν ἔργων Οὐριάτθου τὴν Λυσιτανίαν λῃστήρια πολλὰ ἄλλα ἐπιτρέχοντα ἐπόρθει. Σέξτος δὲ Ἰούνιος Βροῦτος ἐπὶ ταῦτα πεμφθεὶς ἀπέγνω μὲν αὐτὰ διώκειν διὰ χώρας μακρᾶς, ὅσην ὁ Τάγος τε καὶ Λήθης καὶ Δόριος καὶ Βαίτις ποταμοὶ ναυσίποροι περιέχουσιν, ὀξέως, οἷα δὴ λῃστήρια, μεθισταμένους δυσεργὲς ἡγούμενος εἶναι καταλαβεῖν, καὶ αἰσχρὸν οὐ καταλαβόντι, καὶ νικήσαντι τὸ ἔργον οὐ λαμπρόν· ἐς δὲ τὰς πόλεις αὐτῶν ἐτράπετο, δίκην τε λήψεσθαι προσδοκῶν, καὶ τῇ στρατιᾷ πολὺ κέρδος περιέσεσθαι, καὶ τοὺς λῃστὰς ἐς ἑκάστην ὡς πατρίδα κινδυνεύουσαν διαλυθήσεσθαι. ὁ μὲν δὴ ταῦτ’ ἐνθυμούμενος ἐδῄου τὰ ἐν ποσὶν ἅπαντα, συμμαχομένων τοῖς ἀνδράσι τῶν γυναικῶν καὶ συναναιρουμένων, καὶ οὔ τινα φωνὴν οὐδʼ ἐν ταῖς σφαγαῖς ἀφιεισῶν. εἰσὶ δʼ οἳ καὶ ἐς τὰ ὄρη μεθʼ ὧν ἐδύναντο ἀνεπήδων· καὶ αὐτοῖς δεομένοις συνεγίγνωσκεν ὁ Βροῦτος, καὶ τὰ ὄντα ἐμερίζετο.

καὶ τὸν Δόριον περάσας πολλὰ μὲν πολέμῳ κατέδραμε, πολλὰ δὲ παρὰ τῶν αὑτοὺς ἐνδιδόντων ὅμηρα αἰτήσας ἐπὶ Λήθην μετῄει, πρῶτος ὅδε Ῥωμαίων ἐπινοῶν τὸν ποταμὸν τόνδε διαβῆναι. περάσας δὲ καὶ τόνδε, καὶ μέχρι Νίμιος ἑτέρου ποταμοῦ προελθών, Βρακάρων αὐτῷ φερομένην ἀγορὰν ἁρπασάντων ἐστράτευεν ἐπὶ τοὺς Βρακάρους, οἵ εἰσιν ἔθνος μαχιμώτατον, καὶ ἅμα ταῖς γυναιξὶν ὡπλισμέναις καὶ οἵδε ἐμάχοντο, καὶ προθύμως ἔθνησκον, οὐκ ἐπιστρεφόμενος αὐτῶν οὐδείς, οὐδὲ τὰ νῶτα δεικνύς, οὐδὲ φωνὴν ἀφιέντες. ὅσαι δὲ κατήγοντο τῶν γυναικῶν, αἱ μὲν αὑτὰς διεχρῶντο, αἱ δὲ καὶ τῶν τέκνων αὐτόχειρες ἐγίνοντο, χαίρουσαι τῷ θανάτῳ μᾶλλον τῆς αἰχμαλωσίας. εἰσὶ δέ τινες τῶν πόλεων αἳ τότε μὲν τῷ Βρούτῳ προσετίθεντο, οὐ πολὺ δʼ ὕστερον ἀφίσταντο. καὶ αὐτὰς ὁ Βροῦτος κατεστρέφετο αὖθις.

ἐπὶ δὲ Ταλάβριγα πόλιν ἐλθών, ἣ πολλάκις μὲν αὐτῷ συνετέθειτο, πολλάκις δὲ ἀποστᾶσα ἠνώχλει, παρακαλούντων αὐτὸν καὶ τότε τῶν Ταλαβρίγων καὶ διδόντων αὑτοὺς ἐς ὅ τι χρῄζοι, πρῶτα μὲν τοὺς αὐτομόλους Ῥωμαίων ᾔτει καὶ τὰ αἰχμάλωτα, καὶ ὅπλα ὅσα εἶχον, καὶ ὅμηρα ἐπὶ τούτοις, εἶτʼ αὐτοὺς ἐκέλευσε σὺν παισὶ καὶ γυναιξὶν ἐκλιπεῖν τὴν πόλιν. ὡς δὲ καὶ τοῦθʼ ὑπέστησαν, τὴν στρατιὰν αὐτοῖς περιστήσας ἐδημηγόρει, καταλέγων ὁσάκις ἀποσταῖεν καὶ ὅσους πολέμους πολεμήσειαν αὐτῷ. φόβον δὲ καὶ δόξαν ἐμφήνας ἐργασομένου τι δεινόν, ἐπὶ τῶν ὀνειδῶν ἔληξε, καὶ τοὺς μὲν ἵππους αὐτῶν καὶ τὸν σῖτον καὶ χρήματα ὅσα κοινὰ ἦν, ἢ εἴ τις ἄλλη δημοσία παρασκευή, πάντα περιεῖλε, τὴν δὲ πόλιν αὖθις οἰκεῖν ἔδωκεν ἐξ ἀέλπτου. τοσάδε μὲν δὴ Βροῦτος ἐργασάμενος ἐς Ῥώμην ἀπῄει. καὶ αὐτὰ ἐς τὴν Οὐριάτθου γραφὴν συνήγαγον, ἐν τῷ αὐτῷ χρόνῳ διὰ τὸν ἐκείνου ζῆλον ὑπὸ λῃστηρίων ἄλλων ἀρξάμενα γίγνεσθαι.

Οὐρίατθος δὲ Καιπίωνι περὶ συμβάσεων τοὺς πιστοτάτους αὑτῷ φίλους ἐπέπεμπεν, Αὔδακα καὶ Διτάλκωνα καὶ Μίνουρον, οἳ διαφθαρέντες ὑπὸ τοῦ Καιπίωνος δώροις τε μεγάλοις καὶ ὑποσχέσεσι πολλαῖς ὑπέστησαν αὐτῷ κτενεῖν τὸν Οὐρίατθον. καὶ ἔκτειναν ὧδε. ὀλιγοϋπνότατος ἦν διὰ φροντίδα καὶ πόνους ὁ Οὐρίατθος, καὶ τὰ πολλὰ ἔνοπλος ἀνεπαύετο, ἵνα ἐξεγρόμενος εὐθὺς ἐς πάντα ἕτοιμος εἴη. τοῖς οὖν φίλοις ἐξῆν καὶ νυκτερεύοντι ἐντυγχάνειν. ᾧ δὴ καὶ τότε ἔθει οἱ περὶ τὸν Αὔδακα φυλάξαντες αὐτόν, ἀρχομένου ὕπνου παρῆλθον ἐς τὴν σκηνὴν ὡς δή τινος ἐπείγοντος, καὶ κεντοῦσιν ὡπλισμένον ἐς τὴν σφαγήν· οὐ γὰρ ἦν ἄλλοθι. οὐδεμιᾶς δʼ αἰσθήσεως γενομένης διὰ τὴν τῆς πληγῆς εὐκαιρίαν, διέδρασαν ἐς Καιπίωνα καὶ τὰς δωρεὰς ᾔτουν. ὁ δʼ αὐτίκα μὲν αὐτοῖς ἔδωκεν ἀδεῶς ἔχειν ὅσα ἔχουσι, περὶ δὲ ὧν ᾔτουν, ἐς Ῥώμην αὐτοὺς ἔπεμπεν. οἱ δὲ θεραπευτῆρες Οὐριάτθου καὶ ἡ ἄλλη στρατιά, γενομένης ἡμέρας, ἀναπαύεσθαι νομίζοντες αὐτὸν ἐθαύμαζον διὰ τὴν ἀήθειαν, μέχρι τινὲς ἔμαθον ὅτι νεκρὸς κέοιτο ἔνοπλος. καὶ εὐθὺς ἦν οἰμωγή τε καὶ πένθος ἀνὰ τὸ στρατόπεδον, ἀλγούντων τε ἐπʼ ἐκείνῳ καὶ περὶ σφῶν δεδιότων, καὶ ἐνθυμουμένων ἐν οἵοις εἰσὶ κινδύνοις καὶ οἵου στρατηγοῦ στεροῦνται. μάλιστα δὲ αὐτούς, ὅτι τοὺς δράσαντας οὐχ ηὕρισκον, ὑπερήλγυνεν.

Οὐρίατθον μὲν δὴ λαμπρότατα κοσμήσαντες ἐπὶ ὑψηλοτάτης πυρᾶς ἔκαιον, ἱερεῖά τε πολλὰ ἐπέσφαττον αὐτῷ, καὶ κατὰ ἴλας οἵ τε πεζοὶ καὶ οἱ ἱππεῖς ἐν κύκλῳ περιθέοντες αὐτὸν ἔνοπλοι βαρβαρικῶς ἐπῄνουν, μέχρι τε σβεσθῆναι τὸ πῦρ παρεκάθηντο πάντες ἀμφʼ αὐτό. καὶ τῆς ταφῆς ἐκτελεσθείσης, ἀγῶνα μονομάχων ἀνδρῶν ἤγαγον ἐπὶ τοῦ τάφου. τοσοῦτον αὑτοῦ πόθον κατέλιπεν Οὐρίατθος, ἀρχικώτατος μὲν ὡς ἐν βαρβάροις γενόμενος, φιλοκινδυνότατος δʼ ἐς ἅπαντα πρὸ ἁπάντων, καὶ ἰσομοιρότατος ἐν τοῖς κέρδεσιν. οὐ γάρ ποτε πλέον ὑπέστη λαβεῖν, ἀεὶ παρακαλούντων· ὃ δὲ καὶ λάβοι, τοῖς ἀριστεύσασιν ἐδίδου. ὅθεν αὐτῷ, δυσχερέστατον ἔργον καὶ οὐδενί πω στρατηγῶν εὐμαρῶς ἐγγενόμενον, ἔτεσιν ὀκτὼ τοῦδε τοῦ πολέμου παμμιγὴς στρατὸς ἀστασίαστος ἦν καὶ κατήκοος ἀεὶ καὶ ἐς τοὺς κινδύνους ὀξύτατος. τότε δὲ σφῶν Τάνταλον ἑλόμενοι στρατηγεῖν, ἐπὶ Ζάκανθαν ἐφέροντο, ἣν Ἀννίβας καθελὼν ἔκτισε καὶ ἀπὸ τῆς αὑτοῦ πατρίδος Καρχηδόνα προσεῖπεν. ἀποκρουσθεῖσι δʼ αὐτοῖς ἐκεῖθεν, καὶ τὸν Βαῖτιν ποταμὸν περῶσιν, ὁ Καιπίων ἐπέκειτο, μέχρι κάμνων ὁ Τάνταλος αὑτόν τε καὶ τὴν στρατιὰν τῷ Καιπίωνι παρέδωκεν ὡς ὑπηκόοις χρῆσθαι. ὁ δὲ ὅπλα τε αὐτοὺς ἀφείλετο ἅπαντα, καὶ γῆν ἔδωκεν ἱκανήν, ἵνα μὴ λῃστεύοιεν ἐξ ἀπορίας.

ἐπάνεισι δʼ ἐς τὸν Ἀρουακῶν καὶ Νομαντίνων πόλεμον ἡ γραφή, οὓς Οὐρίατθος μὲν ἠρέθισεν ἐς ἀπόστασιν, Καικίλιος δʼ αὐτοῖς Μέτελλος ἀπὸ Ῥώμης ἐπιπεμφθεὶς μετὰ πλέονος στρατοῦ Ἀρουακοὺς μὲν ἐχειρώσατο, σὺν ἐκπλήξει καὶ τάχει θερίζουσιν ἐμπίπτων, Τερμεντία δʼ αὐτῷ καὶ Νομαντία ἔτι ἔλειπον. ἦν δʼ ἡ Νομαντία ποταμοῖς δύο καὶ φάραγξιν ἀπόκρημνος, ὗλαί τε αὐτῇ πυκναὶ περιέκειντο, καὶ μία κάθοδος ἦν ἐς τὸ πεδίον, ἣ τάφρων ἐπεπλήρωτο καὶ στηλῶν. αὐτοὶ δʼ ἦσαν ἄριστοι μὲν ἱππεῖς τε καὶ πεζοί, πάντες δʼ ἀμφὶ τοὺς ὀκτακισχιλίους. καὶ τοσοίδε ὄντες ὅμως ὑπʼ ἀρετῆς ἐς μέγα ἠνώχλησαν τὰ Ῥωμαίων. Μέτελλος μὲν δὴ μετὰ χειμῶνα τὴν στρατιὰν Κοΐντῳ Πομπηίῳ [Αὔλῳ] διαδόχῳ τῆς στρατηγίας οἱ γενομένῳ παρέδωκε, τρισμυρίους πεζοὺς καὶ δισχιλίους ἱππέας ἄριστα γεγυμνασμένους, ὁ δὲ Πομπήιος τῇ Νομαντίᾳ παραστρατοπεδεύων ᾤχετό ποι, καὶ ἱππέας αὐτοῦ μεταθέοντας αὐτὸν οἱ Νομαντῖνοι καταβάντες ἔκτειναν. ἐπανελθὼν οὖν παρέτασσεν ἐς τὸ πεδίον, καὶ οἱ Νομαντῖνοι καταβάντες ὑπεχώρουν κατʼ ὀλίγον οἷα φεύγοντες, μέχρι ταῖς στήλαις καὶ φάραγξιν ὁ Πομπήιος ---

καὶ καθʼ ἡμέραν ἐν ταῖς ἀκροβολίαις ἐλασσούμενος ὑπʼ ἀνδρῶν πολὺ ἐλασσόνων, μετέβαινεν ἐπὶ Τερμεντίαν ὡς εὐχερέστερον ἔργον. ὡς δὲ καὶ τῇδε συμβαλὼν ἑπτακοσίους τε ἀπώλεσε, καὶ τὸν τὴν ἀγορὰν αὐτῷ φέροντα χιλίαρχον οἱ Τερμεντεῖς ἐτρέψαντο, καὶ τρίτῃ πείρᾳ κατὰ τὴν αὐτὴν ἡμέραν ἐς ἀπόκρημνα τοὺς Ῥωμαίους συνελάσαντες πολλοὺς αὐτῶν πεζούς τε καὶ ἱππέας αὐτοῖς ἵπποις κατέωσαν ἐς τὰ ἀπόκρημνα, περιφόβως ἔχοντες οἱ λοιποὶ διενυκτέρευον ἔνοπλοι, καὶ ἅμα ἕῳ προσιόντων τῶν πολεμίων ἐκταξάμενοι τὴν ἡμέραν ὅλην ἠγωνίζοντο ἀγχωμάλως, καὶ διεκρίθησαν ὑπὸ νυκτός. ὅθεν ὁ Πομπήιος ἐπὶ πολίχνης Μαλίας ἤλασεν, ἣν ἐφρούρουν οἱ Νομαντῖνοι. καὶ οἱ Μαλιεῖς τοὺς φρουροὺς ἀνελόντες ἐξ ἐνέδρας, παρέδοσαν τὸ πολίχνιον τῷ Πομπηίῳ. ὁ δὲ τά τε ὅπλα αὐτοὺς καὶ ὅμηρα αἰτήσας, μετῆλθεν ἐπὶ Σηδητανίαν, ἣν ἐδῄου λῄσταρχος ὄνομα Ταγγῖνος· καὶ αὐτὸν ὁ Πομπήιος ἐνίκα, καὶ πολλοὺς ἔλαβεν αἰχμαλώτους. τοσοῦτον δʼ ἦν φρονήματος ἐν τοῖς λῃσταῖς ὥστε τῶν αἰχμαλώτων οὐδεὶς ὑπέμεινε δουλεύειν, ἀλλʼ οἱ μὲν αὑτοὺς οἱ δὲ τοὺς πριαμένους ἀνῄρουν, οἱ δὲ τὰς ναῦς ἐν τῷ διάπλῳ διετίτρων.

ὁ δὲ Πομπήιος αὖθις ἐλάσας ἐπὶ Νομαντίαν, ποταμόν τινα μετωχέτευεν ἐς τὸ πεδίον ὡς λιμῷ πιέσων τὴν πόλιν. οἱ δὲ ἐργαζομένῳ τε ἐπέκειντο, καὶ σαλπικτῶν χωρὶς ἐκτρέχοντες ἀθρόοι τοὺς ὀχετεύοντας ἠνώχλουν. ἔβαλλον δὲ καὶ τοὺς ἀπὸ τοῦ χάρακος ἐπιβοηθοῦντας, ἕως κατέκλεισαν ἐς τὸ στρατόπεδον. καὶ σιτολογοῦσιν ἑτέροις ἐπιδραμόντες καὶ τῶνδε πολλοὺς διέφθειραν, Ὄππιόν τε χιλίαρχον ἐπʼ αὐτοῖς ἀνεῖλον. καὶ κατʼ ἄλλο μέρος τάφρον ὀρύσσουσι Ῥωμαίοις ἐπιδραμόντες ἔκτειναν ἐς τετρακοσίους, καὶ τὸν ἡγούμενον αὐτῶν. ἐφʼ οἷς τῷ τε Πομπηίῳ σύμβουλοι παρῆσαν ἐκ Ῥώμης, καὶ τοῖς στρατιώταις (ἓξ γὰρ ἔτη διεληλύθει στρατευομένοις) διάδοχοι νεοκατάγραφοί τε καὶ ἔτι ἀγύμναστοι καὶ ἀπειροπόλεμοι. μεθʼ ὧν ὁ Πομπήιος αἰδούμενός τε τὰ ἐπταισμένα, καὶ ἐπειγόμενος τὴν αἰσχύνην ἀναλαβεῖν, ἐπέμενε χειμῶνος ἐν τῷ στρατοπέδῳ. καὶ οἱ στρατιῶται κρύους τε ὄντος ἐν ἀστέγῳ σταθμεύοντες, καὶ πρῶτον ἄρτι πειρώμενοι τοῦ περὶ τὴν χώραν ὕδατός τε καὶ ἀέρος, κατὰ γαστέρα ἔκαμνον, καὶ διεφθείροντο ἔνιοι. μέρους δὲ ἐπὶ σῖτον οἰχομένου, κρύψαντες ἐνέδραν οἱ Νομαντῖνοι παρʼ αὐτὸ τὸ Ῥωμαίων στρατόπεδον ἠκροβολίζοντο ἐρεθίζοντες, ἕως οἱ μὲν οὐ φέροντες ἐπεξῄεσαν, οἱ δʼ ἐκ τῆς ἐνέδρας ἀνίσταντο· καὶ Ῥωμαῖοι πολλοὶ μὲν ἐκ τοῦ πλήθους, πολλοὶ δὲ τῶν ἐπιφανῶν ἀπέθανον· οἱ δὲ Νομαντῖνοι καὶ τοῖς τὸν σῖτον φέρουσιν ἀπαντήσαντες ἔκτειναν καὶ τῶνδε πολλούς.

καὶ ὁ Πομπήιος τοσοῖσδε συνενεχθεὶς κακοῖς ἐς τὰς πόλεις μετὰ τῶν συμβούλων ἀνεζεύγνυ, χειμάσων τὸ ἐπίλοιπον, τοῦ ἦρος προσδοκῶν ἥξειν οἱ διάδοχον. καὶ δεδιὼς κατηγορίαν, ἔπρασσεν ἐς τοὺς Νομαντίνους κρύφα τοῦ πολέμου διαλύσεις. οἱ δὲ καὶ αὐτοὶ κάμνοντες ἤδη φόνῳ τε πολλῷ ἀρίστων καὶ γῆς ἀργίᾳ καὶ τροφῶν ἀπορίᾳ καὶ μήκει τοῦ πολέμου, μακροῦ παρὰ προσδοκίαν γεγονότος, ἐπρέσβευον ἐς Πομπήιον. ὁ δὲ ἐς μὲν τὸ φανερὸν ἐκέλευεν αὑτοὺς Ῥωμαίοις ἐπιτρέπειν (οὐ γὰρ εἰδέναι σύνθήκας ἑτέρας Ῥωμαίων ἀξίας), λάθρᾳ δʼ ὑπισχνεῖτο ἃ ἔμελλε ποιήσειν. καὶ συνθεμένων ἐκείνων καὶ ἐπιτρεψάντων ἑαυτούς, ὅμηρά τε καὶ αἰχμάλωτα ᾔτησε καὶ τοὺς αὐτομόλους, καὶ πάντα ἔλαβεν. ᾔτησε δὲ καὶ ἀργυρίου τάλαντα τριάκοντα· ὧν μέρος αὐτίκα ἔδοσαν οἱ Νομαντῖνοι, καὶ τὰ λοιπὰ ὁ Πομτήιος ἀνέμενεν, παραγενομένου δʼ αὐτῷ διαδόχου Μάρκου Ποπιλίου Λαίνα, οἱ μὲν ἔφερον τὰ λοιπὰ τῶν χρημάτων, ὁ δʼ ἀπηλλαγμένος μὲν τοῦ περὶ τοῦ πολέμου δέους τῷ παρεῖναι τὸν διάδοχον, τὰς δὲ συνθήκας εἰδὼς αἰσχράς τε καὶ ἄνευ Ῥωμαίων γενομένας, ἠρνεῖτο μὴ συνθέσθαι τοῖς Νομαντίνοις. καὶ οἱ μὲν αὐτὸν ἤλεγχον ἐπὶ μάρτυσι τοῖς τότε παρατυχοῦσιν ἀπό τε βουλῆς καὶ ἱππάρχοις καὶ χιλιάρχοις αὐτοῦ Πομπηίου, ὁ δὲ Ποπίλιος αὐτοὺς ἐς Ῥώμην ἔπεμπε δικασομένους τῷ Πομπηίῳ. κρίσεως δʼ ἐν τῇ βουλῇ γενομένης, Νομαντῖνοι μὲν καὶ Πομπήιος ἐς ἀντιλογίαν ἦλθον, τῇ βουλῇ δʼ ἔδοξε πολεμεῖν Νομαντίνοις. καὶ ὁ Ποπίλιος ἐνέβαλεν ἐς τοὺς γείτονας αὐτῶν Λούσονας, οὐδὲν δʼ ἐργασάμενος (ἧκε γὰρ αὐτῷ διάδοχος ἐπὶ τὴν στρατηγίαν Ὁστίλιος Μαγκῖνος) ἀνέζευξεν ἐς Ῥώμην.