Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

πάντα ὅσα ἔδρασεν ἀνεμάξατο τῇ ἑαυτοῦ κεφαλῇ.

καὶ τὸ μὲν ἐπιτήδευμα ἦν ῥίι τωρ, Διοπείθης τὸ ὄνομα. καὶ ἐνέκειντο αὐτῷ, τὴν ἐξ αὐτοῦ προφέροντες καὶ προσείοντες ὡς εἰπεῖν Γοργόνα, καὶ τοῦτον κατεσίγασαν, τὴν ἄλλως πρόλαλον ὄντα καὶ ἰταμόν. λέγει δὲ περὶ Διοπείθους τοῦ Ἀθηναίου, ὃς νόμον εἰσάγει τὸν ἀπὸ τοῦ ἄστεος ἐν Πειραιεῖ μείναντα τοῦτον τεθνάναι. οὗτος οὖν ὠψίσθη ποτὲ ἄκων, καὶ κατέμεινεν ἐν τῷ Πειραιεῖ, καὶ αὐτὸν οἱ ἐχθροὶ ἐς δίκην ὑπάγουσι. διὰ τοῦτο λέγει προσείοντες Γοργόνα.

καὶ τοῦτο δήπου τὸ τοῦ Αἰσχύλου, τοῖς ἑαυτοῦ πτεροῖς περιπεσών, καὶ ἐνσχεθεὶς ταῖς πάγαις ἃς ἄλλοις ὑφῆκε, τὰ ἐκ τοῦ νόμου δικαίως ἔπαθε·

τεύχων ὡς ἑτέρῳ τις ἑῷ κακὸν ἥπατι τεύχει.

οὕτως ἄρα αἱ ἰσχυραὶ τιμωρίαι πολλάκις ἐς τοὺς εὑρόντας αὐτὰς περιτρέπονται καὶ ὅσα προσέταξαν παθεῖν ἕτερον, αὐτοὶ πεπόνθασι.

κατά τινα χρησμὸν βουληθεὶς ἱλεώσασθαι τὸν τῷ οἴκῳ αὐτοῦ γεγενημένον ἐνστάτην δαίμονα.

οὕτως ἐκαλεῖτο Γάιος ὁ βασιλεὺς Ῥωμαίων, ἐπειδὴ ἐκ μικρᾶς ἡλικίας τὰ πολλὰ ἐν τῷ στρατοπέδω ἐτρέφετο

καὶ τοῖς στρατιωτικοῖς ἐχρῆτο ὑποδήμασιν. ἐκ τῶν καλίγων οὖν Καλιγόλαν αὐτὸν ὠνόμασαν. ἢ Καλιγόλας ὁ Γάιος, διὰ τὸ ἐν στρατοπέδῳ γεννηθῆναι, ὥς φησιν Αἰλιανὸς ἐν τῷ περὶ Θείων Ἐναργειῶν.

Sequuntur incertae sedis fragmenta. quorum quae Aeliani nomine Suidas insignivit, diductis glossarum literis distinximus.

ὅτι τὴν δίκην φασὶν οἱ παλαιοὶ εὐθεῖάν τε εἶναι καὶ ἀκλινῆ καὶ ἄτρεπτον. καὶ τοῦτο ἄδουσι μὲν πλεῖστοι, ἤδη δὲ καὶ ἀνάγκη· φύσιν γὰρ δήπου τὸ δίκαιον τοιαύτην εἴληχεν. Ἡσίοδος δὲ αὐτὴν λέγει καὶ παρθένον ἀδιάφθορον τῇ τε ἄλλῃ καὶ μέντοι καὶ ὑπ’ εὐνῆς ἀφροδισίου, αἰνιττόμενος ὅτι μὴ χρὴ δολοῦν τὸ δίκαιον, μήτε ἄλλως πεισθέντα μήτε λέχει παρατραπέντα. φησὶ δὲ καὶ μετιέναι αὐτὴν τιμωρουμένην τούτους, οἷσπερ οὖν ὕβρις

μέμηλε κακὴ καὶ σχέτλια ἔργα.
τοῖς γε μὴν ἐκείνην σέβουσι τήν τε γῆν τὰ οἰκεῖα βρύειν φησὶν ἀγαθὰ καὶ τὴν θάλατταν χορηγεῖν ὅσα τίκτει καὶ τρέφει μάλ’ ἀφθόνως. ἀκούω δὲ αὐτὴν καὶ παρ’ αὐτοῦ Διὸς καθῆσθαι θρόνῳ καὶ κοινωνὸν τῶν ἀρίστων βουλευμάτων εἶναι· καὶ Ὅμηρος δὲ μέγα αὐτῆς τὸ κράτος ὑμνεῖ, καὶ λέγει τοῖς ἀτιμάζουσιν αὐτὴν μηνίειν τὸν θεὸν καὶ λάβρους καταντλεῖν ὑετοὺς αὐτήν, καὶ χειμάρρους ἐπ’ αὐτοὺς ὠθεῖσθαι καὶ ἀφανίζειν πόλεις αὐτῶν καὶ ἔργα καὶ ποίμνας. καὶ ταύτῃ κολάζεσθαι τῇ τιμωρίᾳ ὕβρεως καὶ ἀτασθαλίας ἔργα ὑπομένοντας πρεπωδέστερα καὶ ἕτερα ἄττα.

ἐγὼ δὲ ταῦτα περιῆλθον οὔτι που σχολὴν ἄγων τὰ τῶν προστυχόντων κακὰ τοῖς ἐμαυτοῦ λόγοις τιμᾶν, ἀλλ’ ὑπὲρ τοῦ μὴ πράττειν ἄλλους παραπλήσια.

οὐ γὰρ δεῦρο ἀφῖγμαι ἐς τράπεζαν κεκυφέναι καὶ θρέμματος ἀλόγου δίκην πιαίνεσθαι καὶ ἀρχῶν τε καὶ τιμῶν κρέμασθαι καὶ θαυμάζειν αὐλὰς καὶ τραπέζας καὶ σατράπας, οὐδέ μοι κάλλος ἀνθρώπινον δέλεάρ ἐστιν, οὐδὲ χρηματίζομαι· πάλαι γάρ μοι ταῦτα ἐδόκει ἐκ μειρακίων λῆρος καὶ φλήναφος.

δίκη γὰρ πάντα ἐφορῶσα ἄγρυπνός ἐστι φύσει καὶ θεία καὶ ἄτρυτος.

παίδων νεαρώτεροι οἱ λέγοντες μὴ ἐφορᾶν τὰ τῇδε τὸ θεῖον.

ὅτι τὰ ἀνθρώπεια τὸ θεῖον ἢ ὑπερφρονεῖ ἢ ἀτιμάζει ἢ πρόνοιαν αὐτοῖς ἔφορον οὐκ ἐφίστησι.

ὑπὲρ δὴ τούτων τί φατε οἱ τὴν πρόνοιαν ἀλᾶσθαι καὶ μῦθον ἄλλως εἶναι λέγοντες.

πρὸς ταῦτα τί λέγουσιν οἱ τὴν πρόνοιαν ἐξαίροντες ;

ὦ Ξενοφάνεις καὶ Διαγόραι καὶ Ἵππωνες καὶ Ἐπίκουροι, καὶ πᾶς ὁ λοιπὸς κατάλογος τῶν κακοδαιμόνων τε καὶ θεοῖς ἐχθρῶν, ἔρρετε.

τῶν μέν τινες αἱμύλων καὶ κομψῶν οἰήσονταί με παίζειν.

τὸν ἐν Μένδῃ τράγον Πανὸς ἱερὸν κατέθυσέ τε καὶ σκευνάσας ποικίλως ταύτην ὁ δυστυχὴς ἄρα τὴν δαῖτα ἄσατο, Αἰγυπτίων τε λεὼν πάμπολυν ἀποσπάσας γαμετῶν καὶ τέκνων ἐς Πέρσας ἤγαγεν ἀνοίκτως.

ὃ δὲ ἐς Πέρσας ἤγαγεν αὐτούς, κακὴν δουλείαν ἐπαρτήσας αὐτοῖς.

ὃ δὲ ἐξέπλευσε τῶν φρενῶν, καὶ πολλὰ ἐς τὸ ἄγαλμα παρῴνησεν.

ὡς εἶδεν ἄγαλμα ξενικὸν καὶ ἱερουργίαν οὐκ ἐπιχώριον, ἐς τὸ τιμώμενον παρῴνησεν.

Ὦχος τὸν Ἆπιν ἀποπτείνας ἐβούλετο αὐτὸν τοῖς

μαγείροις παραβαλεῖν, ἵνα αὐτὸν κρεουργήσωσι καὶ παρασκευάσωσιν ἐπὶ δείπνῳ.

Τῶν δὲ συνήθων τις αὐτῷ ἐνέβη τῷ ποδὶ λακτίσας κείμενον τὸν ταῦρον. καὶ ἀκούω τὸν πόδα ἐκεῖνον ἐς οἴδημα ἀρθῆναι καὶ φλεγμήναντα σφακελίσαι καὶ ἀποκτεῖναι τὸν ἄνδρα.

φυλάττεσθαί τε ἔτι μνημεῖον τῆς τιμωρίας τῆς ἐκείνου, καθάπερ οὖν κακοῦ διαδοχήν· ὅσοι γὰρ τῆς αὐτῆς σπορᾶς γεγόνασι, κάτω τὸν πόδα τὸν δεξιὸν ἔχουσι διῳδηκότα καὶ βάδισιν ἀσθενῆ τε καὶ νωθῆ.

ὃ δὲ ὑπερβαίνων τὸν οὐδὸν τῆς αὐλῆς ἔπταισε βιαιότερον, καὶ πρὸς γῆν κατηνέχθη.

οὗτος τὸ θεῖον παρ’ οὐδὲν ἐτίθετο. ἀδελφοὶ δὲ ἦσαν τρεῖς, οἳ μυρίοις ἀρρωστήμασι περιπλακέντες ἀπέθανον οἴκτιστα. ὅ γε μὴν Ἐπίκουρος ἔτι νέος ὢν αὐτὸς οὐ ῥᾳδίως ἀπὸ τῆς κλίνης οἷός τε ἦν κατιέναι, ἀμβλυώττων τε καὶ πρὸς τὴν τοῦ ἡλίου αἲγλην δειλὸς ὤν, καὶ τῷ φαιδροτάτῳ τε καὶ ἐναργεστάτῳ τῶν θεῶν ἀπεχθανόμενος· καὶ μέντοι καὶ τὴν τοῦ πυρὸς αὐγὴν ἀπεστρέφετο, αἷμά τε αὐτῷ διὰ τῶν πόρων ἀπεκρίνετο τῶν κάτω. τοσαύτη δὲ ἄρα ἡ σύντηξις ἡ τοῦ σώματος ἦν αὐτῷ, ὡς ἀδυνατεῖν καὶ τὴν τῶν ἱματίων φέρειν ἐπιβολήν. καὶ Μητρόδωρος δὲ καὶ Πολύαινος, ἄμφω τὼ ἑταίρω αὐτοῦ, κάκιστα ἀνθρώπων ἀπέθανον, καὶ μέντοι καὶ τῆς ἀθεΐας ἠνέγκαντο

μισθὸν οὐδαμὰ οὐδαμῆ μεμπτόν. οὕτω δὲ ἄρα ἦν ἡδονῆς ἥττων ὁ Ἐπίκουρος, ὥστε διὰ τῶν ἐσχάτων ἐν ταῖς διαθήκαις αὐτοῦ ἔγραψε τῷ μὲν πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς ἐναγίζειν ἅπαξ τοῦ ἔτους καὶ Μητροδώρῳ δὲ καὶ Πολυαίνῳ τοῖς προειρημένοις, ἑαυτῷ δὲ δὶς συσσιτεῖν, τῆς ἀσωτίας τὸ πλέον προτιμῶν καὶ ἐνταῦθα ὁ σοφός. καὶ τραπέζας λίθων πεποιῆσθαι καὶ ὡς ἀναθήματα ἐν τῷ τάφῳ προσέταξε τεθῆναι ὁ προτένθης τε καὶ ὀψοφάγος οὗτος. καὶ ταῦτα ἐπέσκηψεν οὐκ ὢν ἐν περιουσίᾳ. λυττῶν οὖν ταῖς ἐπιθυμίαις ἦν, ὥσπερ οὖν καὶ ἐκείνων σὺν αὐτῷ τεθνηξομένων. ἐξήλασαν δὲ τοὺς Ἐπικουρείους τῆς Ῥώμης δόγματι τῆς βουλῆς κοινῷ, καὶ Μεσσήνιοι δὲ ἐν Ἀρκαδίᾳ τοὺς ἐκ τῆς αὐτῆς οἱονεὶ φάτνης ἐδηδοκότας ἐξήλασαν, λυμεῶνας μὲν εἶναι τῶν νέων λέγοντες, κηλῖδα δὲ φιλοσοφίᾳ προσβάλλοντας διά τε μαλακίαν καὶ ἀθεότητα. καὶ προσέταξάν γε πρὸ τῶν τοῦ ἡλίου δυσμῶν ἔξω τῶν ὅρων τῆς Μεσσηνίας γῆς εἶναι αὐτούς, ἐκφρησθέντων δὲ τοὺς ἱερέας καθῆραι τὰ ἱερά. τούς γε μὴν τιμούχους (καλοῦσι δὲ ταύτῃ τοὺς ἄρχοντας Μεσσήνιοι) καὶ τὴν πόλιν καθῆραι πᾶσαν, οἷα δήπου λυμάτων τινῶν καὶ καθαρμάτων ἀπηλλαγμένην.

ὁ τῶν τριῶν ἐκείνων τῶν ἐπιρρήτων εἷς.

ζῶν δὲ παρῄει ἐς οὐδὲν ἱερόν, ἤλαυνον γὰρ ὡς ἐπάρατον καὶ ἐπίρρητον.

ὅτι ἐν Κρήτῃ Λύκτιοι τῶν Ἐπικουρείων τινὰς ἐκεῖ παραβαλόντας ἐξήλασαν. καὶ νόμος ἐγράφη τῇ ἐπιχωρίῳ φωνῇ τοὺς τὴν θήλειαν σοφίαν καὶ ἀγεννῆ

καὶ αἰσχρὰν ἐπινοήσαντας καὶ μέντοι καὶ τοῖς θεοῖς πολεμίους ἐκκεκηρῦχθαι τῆς Λύκτου. ἐὰν δέ τις ἀφίκηται θρασυνόμενος, καὶ τὰ ἐκ τοῦ νόμου παρ’ οὐδὲν ποιήσηται, δεδέσθω ἐν κύφωνι πρὸς τῷ ἀρχείῳ ἡμερῶν εἴκοσιν, ἐπιρρεόμενος μέλιτι γυμνὸς καὶ γάλακτι, ἵνα ᾔ μελίτταις καὶ μυίαις δεῖπνον, καὶ ἀναλώσωσι χρόνῳ τῷ προειρημένῳ αὐτόν. τούτου γε μὴν διελθόντος ἐὰν ἔτι περιῇ, κατὰ κρημνοῦ ὠθείσθω, στολὴν γυναικείαν περιβληθείς.

ὁ δὲ ἐσυκοφάντει τὸν θεὸν ὀλιγωρίας. ἐκ δὴ τούτων νόσοι καὶ τροφῶν ἀπορίαι τὴν Ἱμεραίων κατέσχον.

οἵ γε μὴν Ἱμεραῖοι τὸν φιλόδημον τιμῶνται πρὸς τῇ δημεύσει καὶ φυγῆς ζημίᾳ.