Epitome

Apollodorus

Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921

Ποδαλείριος δὲ ἀφικόμενος εἰς Δελφοὺς ἐχρᾶτο ποῦ κατοικήσει· χρησμοῦ δὲ δοθέντος, εἰς ἣν πόλιν τοῦ περιέχοντος οὐρανοῦ πεσόντος οὐδὲν πείσεται, τῆς Καρικῆς Χερρονήσου τὸν πέριξ οὐρανοῦ κυκλούμενον ὄρεσι τόπον κατῴκησεν.

Ἀμφίλοχος δὲ ὁ Ἀλκμαίωνος, κατά τινας ὕστερον παραγενόμενος εἰς Τροίαν, κατὰ τὸν χειμῶνα ἀπερρίφη πρὸς Μόψον, καί, ὥς τινες λέγουσιν, ὑπὲρ τῆς βασιλείας μονομαχοῦντες ἔκτειναν ἀλλήλους.

266

Λοκροὶ δὲ μόλις τὴν ἑαυτῶν καταλαβόντες, ἐπεὶ μετὰ τρίτον ἔτος τὴν Λοκρίδα κατέσχε φθορά, δέχονται χρησμὸν ἐξιλάσασθαι τὴν ἐν Ἰλίῳ Ἀθηνᾶν καὶ δύο παρθένους πέμπειν ἱκέτιδας ἐπὶ ἔτη χίλια. καὶ λαγχάνουσι πρῶται Περίβοια καὶ Κλεοπάτρα.

αὗται δὲ εἰς Τροίαν ἀφικόμεναι, διωκόμεναι παρὰ τῶν ἐγχωρίων εἰς τὸ ἱερὸν κατέρχονται· καὶ τῇ μὲν θεᾷ οὐ προσήρχοντο, τὸ δὲ ἱερὸν ἔσαιρόν τε καὶ ἔρραινον· ἐκτὸς δὲ τοῦ νεὼ οὐκ ἐξῄεσαν, κεκαρμέναι δὲ ἦσαν καὶ μονοχίτωνες

268
καὶ ἀνυπόδετοι.

τῶν δὲ πρώτων ἀποθανουσῶν ἄλλας ἔπεμπον· εἰσῄεσαν δὲ εἰς τὴν πόλιν νύκτωρ, ἵνα μὴ φανεῖσαι τοῦ τεμένους ἔξω φονευθῶσι· μετέπειτα δὲ βρέφη μετὰ τροφῶν ἔπεμπον. χιλίων δὲ ἐτῶν παρελθόντων μετὰ τὸν Φωκικὸν πόλεμον ἱκέτιδας ἐπαύσαντο πέμποντες.

Ἀγαμέμνων δὲ καταντήσας εἰς Μυκήνας μετὰ Κασάνδρας ἀναιρεῖται ὑπὸ Αἰγίσθου καὶ Κλυταιμνήστρας· δίδωσι γὰρ αὐτῷ χιτῶνα ἄχειρα καὶ ἀτράχηλον, καὶ τοῦτον ἐνδυόμενος φονεύεται, καὶ βασιλεύει Μυκηνῶν Αἴγισθος· κτείνουσι δὲ καὶ

270
Κασάνδραν.

Ἠλέκτρα δὲ μία τῶν Ἀγαμέμνονος θυγατέρων Ὀρέστην τὸν ἀδελφὸν ἐκκλέπτει καὶ δίδωσι Στροφίῳ Φωκεῖ τρέφειν, ὁ δὲ αὐτὸν ἐκτρέφει μετὰ Πυλάδου παιδὸς ἰδίου. τελειωθεὶς δὲ Ὀρέστης εἰς Δελφοὺς παραγίνεται καὶ τὸν θεὸν ἐρωτᾷ, εἰ τοὺς αὐτόχειρας τοῦ πατρὸς μετέλθοι.

τοῦτο δὲ τοῦ θεοῦ ἐπιτρέποντος ἀπέρχεται εἰς Μυκήνας μετὰ Πυλάδου λαθραίως καὶ κτείνει τήν τε μητέρα καὶ τὸν Αἴγισθον, καὶ μετʼ οὐ πολὺ μανίᾳ κατασχεθεὶς ὑπὸ Ἐρινύων διωκόμενος εἰς Ἀθήνας παραγίνεται καὶ κρίνεται ἐν Ἀρείῳ πάγῳ,ὡς μὲν λέγουσί τινες ὑπὸ Ἐρινύων, ὡς δέ τινες ὑπὸ Τυνδάρεω, ὡς δέ τινες ὑπὸ Ἠριγόνης τῆς Αἰγίσθου καὶ Κλυταιμνήστρας, καὶ κριθεὶς ἴσων γενομένων τῶν ψήφων ἀπολύεται.

272

ἐρομένῳ δὲ αὐτῷ, πῶς ἂν ἀπαλλαγείη τῆς νόσου, ὁ θεὸς εἶπεν, εἰ τὸ ἐν Ταύροις ξόανον μετακομίσειεν.οἱ δὲ Ταῦροι μοῖρά ἐστι Σκυθῶν, οἳ τοὺς ξένους φονεύουσι καὶ εἰς τὸ ἱερὸν πῦρ ῥίπτουσι. τοῦτο ἦν ἐν τῷ τεμένει διά τινος πέτρας ἀναφερόμενον ἐξ Ἅιδου.

παραγενόμενος οὖν εἰς

274
Ταύρους Ὀρέστης μετὰ Πυλάδου φωραθεὶς ἑάλω καὶ ἄγεται πρὸς Θόαντα τὸν βασιλέα δέσμιος, ὁ δὲ ἀμφοτέρους πρὸς τὴν ἱέρειαν ἀποστέλλει. ἐπιγνωσθεὶς δὲ ὑπὸ τῆς ἀδελφῆς ἱερὰ ποιούσης ἐν Ταύροις, ἄρας τὸ ξόανον σὺν αὐτῇ φεύγει.κομισθὲν δὲ εἰς Ἀθήνας νῦν λέγεται τὸ τῆς Ταυροπόλου· ἔνιοι δὲ αὐτὸν κατὰ χειμῶνα
276
προσενεχθῆναι τῇ νήσῳ Ῥόδῳ λέγουσιν--- αὐτὸν καὶ κατὰ χρησμὸν ἐν τείχει καθοσιωθῆναι.

καὶ δὴ ἐλθὼν εἰς Μυκήνας Πυλάδῃ μὲν τὴν ἀδελφὴν Ἠλέκτραν συζεύγνυσιν, αὐτὸς δὲ γήμας Ἑρμιόνην, ἢ κατά τινας Ἠριγόνην, τεκνοῖ Τισαμενόν,καὶ δηχθεὶς ὑπὸ ὄφεως ἐν Ὀρεστείῳ τῆς Ἀρκαδίας θνήσκει.

278

Μενέλαος δὲ πέντε ναῦς τὰς πάσας ἔχων μεθʼ ἑαυτοῦ προσσχὼν Σουνίῳ τῆς Ἀττικῆς ἀκρωτηρίῳ κἀκεῖθεν εἰς Κρήτην ἀπορριφεὶς πάλιν ὑπὸ ἀνέμων μακρὰν ἀπωθεῖται, καὶ πλανώμενος ἀνά τε Λιβύην καὶ Φοινίκην καὶ Κύπρον καὶ Αἴγυπτον πολλὰ συναθροίζει χρήματα. καὶ κατά τινας εὑρίσκεται παρὰ Πρωτεῖ τῷ τῶν Αἰγυπτίων βασιλεῖ Ἑλένη, μέχρι τότε εἴδωλον ἐκ νεφῶν ἐσχηκότος τοῦ Μενελάου. ὀκτὼ δὲ πλανηθεὶς ἔτη κατέπλευσεν εἰς Μυκήνας, κἀκεῖ κατέλαβεν Ὀρέστην μετεληλυθότα τὸν τοῦ πατρὸς φόνον. ἐλθὼν δὲ εἰς Σπάρτην τὴν ἰδίαν ἐκτήσατο βασιλείαν. καὶἀποθανατισθεὶς ὑπὸ Ἥρας εἰς τὸ Ἠλύσιον ἦλθε πεδίον μεθʼ Ἑλένης.

ὁ δὲ Ὀδυσσεύς, ὡς μὲν ἔνιοι λέγουσιν, ἐπλανᾶτο κατὰ Λιβύην, ὡς δὲ ἔνιοι κατὰ Σικελίαν,

280
ὡς δὲ ἄλλοι κατὰ τὸν Ὠκεανὸν ἢ κατὰ τὸ Τυρρηνικὸν πέλαγος.

ἀναχθεὶς δὲ ἀπὸ Ἰλίου προσίσχει πόλει Κικόνων Ἰσμάρῳ καὶ ταύτην αἱρεῖ πολεμῶν καὶ λαφυραγωγεῖ, μόνου φεισάμενος Μάρωνος, ὃς ἦν ἱερεὺς Ἀπόλλωνος. αἰσθόμενοι δὲ οἱ τὴν ἤπειρον οἰκοῦντες Κίκονες σὺν ὅπλοις ἐπʼ αὐτὸν παραγίνονται· ἀφʼ ἑκάστης δὲ νεὼς ἓξ ἀποβαλὼν ἄνδρας ἀναχθεὶς ἔφευγε.

καὶ καταντᾷ εἰς τὴν Λωτοφάγων χώραν καὶ πέμπει τινὰς μαθησομένους τοὺς κατοικοῦντας· οἱ δὲ γευσάμενοι τοῦ λωτοῦ κατέμειναν· ἐφύετο γὰρ ἐν τῇ χώρᾳ καρπὸς ἡδὺς λεγόμενος λωτός, ὃς τῷ γευσαμένῳ πάντων ἐποίει λήθην. Ὀδυσσεὺς δὲ αἰσθόμενος, τοὺς λοιποὺς κατασχών, τοὺς γευσαμένους μετὰ βίας ἐπὶ τὰς ναῦς ἄγει, καὶ προσπλεύσας τῇ Κυκλώπων γῇ προσπελάζει.

καταλιπὼν δὲ τὰς λοιπὰς ναῦς ἐν τῇ πλησίον νήσῳ, μίαν ἔχων τῇ Κυκλώπων γῇ προσπελάζει, μετὰ δώδεκα ἑταίρων ἀποβὰς τῆς νεώς. ἔστι δὲ τῆς θαλάσσης πλησίον ἄντρον, εἰς ὃ ἔρχεται ἔχων

282
ἀσκὸν οἴνου τὸν ὑπὸ Μάρωνος αὐτῷ δοθέντα. ἦν δὲ Πολυφήμου τὸ ἄντρον, ὃς ἦν Ποσειδῶνος καὶ Θοώσης νύμφης, ἀνὴρ ὑπερμεγέθης ἄγριος ἀνδροφάγος, ἔχων ἕνα ὀφθαλμὸν ἐπὶ τοῦ μετώπου.

ἀνακαύσαντες δὲ πῦρ καὶ τῶν ἐρίφων θύσαντες εὐωχοῦντο. ἐλθὼν δὲ ὁ Κύκλωψ καὶ εἰσελάσας τὰ ποίμνια τῇ μὲν θύρᾳ προσέθηκε πέτρον ὑπερμεγέθη καὶ θεασάμενος αὐτοὺς ἐνίους κατήσθιεν.

Ὀδυσσεὺς δὲ αὐτῷ δίδωσιν ἐκ τοῦ Μάρωνος οἴνου πιεῖν· ὁ δὲ πιὼν πάλιν ᾔτησε, καὶ πιὼν τὸ δεύτερον ἐπηρώτα τὸ ὄνομα. τοῦ δὲ εἰπόντος ὅτι Οὔτις καλεῖται, Οὔτιν ἠπείλει ὕστερον ἀναλῶσαι, τοὺς δὲ ἄλλους ἔμπροσθεν, καὶ τοῦτο αὐτῷ ξένιον ἀποδώσειν ὑπέσχετο. κατασχεθεὶς δὲ ὑπὸ μέθης ἐκοιμήθη.

Ὀδυσσεὺς δὲ εὑρὼν ῥόπαλον κείμενον σὺν τέσσαρσιν ἑταίροις ἀπώξυνε καὶ πυρώσας ἐξετύφλωσεν αὐτόν. ἐπιβοωμένου δὲ Πολυφήμου τοὺς πέριξ Κύκλωπας, παραγενόμενοι ἐπηρώτων τίς αὐτὸν ἀδικεῖ. τοῦ δὲ εἰπόντος Οὔτις, νομίσαντες αὐτὸν λέγειν ὑπὸ μηδενός ἀνεχώρησαν.

ἐπιζητούντων δὲ τῶν ποιμνίων τὴν συνήθη νομήν, ἀνοίξας καὶ ἐπὶ τοῦ προθύρου στὰς τὰς χεῖρας ἐκπετάσας ἐψηλάφα τὰ ποίμνια. Ὀδυσσεὺς δὲ τρεῖς κριοὺς ὁμοῦ συνδέων--- καὶ αὐτὸς τῷ μείζονι ὑποδύς, ὑπὸ τὴν γαστέρα κρυβείς, σὺν τοῖς ποιμνίοις ἐξῆλθε, καὶ λύσας τοὺς ἑταίρους τῶν ποιμνίων, ἐπὶ τὰς ναῦς ἐλάσας ἀποπλέων ἀνεβόησε Κύκλωπι ὡς Ὀδυσσεὺς εἴη καὶ ἐκπεφεύγοι

284
τὰς ἐκείνου χεῖρας.