Epitome

Apollodorus

Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921

ἀναχθέντων δὲ αὐτῶν ἀπʼ Ἄργους καὶ παραγενομένων τὸ δεύτερον εἰς Αὐλίδα,τὸν στόλον ἄπλοια κατεῖχε· Κάλχας δὲ ἔφη οὐκ ἄλλως δύνασθαι πλεῖν αὐτούς, εἰ μὴ τῶν Ἀγαμέμνονος θυγατέρων ἡ κρατιστεύουσα κάλλει σφάγιον Ἀρτέμιδι παραστῇ, διὰ τὸ μηνίειν τὴν θεὸν τῷ Ἀγαμέμνονι, ὅτι τε βαλὼν ἔλαφον εἶπεν· οὐδὲ ἡ Ἄρτεμις, καὶ ὅτι Ἀτρεὺς οὐκ ἔθυσεν αὐτῇ τὴν χρυσῆν ἄρνα.

τοῦ δὲ χρησμοῦ τούτου γενομένου, πέμψας Ἀγαμέμνων πρὸς Κλυταιμνήστραν Ὀδυσσέα καὶ Ταλθύβιον Ἰφιγένειαν ᾔτει, λέγων ὑπεσχῆσθαι δώσειν αὐτὴν Ἀχιλλεῖ γυναῖκα μισθὸν τῆς στρατείας.πεμψάσης δὲ ἐκείνης Ἀγαμέμνων τῷ βωμῷ παραστήσας ἔμελλε σφάζειν,Ἄρτεμις δὲ αὐτὴν ἁρπάσασα

192
εἰς Ταύρους ἱέρειαν ἑαυτῆς κατέστησεν, ἔλαφον ἀντʼ αὐτῆς παραστήσασα τῷ βωμῷ·ὡς δὲ ἔνιοι λέγουσιν, ἀθάνατον αὐτὴν ἐποίησεν.

οἱ δὲ ἀναχθέντες ἐξ Αὐλίδος προσέσχον Τενέδῳ. ταύτης ἐβασίλευε Τένης ὁ Κύκνου καὶ Προκλείας, ὡς δέ τινες Ἀπόλλωνος· οὗτος ὑπὸ τοῦ πατρὸς φυγαδευθεὶς ἐνταῦθα κατῴκει.

Κύκνος γὰρ ἔχων ἐκ Προκλείας τῆς Λαομέδοντος παῖδα μὲν Τένην, θυγατέρα δὲ Ἡμιθέαν, ἐπέγημε τὴν Τραγάσου Φιλονόμην· ἥτις Τένου ἐρασθεῖσα καὶ μὴ πείθουσα καταψεύδεται πρὸς Κύκνον αὐτοῦ φθοράν, καὶ τούτου μάρτυρα παρεῖχεν αὐλητὴν Εὔμολπον ὄνομα.

Κύκνος δὲ πιστεύσας, ἐνθέμενος αὐτὸν μετὰ τῆς ἀδελφῆς εἰς λάρνακα μεθῆκεν εἰς τὸ

194
πέλαγος· προσσχούσης δὲ αὐτῆς Λευκόφρυι νήσῳ ἐκβὰς ὁ Τένης κατῴκησε ταύτην καὶ ἀπʼ αὐτοῦ Τένεδον ἐκάλεσε. Κύκνος δὲ ὕστερον ἐπιγνοὺς τὴν ἀλήθειαν τὸν μὲν αὐλητὴν κατέλευσε, τὴν δὲ γυναῖκα ζῶσαν εἰς γῆν κατέχωσε.

προσπλέοντας οὖν Τενέδῳ τοὺς Ἕλληνας ὁρῶν Τένης ἀπεῖργε βάλλων πέτρους, καὶ ὑπὸ Ἀχιλλέως ξίφει πληγεὶς κατὰ τὸ στῆθος θνήσκει, καίτοι Θέτιδος προειπούσης Ἀχιλλεῖ μὴ κτεῖναι Τένην· τεθνήξεσθαι γὰρ ὑπὸ Ἀπόλλωνος αὐτόν, ἐὰν κτείνῃ Τένην.

τελούντων δὲ αὐτῶν Ἀπόλλωνι θυσίαν, ἐκ τοῦ βωμοῦ προσελθὼν ὕδρος δάκνει Φιλοκτήτην· ἀθεραπεύτου δὲ τοῦ ἕλκους καὶ δυσώδους γενομένου τῆς τε ὀδμῆς οὐκ ἀνεχομένου τοῦ στρατοῦ, Ὀδυσσεὺς αὐτὸν εἰς Λῆμνον μεθʼ ὧν εἶχε τόξων Ἡρακλείων ἐκτίθησι κελεύσαντος Ἀγαμέμνονος. ὁ δὲ ἐκεῖ τὰ πτηνὰ τοξεύων ἐπὶ τῆς ἐρημίας τροφὴν εἶχεν.

196

ἀναχθέντες δὲ ἀπὸ τῆς Τενέδου προσέπλεον Τροίᾳ, καὶ πέμπουσιν Ὀδυσσέα καὶ Μενέλαον τὴν Ἑλένην καὶ τὰ χρήματα ἀπαιτοῦντας. συναθροισθείσης δὲ παρὰ τοῖς Τρωσὶν ἐκκλησίας, οὐ μόνον τὴν Ἑλένην οὐκ ἀπεδίδουν ἀλλὰ καὶ τούτους κτείνειν ἤθελον.

ἀλλὰ τοὺς μὲν ἔσωσεν

198
Ἀντήνωρ, οἱ δὲ Ἕλληνες, ἀχθόμενοι ἐπὶ τῇ τῶν βαρβάρων καταφρονήσει, ἀναλαβόντες τὴν πανοπλίαν ἔπλεον ἐπʼ αὐτούς. Ἀχιλλεῖ δὲ ἐπιστέλλει Θέτις πρῶτον μὴ ἀποβῆναι τῶν νεῶν· τὸν γὰρ ἀποβάντα πρῶτον πρῶτον μέλλειν τελευτήσειν.πυθόμενοι δὲ οἱ βάρβαροι τὸν στόλον ἐπιπλεῖν, σὺν ὅπλοις ἐπὶ τὴν θάλασσαν ὥρμησαν καὶ βάλλοντες πέτροις ἀποβῆναι ἐκώλυον.

τῶν δὲ Ἑλλήνων πρῶτος ἀπέβη τῆς νεὼς Πρωτεσίλαος, καὶ κτείνας οὐκ ὀλίγους τῶν βαρβάρων ὑφʼ Ἕκτορος θνήσκει. τούτου ἡ γυνὴ Λαοδάμεια καὶ μετὰ θάνατον ἤρα, καὶ ποιήσασα εἴδωλον Πρωτεσιλάῳ παραπλήσιον τούτῳ προσωμίλει.Ἑρμῆς δὲ ἐλεησάντων θεῶν ἀνήγαγε Πρωτεσίλαον ἐξ Ἅιδου. Λαοδάμεια δὲ ἰδοῦσα

200
καὶ νομίσασα αὐτὸν ἐκ Τροίας παρεῖναι τότε μὲν ἐχάρη, πάλιν δὲ ἐπαναχθέντος εἰς Ἅιδου ἑαυτὴν ἐφόνευσεν.

Πρωτεσιλάου δὲ τελευτήσαντος, ἐκβαίνει μετὰ Μυρμιδόνων Ἀχιλλεὺς καὶ λίθον βαλὼν εἰς τὴν κεφαλὴν Κύκνου κτείνει. ὡς δὲ τοῦτον νεκρὸν εἶδον οἱ βάρβαροι, φεύγουσιν εἰς τὴν πόλιν, οἱ δὲ Ἕλληνες ἐκπηδήσαντες τῶν νεῶν ἐνέπλησαν σωμάτων τὸ πεδίον. καὶ κατακλείσαντες τοὺς Τρῶας ἐπολιόρκουν·

ἀνέλκουσι δὲ τὰς ναῦς. μὴ θαρρούντων δὲ τῶν βαρβάρων, Ἀχιλλεὺς ἐνεδρεύσας Τρωίλον ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ φονεύει, καὶ νυκτὸς ἐλθὼν ἐπὶ τὴν πόλιν

202
Λυκάονα λαμβάνει. παραλαβὼν δὲ Ἀχιλλεύς τινας τῶν ἀριστέων τὴν χώραν ἐπόρθει, καὶ παραγίνεται εἰς Ἴδην ἐπὶ τὰς Αἰνείου τοῦ Πριάμου βόας. φυγόντος δὲ αὐτοῦ, τοὺς βουκόλους κτείνας καὶ Μήστορα τὸν Πριάμου τὰς βόας ἐλαύνει.

αἱρεῖ δὲ καὶ Λέσβον καὶ Φώκαιαν, εἶτα Κολοφῶνα καὶ Σμύρναν καὶ Κλαζομενὰς καὶ Κύμην, μεθʼ ἃς Αἰγιαλὸν καὶ Τῆνον,τὰς ἑκατὸν καλουμένας πόλεις· εἶτα ἑξῆς Ἀδραμύτιον καὶ Σίδην, εἶτα Ἔνδιον καὶ Λιναῖον καὶ Κολώνην. αἱρεῖ δὲ καὶ Θήβας τὰς Ὑποπλακίας καὶ Λυρνησσόν, ἔτι δὲ καὶ Ἄντανδρον καὶ ἄλλας πολλάς.

ἐνναετοῦς δὲ χρόνου διελθόντος παραγίνονται τοῖς Τρωσὶ σύμμαχοι· ἐκ τῶν περιοίκων πόλεων

204
Αἰνείας Ἀγχίσου καὶ σὺν αὐτῷ Ἀρχέλοχος καὶ Ἀκάμας Ἀντήνορος καὶ Θεανοῦς, Δαρδανίων ἡγούμενοι, Θρᾳκῶν Ἀκάμας Εὐσώρου, Κικόνων Εὔφημος Τροιζήνου, Παιόνων Πυραίχμης, Παφλαγόνων Πυλαιμένης Βιλσάτου,

ἐκ Ζελίας Πάνδαρος Λυκάονος, ἐξ Ἀδραστείας Ἄδραστος καὶ Ἄμφιος Μέροπος, ἐκ δʼ Ἀρίσβης Ἄσιος Ὑρτάκου, ἐκ Λαρίσσης Ἱππόθοος Πελασγοῦ, ἐκ Μυσίας Χρόμιος καὶ Ἔννομος Ἀρσινόου, Ἀλιζώνων Ὀδίος καὶ Ἐπίστροφος Μηκιστέως, Φρυγῶν Φόρκυς καὶ Ἀσκάνιος Ἀρετάονος, Μαιόνων Μέσθλης καὶ Ἄντιφος Ταλαιμένους, Καρῶν Νάστης καὶ Ἀμφίμαχος Νομίονος, Λυκίων Σαρπηδὼν Διὸς καὶ Γλαῦκος Ἱππολόχου.

Ἀχιλλεὺς δὲ μηνίων ἐπὶ τὸν πόλεμον οὐκ ἐξῄει διὰ Βρισηίδα--- τῆς θυγατρὸς Χρύσου τοῦ ἱερέως. διὸ θαρσήσαντες οἱ βάρβαροι ἐκ τῆς

206
πόλεως προῆλθον. καὶ μονομαχεῖ Ἀλέξανδρος πρὸς Μενέλαον, Ἀλέξανδρον δὲ ἡττώμενον ἁρπάζει Ἀφροδίτη. Πάνδαρος δὲ τοξεύσας Μενέλαον τοὺς ὅρκους ἔλυσεν.

ὅτι Διομήδης ἀριστεύων Ἀφροδίτην Αἰνείᾳ βοηθοῦσαν τιτρώσκει, καὶ Γλαύκῳ συστάς, ὑπομνησθεὶς πατρῴας φιλίας, ἀλλάσσει τὰ ὅπλα.προκαλουμένου δὲ Ἕκτορος τὸν ἄριστον εἰς μονομαχίαν, πολλῶν ἐλθόντων Αἴας κληρωσάμενος ἀριστεύει· νυκτὸς δὲ ἐπιγενομένης κήρυκες διαλύουσιν αὐτούς.

οἱ δὲ Ἕλληνες πρὸς τοῦ ναυστάθμου τεῖχος ποιοῦνται καὶ τάφρον, καὶ γενομένης μάχης ἐν τῷ πεδίῳ οἱ Τρῶες τοὺς Ἕλληνας εἰς τὸ τεῖχος διώκουσιν· οἱ δὲ πέμπουσι πρὸς Ἀχιλλέα πρέσβεις Ὀδυσσέα καὶ Φοίνικα καὶ Αἴαντα, συμμαχεῖν ἀξιοῦντες καὶ Βρισηίδα καὶ ἄλλα δῶρα ὑπισχνούμενοι.

νυκτὸς δὲ ἐπιγενομένης κατασκόπους πέμπουσιν Ὀδυσσέα καὶ Διομήδην· οἱ δὲ ἀναιροῦσι Δόλωνα τὸν Εὐμήλου καὶ Ῥῆσον τὸν Θρᾷκα (ὃς πρὸ μιᾶς ἡμέρας παραγενόμενος Τρωσὶ σύμμαχος οὐ συμβαλὼν ἀπωτέρω τῆς Τρωικῆς δυνάμεως χωρὶς Ἕκτορος ἐστρατοπέδευσε) τούς τε περὶ αὐτὸν δώδεκα κοιμωμένους κτείνουσι καὶ τοὺς

208
ἵππους ἐπὶ τὰς ναῦς ἄγουσι.

μεθʼ ἡμέραν δὲ ἰσχυρᾶς μάχης γενομένης, τρωθέντων Ἀγαμέμνονος καὶ Διομήδους Ὀδυσσέως Εὐρυπύλου Μαχάονος καὶ τροπῆς τῶν Ἑλλήνων γενομένης, Ἕκτωρ ῥήξας τὸ τεῖχος εἰσέρχεται καὶ ἀναχωρήσαντος Αἴαντος πῦρ ἐμβάλλει ταῖς ναυσίν.