Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

εἰ δὲ ἀπλοῦν ἐστι σῶμα, ἤτοι πῦρ ἐστιν ἢ ἀὴρ ἢ ὕδωρ ἢ γῆ. ὁποῖον δ’ ἂν ᾐ τούτων, ἄψυχόν ἐστι καὶ ἄλογον· ὅπερ ἄτοπον. εἰ οὐν μήτε σύγκριμά ἐστιν ὁ θεὸς μήτε ἀπλοῦν σῶμα, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, ῥητέον μηδὲν εἶναι τὸν θεόν.

Τοιοῦτον μὲν δὴ καὶ τὸ τῶν λόγων τούτων εἶδός ἐστιν·

ἠρώτηνται δὲ ὑπὸ τοῦ Καρνεάδου καὶ σωριτικῶς τινες, οὓς ὁ γνώριμος αὐτοῦ Κλειτόμαχος ὡς σπουδαιοτάτους καὶ ἀνυτικωτάτους ἀνέγραψεν, ἔχοντας τὸν τρόπον τοῦτον. εἰ Ζεὺς θεός ἐστι, καὶ ὁ Ποσειδῶν θεός ἐστιν [*](11a) (O 187)·

  • τρεῖς γάρ τ’ ἐκ Κρόνου ἦμεν ἀδελφεοί, οὓς τέκετο Ῥέα,
  • Ζεὺς καὶ ἐγώ, τρίτατος δ’ Ἀιδὴς ἐνέροισιν ἀνάσσων.
  • τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ’ ἔμμορε τιμῆς.
  • ὥστε εἰ ὁ Ζεύς θεός ἐστι, καὶ ὁ Ποσειδῶν ἀδελφὸς ὢν τούτου θεὸς γενήσεται.

    εἰ δὲ ὁ Ποσειδῶν θεός ἐστι, καὶ ὁ Ἀχελῷος ἔσται θεός· εἰ δὲ ὁ Ἀχελῷος, καὶ ὁ Νεῖλος· εἰ ὁ Νεῖλος, καὶ πᾶς ποταμός· εἰ πᾶς ποταμός, καὶ οἱ ῥύακες ἂν εἶεν θεοί· εἰ οἱ ῥύακες, καὶ αἱ χαράδραι. οὐχὶ δὲ οἱ ῥύακες· οὐδὲ ὁ Ζεὺς ἄρα θεός ἐστιν. εἰ δέ γε ἦσαν θεοί, καὶ ὁ Ζεὺς ἦν ἂν θεός. οὐκ ἄρα θεοὶ εἰσίν.

    καὶ μὴν εἰ ὁ ἥλιος θεός ἐστιν, καὶ ἡμέρα ἂν εἴη θεός· οὐ γὰρ ἄλλο τι ἦν ἡμέρα ἢ ἥλιος ὑπὲρ γῆς. εἰ δ’ ἡμέρα ἐστὶ θεός, καὶ ὁ μὴν ἔσται θεός· σύστημα γάρ ἐστιν ἐξ ἡμερῶν. εἰ δὲ ὁ μὴν θεός ἐστι, καὶ ὁ ἐνιαυτὸς ἂν εἴη θεός· σύστημα γάρ ἐστιν ἐκ μηνῶν ὁ ἐνιαυτός. οὐχὶ δέ γε τοῦτο· τοίνυν οὐδὲ τὸ ἐξ ἀρχῆς. σὺν τῷ ἄτοπον εἶναι, φασί, τὴν μὲν ἡμέραν θεὸν εἶναι λέγειν, τὴν δὲ ἕω καὶ τὴν μεσημβρίαν καὶ τὴν δείλην μηκέτι. [*](8 δὲ καὶ περὶ L σωρειτικῶς Ν 12 τ᾿ ἐκ Fabr.: τε G ἀδελφοί L τέκε Gen. (Fabr.) Ῥείη Fabr. 10 <καὶ> εἰ ς 20 ῥύακες. οὐδὲ <αἱ χαράδραι· οὐδὲ> ὁ Ζεὺς Bekk. dubit. 22 εἰ om. N 23.24 <ἡ> ἡμέρα edd. (ter) 25 ἔσται NLE: ἐστι ς 30 οὐκέτι N)

    εἴγε μὴν ἡ Ἄρτεμις θεός ἐστιν,

    καὶ ἡ Ἐνοδία τις ἂν εἴη θεός· ἐπ᾿ ἴσης γὰρ ἐκείνῃ καὶ αὕτη δεδόξασται εἶναι θεὰ ἡ Ἐνοδία καὶ ἡ Προθυριδία καὶ Ἐπιμύλιος καὶ Ἐπικλιβάνιος. οὐχὶ δέ γε τοῦτο· οὐκ ἄρα τὸ ἐξ ἀρχῆς.

    εἴγε μὴν τὴν Ἀφροδίτην θεὰν λέγομεν εἶναι, ἔσται καὶ ὁ Ἔρως υἱὸς ὢν Ἀφροδίτης θεός.

    ἀλλ᾿ εἰ Ἔρως θεός ἐστι, καὶ ὁ Ἔλεος ἔσται θεός· ἀμφότερα γάρ ἐστι ψυχικὰ πάθη, καὶ ὁμοίως ἀφωσίωται τῷ Ἔρωτι καὶ Ἔλεος· παρὰ Ἀθηναίοις γοῦν Ἐλέου βωμοί τινες εἰσίν.

    εἰ δὲ ὁ Ἔλεος θεός ἐστι, καὶ ὁ Φόβος (fr. com. adesp. 154 Koch)· [*](8a)

  • ἀμορφότατος [γὰρ] τὴν ὄψιν εἰμὶ γὰρ φόβος),
  • πάντων ἐλάχιστον τοῦ καλοῦ μετέχων θεός.
  • εἰ δὲ ὁ φόβος, καὶ τὰ λοιπὰ τῆς ψυχῆς πάθη. οὐχὶ δέ γε ταῦτα· οὐδὲ ἡ Ἀφροδίτη ἄρα θεός ἐστιν. εἶ δέ γε ἦσαν θεοί, κἂν Ἀφροδίτη θεὸς ὑπῆρχεν· οὐκ ἄρα εἰσὶ θεοί.

    καὶ μὴν εἰ ἡ Δημήτηρ θεός ἐστι, καὶ ἡ Γῆ θεός ἐστιν· ἡ γὰρ Δημήτηρ, φασίν, οὐκ ἄλλο τί ἐστιν ἢ Γῆ μήτηρ. εἰ ἡ Γῆ θεός ἐστι, καὶ τὰ ὄρη καὶ αἱ ἀκρώρειαι καὶ πᾶς λίθος ἔσται θεός. οὐχὶ δέ γε τοῦτο· τοίνυν οὐδὲ τὸ ἐξ ἀρχῆς.

    καὶ ἄλλους δὴ τοιούτους σωρίτας ἐρωτῶσιν οἱ περὶ τὸν Καρνεάδην εἰς τὸ μὴ εἶναι θεούς· ὧν τὸ γένος ἀπὸ τῶν προεκκειμένων αὐτάρκως γέγονε πρόδηλον.

    Ἀλλὰ τὰ μὲν ἀντεπιχειρούμενα παρὰ τοῖς δογματικοῖς φιλοσόφοις εἰς τὸ εἶναι θεοὺς καὶ εἰς τὸ μὴ εἶναι τοιαῦτά τινα καθέστηκεν. ἐφ᾿ οἶς ἡ τῶν σκεπτικῶν ἐποχὴ συνεισάγεται, καὶ μάλιστα προσγενομένης αὐτοῖς καὶ τῆς ἀπὸ τοῦ κοινοῦ βίου περὶ θεῶν ἀνωμαλίας.

    ἄλλοι γὰρ ἄλλας καὶ ἀσυμφώνους ἔχουσι περὶ τούτων ὑπολήψεις, ὥστε μήτε πάσας εἶναι πιστὰς διὰ τὴν μάχην μήτε τινὰς διὰ τὴν ἰσοσθένειαν, προσεπισφραγιζομένης τὸ τοιοῦτο καἲ τῆς [*](1 Προθυραία Fabr. 2 οὐχὶ δὲ Bekk: οὐδὲ G 9 γάρ del. Bekk.: μὲν Fabr. 15/16 οὐκ ἄλλο τί ἐστιν om. ς 17 ἀκρώρειαι (vel τά ἀκρωτήρια) Bekk. dubit.: ἀκρωτηρίαι G 19 σωρείτας G (cf ad p. 429, 8) 20 προκειμένων ς (cf. p. 121, 5))

    παρὰ τοῖς θεολόγοις καὶ ποιηταῖς μυθοποιήσεως· πάσης γὰρ ἀσεβείας ἐστὶ πλήρης.

    ἔνθεν καὶ ὁ Ξενοφάνης (B 11 Diels) διελέγχων τοὺς περὶ Ὅμηρον ἦρον καὶ Ἡσίοδόν φησι·

  • πάντα θεοῖς ἀνέθηκαν Ὅμηρός θ᾿ Ἡσίοδός τε
  • ὅσσα παρ’ ἀνθρώποισιν ὀνείδεα καὶ ψόγος ἐστίν,
  • κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.
  • Πλὴν ἐκ τούτων παραστήσαντες, ὅτι ἀκολουθεῖ τοῖς περὶ τῶν δραστηρίων ἀρχῶν δογματικῶς εἰρημένοις ἡ ἐποχή, μετὰ τοῦτ’ ἤδη καὶ σκεπτικώτερον διδάσκωμεν, ὅτι κοινῶς ἄπορός ἐστι τῷ περὶ τοῦ ποιοῦντος αἰτίου καὶ ὁ περὶ τῆς πασχούσης ὕλης λόγος.

  • περὶ αἰτίου καὶ πάσχοντος
  • Περὶ μὲν τῆς τοῦ αἰτίου νοήσεως ἐν ἄλλοις (§§ 4—12) ἀκριβέστερον διελέχθημεν· νῦν δὲ ἀρκούμενοι τῇ ὁλοσχερεῖ τούτου ἐπινοήσει λέγομεν, ὅτι τῶν σκεψαμένων περὶ αὐτοῦ οἱ μὲν ἔφασαν εἶναί τί τινος αἴτιον, οἱ δὲ μὴ εἶναι, οἱ δὲ μὴ μᾶλλον εἷναι ἢ μὴ εἶναι. καὶ εἶναι μὲν οἱ πλεῖστοι τῶν δογματικῶν ἢ πάντες σχεδόν, μὴ εἶναι δὲ οἱ τὴν μεταβλητικὴν καὶ τὴν μεταβατικὴν κίνησιν ἀνελόντες σοφισταί· οὐ χωρὶς γὰρ ταύτης ὑφίσταται τὸ ποιοῦν. μὴ μᾶλλον δὲ εἷναι ἢ μὴ εἶναι τὸ αἴτιόν φασιν οἱ ἀπὸ τῆς σκέψεως. καὶ ὅτι οὐκ ἀσκόπως, ἐκ τῶν εἰς ἑκάτερον ἐπιχειρουμένων πάρεστι μαθεῖν.

    ἀρχὴ δὲ γινέσθω πρῶτον ἀπὸ τῶν ἀξιούντων εἶναί τί τινος αἴτιον.

    Εἴπερ τοίνυν, φασίν (Stoic. fr. II 337 Arn.), ἔστι σπέρμα, ἔστι καὶ αἴτιον, ἐπείπερ τὸ σπέρμα αἴτιόν ἐστι τῶν ἐξ αὐτοῦ φυομένων τε καὶ γεννωμένων· ἔστι δέ γε σπέρμα, ὧς ἐκ τῶν σπειρομένων καὶ ζωογονουμένων δείκνυται· ἔστιν ἄρα αἴτιον.

    καὶ πάλιν· εἰ ἔστι τι φύσις, ἔστι τι αἴτιον· τῶν γὰρ [*](197 cf. §§ 99—100.) [*](9 ἄπορός N: ἄπορόν LEς τῶν N (cf. p. 430, 6: ὁμοίως τῷ): τὸ LEς: ὅ τε Bekk. dubit. (qui idem coniecerat 11 νοήσεως NL: κινήσεως Ες ἄλλοις <δὴ> N 13 λέγωμεν N 17 τὴν om. ς 25 τε om. ς)

    φυομένων ἢ ἐκπεφυκότων αἴτιόν ἐστιν ἡ φύσις. ὑπάρχει δὲ αὕτη, ὡς ἀπὸ τῶν ἀποτελεσμάτων συμφανές· καὶ γὰρ ἄτοπον, φασίν, εἰς ἀνδριαντοποιοῦ μὲν ἡμᾶς ἐργαστήριον παρελθόντας καὶ θεασαμένους τῶν ἀνδριάντων τοὺς μὲν τελείους καὶ ἀπηρτισμένους, τοὺς δὲ ἡμιτελεῖς, ἄλλους δὲ ἀρχὴν ἔχοντας τυπώσεως, πιστεύειν ὅτι ἔστι τις τούτων τεχνίτης καὶ δημιουργός, εἰς δὲ τοῦτον τὸν κόσμον εἰσελθόντας καὶ γῆν μὲν ἐν μέσῳ θεωροῦντας, ὕδωρ δὲ μετὰ ταύτην, καὶ τρίτην ἀνάτασιν ἀέρος, οὐρανόν τε καὶ ἀστέρας λίμνας τε καὶ ποταμοὺς καὶ ζῴων παντοδαπῶν γένη καὶ φυτῶν ποικιλίας, μὴ ὑπολαμβάνειν εἶναί τινα καὶ τῆς τούτων δημιουργίας αἴτιον. τοίνυν εἰ ἔστι φύσις, ἔστι τι αἴτιον. ἀλλὰ μὴν τὸ πρῶτον· ἄρα τὸ δεύτερον.

    καὶ ἄλλως· εἰ ἔστι τι ψυχή, ἔστιν αἴτιον· αὕτη γὰρ καὶ τοῦ ζῆν καὶ τοῦ θνῄσκειν αἰτία γίνεται, τοῦ μὲν ζῆν παροῦσα, τοῦ δὲ θνῄσκειν χωριζομένη τῶν σωμάτων. ἔστι δέ γε ψυχή, φασίν, εἴγε καὶ ὁ λέγων μὴ εἶναι ψυχὴν αὐτῇ προσχρώμενος τοῦτο ἀποφαίνεται· ἔστιν ἄρα αἴτιον.

    πρὸς τούτοις· εἰ ἔστι θεός, ἔστιν αἴτιον· ἴον· οὗτος γὰρ ἦν ὁ τὰ ὅλα διοικῶν. ἔστι δέ γε κατὰ τὰς κοινὰς ἐννοίας τῶν ἀνθρώπων θεός· ἔστιν ἄρα αἴτιον. καίτοι κἂν μὴ θεὸς ὑπάρχῃ, ἔστιν αἴτιον· τὸ γὰρ μὴ εἶναι θεοὺς διά τινα αἰτίαν γίνεται. καὶ τῷ οὖν ὑπάρχειν θεὸν καὶ τῷ μὴ ὑπάρχειν ἐπ’ ἴσης ἀκολουθεῖ τὸ εἶναί τι αἴτιον.

    πολλῶν γε μὴν γινομένων καὶ φθειρομένων αὐξομένων τε καὶ μειουμένων κινουμένων τε καὶ ἀκινητιζόντων, ἐξ ἀνάγκης ὁμολογεῖν δεῖ τὸ εἶναί τινα τούτων αἴτια, τὰ μὲν γενέσεως τὰ δὲ φθορᾶς, καὶ τὰ μὲν αὐξήσεως τὰ δὲ μειώσεως καὶ ἤδη κινήσεως ἤ ἀκινησίας.