Epitome
Apollodorus
Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921
αἱρεῖ δὲ καὶ Λέσβον καὶ Φώκαιαν, εἶτα Κολοφῶνα καὶ Σμύρναν καὶ Κλαζομενὰς καὶ Κύμην, μεθʼ ἃς Αἰγιαλὸν καὶ Τῆνον,τὰς ἑκατὸν καλουμένας πόλεις· εἶτα ἑξῆς Ἀδραμύτιον καὶ Σίδην, εἶτα Ἔνδιον καὶ Λιναῖον καὶ Κολώνην. αἱρεῖ δὲ καὶ Θήβας τὰς Ὑποπλακίας καὶ Λυρνησσόν, ἔτι δὲ καὶ Ἄντανδρον καὶ ἄλλας πολλάς.
ἐνναετοῦς δὲ χρόνου διελθόντος παραγίνονται τοῖς Τρωσὶ σύμμαχοι· ἐκ τῶν περιοίκων πόλεων
ἐκ Ζελίας Πάνδαρος Λυκάονος, ἐξ Ἀδραστείας Ἄδραστος καὶ Ἄμφιος Μέροπος, ἐκ δʼ Ἀρίσβης Ἄσιος Ὑρτάκου, ἐκ Λαρίσσης Ἱππόθοος Πελασγοῦ, ἐκ Μυσίας Χρόμιος καὶ Ἔννομος Ἀρσινόου, Ἀλιζώνων Ὀδίος καὶ Ἐπίστροφος Μηκιστέως, Φρυγῶν Φόρκυς καὶ Ἀσκάνιος Ἀρετάονος, Μαιόνων Μέσθλης καὶ Ἄντιφος Ταλαιμένους, Καρῶν Νάστης καὶ Ἀμφίμαχος Νομίονος, Λυκίων Σαρπηδὼν Διὸς καὶ Γλαῦκος Ἱππολόχου.
Ἀχιλλεὺς δὲ μηνίων ἐπὶ τὸν πόλεμον οὐκ ἐξῄει διὰ Βρισηίδα--- τῆς θυγατρὸς Χρύσου τοῦ ἱερέως. διὸ θαρσήσαντες οἱ βάρβαροι ἐκ τῆς
ὅτι Διομήδης ἀριστεύων Ἀφροδίτην Αἰνείᾳ βοηθοῦσαν τιτρώσκει, καὶ Γλαύκῳ συστάς, ὑπομνησθεὶς πατρῴας φιλίας, ἀλλάσσει τὰ ὅπλα.προκαλουμένου δὲ Ἕκτορος τὸν ἄριστον εἰς μονομαχίαν, πολλῶν ἐλθόντων Αἴας κληρωσάμενος ἀριστεύει· νυκτὸς δὲ ἐπιγενομένης κήρυκες διαλύουσιν αὐτούς.
οἱ δὲ Ἕλληνες πρὸς τοῦ ναυστάθμου τεῖχος ποιοῦνται καὶ τάφρον, καὶ γενομένης μάχης ἐν τῷ πεδίῳ οἱ Τρῶες τοὺς Ἕλληνας εἰς τὸ τεῖχος διώκουσιν· οἱ δὲ πέμπουσι πρὸς Ἀχιλλέα πρέσβεις Ὀδυσσέα καὶ Φοίνικα καὶ Αἴαντα, συμμαχεῖν ἀξιοῦντες καὶ Βρισηίδα καὶ ἄλλα δῶρα ὑπισχνούμενοι.
νυκτὸς δὲ ἐπιγενομένης κατασκόπους πέμπουσιν Ὀδυσσέα καὶ Διομήδην· οἱ δὲ ἀναιροῦσι Δόλωνα τὸν Εὐμήλου καὶ Ῥῆσον τὸν Θρᾷκα (ὃς πρὸ μιᾶς ἡμέρας παραγενόμενος Τρωσὶ σύμμαχος οὐ συμβαλὼν ἀπωτέρω τῆς Τρωικῆς δυνάμεως χωρὶς Ἕκτορος ἐστρατοπέδευσε) τούς τε περὶ αὐτὸν δώδεκα κοιμωμένους κτείνουσι καὶ τοὺς
μεθʼ ἡμέραν δὲ ἰσχυρᾶς μάχης γενομένης, τρωθέντων Ἀγαμέμνονος καὶ Διομήδους Ὀδυσσέως Εὐρυπύλου Μαχάονος καὶ τροπῆς τῶν Ἑλλήνων γενομένης, Ἕκτωρ ῥήξας τὸ τεῖχος εἰσέρχεται καὶ ἀναχωρήσαντος Αἴαντος πῦρ ἐμβάλλει ταῖς ναυσίν.
ὡς δὲ εἶδεν Ἀχιλλεὺς τὴν Πρωτεσιλάου ναῦν καιομένην, ἐκπέμπει Πάτροκλον καθοπλίσας τοῖς ἰδίοις ὅπλοις μετὰ τῶν Μυρμιδόνων, δοὺς αὐτῷ τοὺς ἵππους. ἰδόντες δὲ αὐτὸν οἱ Τρῶες καὶ νομίσαντες Ἀχιλλέα εἶναι εἰς φυγὴν τρέπονται. καταδιώξας δὲ αὐτοὺς εἰς τὸ τεῖχος πολλοὺς ἀναιρεῖ, ἐν οἷς καὶ Σαρπηδόνα τὸν Διός, καὶ ὑφʼ Ἕκτορος ἀναιρεῖται, τρωθεὶς πρότερον ὑπὸ Εὐφόρβου.
μάχης δὲ ἰσχυρᾶς γενομένης περὶ τοῦ νεκροῦ, μόλις Αἴας ἀριστεύσας σώζει τὸ σῶμα. Ἀχιλλεὺς δὲ τὴν ὀργὴν ἀποθέμενος καὶ τὴν Βρισηίδα κομίζεται. καὶ πανοπλίας αὐτῷ κομισθείσης παρὰ Ἡφαίστου, καθοπλισάμενος ἐπὶ τὸν πόλεμον ἐξέρχεται, καὶ συνδιώκει τοὺς Τρῶας ἐπὶ τὸν Σκάμανδρον, κἀκεῖ πολλοὺς μὲν ἄλλους ἀναιρεῖ, κτείνει δὲ καὶ Ἀστεροπαῖον τὸν Πηλεγόνος τοῦ Ἀξιοῦ ποταμοῦ· καὶ αὐτῷ λάβρος ὁ ποταμὸς ἐφορμᾷ. καὶ τούτου μὲν ὁ Ἥφαιστος τὰ ῥεῖθρα ἀναξηραίνει πολλῇ φλογὶ διώξας, ὁ δʼ Ἀχιλλεὺς Ἕκτορα ἐκ
ὅτι Πενθεσίλεια, Ὀτρηρῆς καὶ Ἄρεος, ἀκουσίως Ἱππολύτην κτείνασα καὶ ὑπὸ Πριάμου καθαρθεῖσα, μάχης γενομένης πολλοὺς κτείνει, ἐν οἷς καὶ Μαχάονα· εἶθʼ ὕστερον θνήσκει ὑπὸ Ἀχιλλέως, ὅστις μετὰ θάνατον ἐρασθεὶς τῆς Ἀμαζόνος κτείνει Θερσίτην λοιδοροῦντα αὐτόν.
ἦν δὲ Ἱππολύτη ἡ τοῦ Ἱππολύτου μήτηρ, ἡ καὶ Γλαύκη καὶ Μελανίππη. αὕτη γάρ, ἐπιτελουμένων τῶν γάμων Φαίδρας, ἐπιστᾶσα σὺν ὅπλοις ἅμα ταῖς μεθʼ ἑαυτῆς Ἀμαζόσιν ἔλεγε κτείνειν τοὺς συνανακειμένους Θησεῖ. μάχης οὖν γενομένης ἀπέθανεν, εἴτε ὑπὸ τῆς συμμάχου Πενθεσιλείας ἀκούσης, εἴτε ὑπὸ Θησέως, εἴτε ὅτι οἱ περὶ Θησέα, τὴν τῶν Ἀμαζόνων ἑωρακότες ἐπιστασίαν, κλείσαντες διὰ τάχους τὰς θύρας καὶ ταύτην ἀπολαβόντες ἐντὸς ἀπέκτειναν.
ὅτι Μέμνονα τὸν Τιθωνοῦ καὶ Ἠοῦς μετὰ πολλῆς Αἰθιόπων δυνάμεως παραγενόμενον ἐν Τροίᾳ καθʼ Ἑλλήνων καὶ πολλοὺς τῶν Ἑλλήνων κτείναντα καὶ Ἀντίλοχον κτείνει ὁ Ἀχιλλεύς. διώξας δὲ καὶ τοὺς Τρῶας πρὸς ταῖς Σκαιαῖς
γενομένης δὲ μάχης περὶ τοῦ νεκροῦ, Αἴας Γλαῦκον ἀναιρεῖ, καὶ τὰ ὅπλα δίδωσιν ἐπὶ τὰς ναῦς κομίζειν, τὸ δὲ σῶμα βαστάσας Αἴας βαλλόμενος βέλεσι μέσον τῶν πολεμίων διήνεγκεν, Ὀδυσσέως πρὸς τοὺς ἐπιφερομένους μαχομένου.
Ἀχιλλέως δὲ ἀποθανόντος συμφορᾶς
ἡ δὲ πανοπλία αὐτοῦ τῷ ἀρίστῳ