Wars in Spain

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

Ορος ἐστὶ Πυρήνη διῆκον ἀπὸ τῆς Τυρρηνικῆς θαλάσσης ἐπὶ τὸν βόρειον ὠκεανόν, οἰκοῦσι δʼ αὐτοῦ πρὸς μὲν ἕω Κελτοί, ὅσοι Γαλάται τε καὶ Γάλλοι νῦν προσαγορεύονται, πρὸς δὲ δύσεων Ἴβηρές τε καὶ Κελτίβηρες, ἀρχόμενοι μὲν ἀπὸ τοῦ Τυρρηνικοῦ πελάγους, περιιόντες δʼ ἐν κύκλῳ διὰ τῶν Ἡρακλείων στηλῶν ἐπὶ τὸν βόρειον ὠκεανόν. οὕτως ἐστὶν ἡ Ἰβηρία περίκλυστος, ὅτι μὴ τῇ Πυρήνῃ μόνῃ, μεγίστῳ τῶν Εὐρωπαίων ὀρῶν καὶ ἰθυτάτῳ σχεδὸν ἁπάντων· τοῦ δὲ περίπλου τοῦδε τὸ μὲν Τυρρηνικὸν πέλαγος διαπλέουσιν ἐπὶ τὰς στήλας τὰς Ἡρακλείους, τὸν δʼ ἑσπέριον καὶ τὸν βόρειον ὠκεανὸν οὐ περῶσιν, ὅτι μὴ πορθμεύεσθαι μόνον ἐπὶ Βρεττανούς, καὶ τοῦτς ταῖς ἀμπώτεσι τοῦ πελάγους συμφερόμενοι· ἔστι δʼ αὐτοῖς ὁ διάπλους ἥμισυ ἡμέρας, καὶ τὰ λοιπὰ οὔτε Ῥωμαῖοι οὔτε τὰ ἔθνη τὰ ὑπὸ Ῥωμαίοις πειρῶνται τοῦδε τοῦ ὠκεανοῦ. μέγεθος δὲ τῆς Ἰβηρίας, τῆς Ἱσπανίας νῦν ὑπὸ τινῶν ἀντὶ Ἰβηρίας λεγομένης, ἐστὶ πολὺ καὶ ἄπιστον ὡς ἐν χώρᾳ μιᾷ, ὅπου τὸ πλάτος μυρίους σταδίους ἀριθμοῦσι, καὶ ἔστιν αὐτῇ τὸ πλάτος ἀντὶ μήκους. ἔθνη τε πολλὰ καὶ πολυώνυμα αὐτὴν οἰκεῖ, καὶ ποταμοὶ πολλοὶ ῥέουσι ναυσίποροι.

οἵ τινες δʼ αὐτὴν οἰκῆσαι πρῶτοι νομίζονται, καὶ οἳ μετʼ ἐκείνους κατέσχον, οὐ πάνυ μοι ταῦτα φροντίζειν ἀρέσκει, μόνα τὰ Ῥωμαίων συγγράφοντι, πλὴν ὅτι Κελτοί μοι δοκοῦσί ποτε, τὴν Πυρήνην ὑπερβάντες, αὐτοῖς συνοικῆσαι, ὅθεν ἄρα καὶ τὸ Κελτιβήρων ὄνομα ἐρρύη. δοκοῦσι δέ μοι καὶ Φοίνικες, ἐς Ἰβηρίαν ἐκ πολλοῦ θαμινὰ ἐπʼ ἐμπορίᾳ διαπλέοντες, οἰκῆσαί τινα τῆς Ἰβηρίας, Ἕλληνές τε ὁμοίως, ἐς Ταρτησσὸν καὶ Ἀργανθώνιον Ταρτησσοῦ βασιλέα πλέοντες, ἐμμεῖναι καὶ τῶνδέ τινες ἐν Ἰβηρίᾳ· ἡ γὰρ Ἀργανθωνίου βασιλεία ἐν Ἴβηρσιν ἦν. καὶ Ταρτησσός μοι δοκεῖ τότε εἶναι πόλις ἐπὶ θαλάσσης, ἣ νῦν Καρπησσὸς ὀνομάζεται. τό τε τοῦ Ἡρακλέους ἱερὸν τὸ ἐν στήλαις Φοίνικές μοι δοκοῦσιν ἱδρύσασθαι· καὶ θρησκεύεται νῦν ἔτι φοινικικῶς, ὅ τε θεὸς αὐτοῖς οὐχ ὁ Θηβαῖός ἐστιν ἀλλʼ ὁ Τυρίων. ταῦτα μὲν δὴ τοῖς παλαιολογοῦσι μεθείσθω.

τὴν δὲ γῆν τήνδε εὐδαίμονα οὖσαν καὶ μεγάλων ἀγαθῶν γέμουσαν Καρχηδόνιοι πρὸ Ῥωμαίων ἤρξαντο πολυπραγμονεῖν, καὶ μέρος αὐτῆς τὸ μὲν εἶχον ἤδη, τὸ δʼ ἐπόρθουν, μέχρι Ῥωμαῖοι σφᾶς ἐκβαλόντες, ἃ μὲν εἶχον οἱ Καρχηδόνιοι τῆς Ἰβηρίας, ἔσχον αὐτίκα, τὰ δὲ λοιπὰ σὺν χρόνῳ πολλῷ καὶ πόνῳ λαμβανόμενά τε ὑπὸ σφῶν καὶ πολλάκις ἀφιστάμενα χειρωσάμενοι διεῖλον ἐς τρία, καὶ στρατηγοὺς ἐς αὐτὰ πέμπουσι τρεῖς. ὅπως δʼ εἷλον ἕκαστα, καὶ ὅπως Καρχηδονίοις τε περὶ αὐτῶν καὶ μετὰ Καρχηδονίους Ἴβηρσι καὶ Κελτίβηρσιν ἐπολέμησαν, δηλώσει τόδε τὸ βιβλίον, μοῖραν μὲν ἐς Καρχηδονίους τὴν πρώτην ἔχον· ὅτι δὲ καὶ τοῦτο περὶ Ἰβηρίας ἦν, ἀνάγκη μοι συνενεγκεῖν ἐς τὴν Ἰβηρικὴν συγγραφὴν ἐγένετο, ᾧ λόγῳ καὶ τὰ περὶ Σικελίας Ῥωμαίοις καὶ Καρχηδονίοις ἐς ἀλλήλους γενόμενα, ἀρξάμενα Ῥωμαίοις τῆς ἐς Σικελίαν παρόδου τε καὶ ἀρχῆς ἐς τὴν Σικελικὴν συνενήνεκται γραφήν.