Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

ὃ δὲ ᾔσχυνε τῇ ἀπειλῇ μόνῃ τὸ ἀκέλευστον αὐτοῦ καὶ τὸ ὑφ’ ἑαυτοῦ βούλεσθαι τὴν πρᾶξιν, ἐπιρραπίζων ἄρα ἐκεῖνος.

καὶ ἀναπείθει ἐπιτολμῆσαι τῷ Λυκίδῃ καὶ τῷ Σώσ, ἐπαίρει δὲ ἅτε φορτηγοὺς τοιοῦτος, ῥᾷστά τε ἀναπείθει, καὶ νυκτὸς γενομένης ἀκράτου.

ἔχεσθαι δὲ αὐτοῦ ἐκέλευσεν, ἵνα μὴ διαδρὰς ἔξω τοῦ στρατοπέδου εἶτα μέντοι ζῶν ἀπέλθῃ καὶ ἐπιχάνῃ.

ὃ δ’ ἐνελόχα τινὰς ἐργαστῆρας ἐκ τῶν ἀγρῶν ἐπανιόντας, καί πως λαθὼν ἐς αὐτὸν ἑρπύσας.

ἐρᾷ αὐτῆς ἀνὴρ Ῥωμαῖος, Ἄππιος ὄνομα, τῶν εὖ γεγονότων.

ἀσπαζόμενος εὐερμίαν καιροῦ, καὶ ἀνάγκης καλούσης μὴ εἴκων κάκῃ.

εὐφημίας χάριν προτιμᾷ τὴν Λακεδαίμονα τὸ θεῖον ἤπερ τῶν Ἀθηναίων βωμοὺς σύμπαντας καὶ νεὼς καὶ ἀγάλματα καὶ ἑκατόμβας καὶ τὸν λοιπὸν φλήναφον τῶν ῥᾳθυμούντων τε καὶ θοινάζειν γλιχομένων. οὐκοῦν διδάσκει ὁ λόγος ὡς ἡ ὄντως εὐσέβεια κοῦφόν ἐστι καὶ σωφροσύνης ἀνάπλεων καὶ ἥκιστα ἀχθεινόν·

εὐφημία γὰρ εὐκολώτατος πόνων.
ἤκουσάς που, ὦ παῖ Ἀρίστωνος, καὶ Εὐριπίδου
εὐφημία γὰρ παρὰ σπονδαῖσι κάλλιστον.

πατρόθεν αὐτὸν καλέσας ὁ ἥρως, ἐς δέον σε εὗρον φησί· βούλομαι γὰρ καλέσαι σ’ ἐς πανθοινίαν.

ὑπὲρ τοῦ τὴν νεολαίαν τὴν Ῥωμαίων ἀξιοζήλως τε καὶ ἀμάχῳ θάρσει διαγωνίζεσθαι.

καὶ ὑπὲρ ὧν ἐδίψη ἀκοῦσαι ἠναίνετο.

ὃ δὲ τὸν θώρακα αὐτοῦ διέρρηξεν, ὃς ἤρκεσέν οἱ ἀμῦναι λυγρὸν ὄλεθρον.

ὅ τε μυστικὸς Ἴακχος ἠκούσθη κατὰ τὴν ναυμαχίαν Περσῶν καὶ Ἑλλήνων.

καὶ μέντοι καὶ ὁ Ἴακχος ἠκούσθη ἐκ τοῦ Θριασίου πεδίου ὑμνούμενός τε καὶ ᾀδόμενος.

θίασόν τε μίμων καὶ κορδακιστῶν περὶ αὑτὸν μάλα πλῆθος εἶχε.

ὃ δὲ μίαν τῶν σχιζῶν ἀνελόμενος καθικνεῖται τἀδελφοῦ· καὶ ὁ μὲν νεκρὸς ἔκειτο.

ὃ δὲ λαθὼν ἑαυτὸν παρῆλθε σὺν τῷ ξίφει, ὅπερ ἐπήγετο διὰ τοὺς κακούργους τοὺς κατὰ τὴν ὁδόν.

ὃ δὲ τούτους συλλαβὼν αἰκίζεται λύμῃ πάσῃ καὶ κατατάσει καὶ στρεβλώσει ποικίλῃ καὶ δικαιώσει τῃ. πρεπωδεστάτῃ, ἐν περιόπτῳ λόφῳ σταυρώσας αὐτούς

ὃ δὲ δεύσας τοῦ αἵματος τοὺς δακτύλους προσέγραψεν.

καί πού τις αὐτῷ κατεσημήνατο δωμάτιον τὰ τιμιώτατα ἔχον.

καὶ τοὺς μὲν ἐπῄνει σφόδρα, τοὺς δὲ κατέτεινε ταῖς κολάσεσι.

εἶτα τῶν φρενῶν ἐξέπλευσε, καὶ μανεὶς ἑαυτὸν μαχαίρᾳ κατεχόρδησε.