Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

τετόλμητο μὲν αὐτῷ τὸ ἔκδικον ἐκεῖνο καὶ παράνομον ἔργον.

οἳ δὲ κατάραντες ἐς αὐτὸν καὶ φιλοφροσύνης ἐκπλέας ἀπολαύσαντες.

ἑλεδώνη, εἶδος πολύποδος, ἥτις ἔχει μίαν κοτυληδόνα, καὶ ἔστιν ἑπτάπους.

οἱ δὲ ὁμολογίας ἐμμελεῖς ποιησάμενοι πρὸς τοὺς Ἀρκάδας, τοὺς αἰχμαλώτους ἐκομίσαντο.

ἐπεὶ δὲ ἐς τὸ θέατρον ἐξεκύκλησαν αὐτόν, ἐπηλυγασάμενος τὴν κεφαλὴν ἦν τὸ ἄσωτον.

ἐρυμβόνα τὰ τιμιώτατα ἐς ἀσωτίαν ἀφειδεστάτην.

Eustathius in Dionys. 1134. ἀπὸ τούτου δὲ καὶ τὰς κινήσεις ὁ Ἀπολλώνιος ῥυμβόνας καλεῖ· καὶ τάχα καὶ ἡ παρὰ τῷ Αἰλιανῷ κειμένη ἄπορος λέξις τὸ ἐρυμβόνα ἐκ τοιούτου τινὸς ἔσχε τὴν ἀρχήν, ἐν οἷς λέγει ὅτι ἐσπάθα τὰ χρήσιμα καὶ εἰς ἀσωτίας ἐρυμβόνα τὰ τιμιώτατα.

ἀνθ’ ὧν οἱ Φωκεῖς ἔτισαν δίκας βαρυτάτας.

ὃ δὲ Αἰνείας τὸν πατέρα ἐπιθέμενος τοῖς ὥμοις ἐξῆγε φόρτον ὡς υἱεῖ φιλοπάτορι καὶ τοῦτον εὐάγκαλον.

γενναῖον ἔργον καὶ τολμηρὸν ἡρωίνης ἄντικρυς τοῦτο δράσασα.

εἰ θέμις καὶ τῷ Ἱμεραίῳ πρὸς Ὅμηρον τὸ ὄμμα ἀνατείνειν.

τὰ γεννώμενα βρέφη κράσει θηρείων τε καὶ ἀνθρωπείων σωμάτων τεράστια ἐδόκει.

ὅστις τάξιν ἔλιπε, θανατοῖ ἄρα ὁ νομοθέτης αὐτόν, κάκῃ τὴν στάσιν ἣν ἐτάχθη προδόντα.

κνέφει.

κομψευριπικῶς· πανούργως κατὰ Εὐριπίδην. Αἰλιανὸς περὶ ἀσεβῶν βασιλέων λήθῃ παραδοθέντων φησί.

λέγουσι δὲ ὅτι οὔτε προσθέτους οὔτε ἐπακτοὺς κόμας ἐκ τῆς ὕβρεως καὶ λάσθης ἐς τὴν χρείαν παρελάμβανεν, ἀλλὰ ἄς εἶχε συμφυεῖς ἀσκῶν καὶ ἐκτείνων.

οὗτοι οἱ ἀετοὶ λαφύξουσι τῶν ἐλεφάντων τὰ σπλάγχνα, δείξας τὰς σημαίας.

ὁπόταν δὲ προσίωσι κινδυνεύσοντες, λίπα ἀλείφονται.

ἀλλὰ τοσοῦτον μαρτυρόμεθ’, ὡς οὔτ’ ἀδικοῦμεν Ξενίου Διὸς χάριν.

ὀλίγου χρόνου διελθόντος ἑάλω μέγα κακουργῶν· εἶτα μέντοι ἐν ὄψει πολλσῖν κατεπρήσθη ζῶν.

Νεμέσεως ἐφόρου, τρόπους ὑπερόπτας καὶ ὑπερηφάνους κολαζούσης, ἐναργῆ μαρτύρια.