Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Τὴν μὲν αἰτίαν, δι’ ἣν μετὰ τὸ λογικὸν τῆς φιλοσοφίας μέρος εἰς ἐπίσκεψιν ἡμῖν ἄγεται τὸ φυσικόν, καίπερ χρόνῳ τῶν ἄλλων προήκειν δοκοῦν, ἀνώτερον ὑπεμνήσαμεν (adv. dogm. I sqq.)· τὸν αὐτὸν δὲ τρόπον τῆς πάλιν ἐνταῦθα συστησόμεθα, οὐκ ἐμβραδύνοντες τοῖς κατὰ μέρος, ὁποῖόν τι πεποιήκασιν οἱ περὶ τὸν Κλειτόμαχον καὶ ὁ λοιπὸς τῶν Ἀκαδημαϊκῶν χορός (εἰς ἀλλοτρίαν ἐμβάντες καὶ ἐπὶ συγχωρήσει τῶν ἑτεροίως δογματιζομένων ποιούμενοι τοὺς λόγους ἀμέτρως ἐμήκυναν τὴν ἀντίρρησιν), ἀλλὰ τὰ κυριώτατα καὶ τὰ συνεκτικώτατα κινοῦντες, ἐν οἶς ἠπορημένα ἕξομεν καὶ τὰ λοιπά.

καθάπερ γὰρ ἐν ταῖς πολιορκίαις οἱ τὸν θεμέλιον τοῦ τείχους ὑπορύξαντες τούτῳ συγκαταφερομένους ἔχουσι τοὺς πύργους, οὕτως οἱ ἐν ταῖς φιλοσόφοις σκέψεσι τἀς πρώτας τῶν πραγμάτων ὑποθέσεις χειρωσάμενοι δυνάμει τὴν παντὸς πράγματος κατάληψιν ἠθετήκασιν.

οὐκ ἀπιθάνως γοῦν τινες ἀπεικάζουσι τοὺς μὲν εἰς τὰς κατὰ μέρος ζητήσεις συγκαταβαίνοντας τοῖς ἐκ ποδὸς τὸ θηρίον διώκουσι κυνηγοῖς ἢ ἀπὸ ὁρμιᾶς ἁλιεύουσιν ἢ ἰξῷ καὶ καλάμῳ τοὺς ὄρνις θηρεύουσιν, τοὺς δὲ ἀπὸ τῶν συνεκτικωτάτων πάντα τὰ ἐπὶ μέρους σαλεύοντας ἰοῖς λίνα καὶ στάλικας καὶ σαγήνας περιβαλλομένοις. ὅθεν ὡς πολλῶ τεχνικώτερόν ἐστι τοῦ [*](2 cf. Hyp. II 84.) [*](Titulum dedi cum Bekkero: σέξτου ἐμπειρικοῦ ὑπομνημάτων τὸ ὄγδοον ς 27 συγχωρήσει NVR: συγχώρησιν LEAB: συγχωρήσεως Gen. 29 τὰ post καὶ om. ς 3 τὴν <τοῦ> <τὴν> Bekk. dubit. 6 | νοντας — 17 ὑλικάς om. N 13 vel 14 versuum spatio relicto)

καθ᾿ ἕκαστον θήραμα πονεῖσθαι τὸ διὰ μιᾶς ἐφόδου πολλὰ δύνασθαι ἀγρεύειν, οὕτω πολλῷ χαριέστερον τὸ κοινῇ κατὰ πάντων κομίζειν ἀντίρρησιν τοῦ προσειλεῖσθαι τοῖς κατὰ μέρος.

᾿Επεὶ οὖν οἱ δοκοῦντες ἀκριβέστερον κατὰ τὸν φυσικὸν τόπον περὶ τῶν τοῦ παντὸς ἀρχῶν διατετάχθαι τὰς μέν τινας αὐτῶν δραστηρίους εἶναι λέγουσι τἀς δὲ ὑλικάς <. . . . . . >. ὧν τῆς δόξης ἀρχηγὸς ἀξιοῦται τυγχάνειν ὁ ποιητὴς Ὅμηρος καὶ μετὰ τοῦτόν γε Ἀναξαγόρας ὁ Κλαζομένιος καὶ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος καὶ ἄλλοι παμπληθεῖς.

ὁ μὲν γὰρ ποιητὴς περὶ τούτων ἀποδιδούς φησιν ἐν οἶς περὶ Πρωτέως καὶ Εἰδοθέας ἀλληγορεῖ (δ 365 sqq.), τὸ μὲν πρῶτον καὶ ἀρχικώτατον αἴτιον Πρωτέα καλῶν, τὴν δὲ εἰς εἴδη τρεπομένην οὐσίαν Εἰδοθέαν.

ὁ δὲ ᾿Αναξαγόρας φησίν (B 1 Diels)· ‟ἦν πάντα ὁμοῦ χρήματα, νοῦς δὲ ἐλθὼν αὐτὰ διεκόσμησεν”, τὸν μὲν νοῦν, ὅς ἐστι θεὸς κατ᾿ αὐτόν, δραστήριον ὑποτιθέμενος ἀρχήν, τὴν δὲ τῶν ὁμοιομερειῶν πολυμιγίαν ὑλικήν.

ὁ δὲ Ἀριστοτέλης (Metaphys. 984b 18 sqq.) καὶ Ἑρμότιμόν φησι τὸν Κλαζομένιον καὶ Παρμενίδην τὸν Ἐλεάτην καὶ πολὺ πρότερον τὸν ῾Ησίοδον [*](29a) ταῦτα φρονεῖν· κατασκευάζοντες γὰρ τὴν τῶν ὅλων γένεσιν ἔρωτα συμπαρέλαβον, τουτέστι τὴν κινητικὴν καὶ συναγωγὸν τῶν ὄντων αἰτίαν.

ὁ μὲν ῾Ησίοδος λέγων (theog. 116)

  • ἤτοι μὲν πρώτιστα χάος γένετ᾿, αὐτὰρ ἔπειτα
  • γαῖ᾿ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί,
  • ἠδ᾿ ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσιν,
  • [*](4—12 ~ Hyp. III 1.) [*](11 θήραμα Gen.: θηράματος G 18 lacunam statui, quam sic fere exdpleam: ὑλικάς, <φέρε πρῶτον μὲν τὴν περὶ τούτων παρὰ τοῖς ἀρίστοις τῶν φυσικῶν διάταξιν σκεπτώμεθα> vel sim. coll. p. 393, 18. Fortasse talia iam in archetypo deerant (cf. adn. ad v. 6) 21 ἀποδιδούς φησιν G: ἀποδίδωσιν Bekk. dub. 26 διεκόμισε N κατ᾿ αὐτὸν θεός ς 27 ὁμοιομερειῶν Eς: ὁμοιομεριῶν N: ὁμοιομερῶν L 29 ἑρμότιμόν N cf. Aristot. Metaph. p. 984b 19: ἑρμοτίμωνά LEς 30 φρονεῖν — 393,8 προεῖπον om. N 8 fere versuum spatio vacuo relicto 3 γένοιτ᾿ L 4 γαῖα G)

    ὁ δὲ Παρμενίδης (B 13 Diels) ῥητῶς ἀποφηνάμενος

  • πρώτιστον μὲν ἔρωτα θεῶν μητίσατο πάντων.
  • δόξαι δ’ ἄν, ὡς προεῖπον, καὶ ὁ ᾿Εμπεδοκλῆς τοιοῦτος εἷναι·

    σὺν γὰρ τοῖς τέσσαρσι στοιχείοις τὸ νεῖκος καὶ τὴν φιλίαν καταριθμεῖται, τὴν μὲν φιλίαν ὧς συναγωγὸν αἰτίαν, τὸ δὲ νεῖκος ὧς διαλυτικήν (B 17 Diels)·

  • πῦρ” γάρ φησι ‟καὶ ὕδωρ καὶ γαῖα καὶ ἠέρος ἤπιον ὕψος,
  • Νεῖκός τ’ οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἀπάντη,
  • καὶ Φιλότης μετὰ τοῖσιν. ἴση μῆκός τε πλάτος τε.
  • οὐ μὴν ἀλλὰ καὶ οἱ ἀπὸ τῆς Στοᾶς (fr. ΙΙ 301 Arn.) δύο λέγοντες ἀρχάς, θεὸν καὶ ἄποιον ὕλην, τὸν μὲν θεὸν ποιεῖν ὑπειλήφασι, τὴν δὲ ὕλην πάσχειν τε καὶ τρέπεσθαι.

    ἐπεὶ οὖν τοιαύτη τίς ἐστι παρὰ τοῖς ἀρίστοις τῶν φυσικῶν διάταξις, φέρε περὶ τῶν ποιητικῶν ἀρχῶν διαπορῶμεν πρῶτον, σκεπτόμενοι ὁτὲ μὲν οἷον δογματικῶς περὶ θεοῦ, ὁτὲ δὲ ἀπορητικώτερον περὶ τοῦ μηδὲν εἶναι τὸ ποιοῦν ἢ πάσχον. ἀλλ’ ἐπεὶ κατὰ πᾶσαν ζήτησιν προτάττεται ἡ τοῦ ζητουμένου πράγματος νόησις, ἴδωμεν πῶς εὐθὺς ἔννοιαν ἐλάβομεν θεοῦ.

  • Περὶ θεῶν
  • ῾Ο περὶ θεῶν λόγος πάνυ ἀναγκαιότατος εἶναι δοκεῖ τοῖς δογματικῶς φιλοσοφοῦσιν. ἐντεῦθεν (fr. Stoic. II 36 Arn.) τὴν φιλοσοφίαν φασὶν ἐπιτήδευσιν εἶναι σοφίας, τὴν δὲ σοφίαν ἐπιστήμην θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. ὅθεν ἐὰν παραστήσωμεν ἡμεῖς ἠπορημένην τὴν περὶ θεῶν ζήτησιν, δυνάμει ἐσόμεθα κατεσκευακότες τὸ μήτε τὴν σοφίαν ἐπιστήμην εἶναι θείων καὶ ἀνθρωπίνων πραγμάτων μήτε τὴν φιλοσοφίαν ἐπιτήδευσιν σοφίας.

    [*](7 πρώτιστα V 8 ὁ om. ς 10 |γον αἰτίαν om. N 7 — 8 litt. spatio vacuo 13 τὸν N 14 ἴση Hervetus et Simplic. Plutarch. Clem.: ἴσον G cf p. 539, 27 25 εἶναι om. ς 26 ἐντεῦθεν <γὰρ>? 30 <τῶν> θεῶν LEς at cf v. 25)

    Ἔνιοι τοίνυν ἔφασαν τοὺς πρώτους τῶν ἀνθρώπων προστάντας καὶ τὸ συμφέρον τῷ βίῳ σκεψαμένους, πάνυ συνετοὺς ὄντας, ἀναπλάσαι τὴν περί τε τῶν θεῶν ὑπόνοιαν καὶ τὴν περὶ τῶν ἐν Ἅιδου μυθευομένων δόξαν.

    θηριώδους γὰρ καὶ ἀτάκτου γεγονότος τοῦ πάλαι βίου (ἦν γὰρ χρόνος, ὥς φησιν ὁ Ὀρφεύς (fr. 247 Abel),

  • ἡνίκα φῶτες ἀπ’ ἀλλήλων βίον εἶχον
  • σαρκοδακῆ, κρείττων δὲ τὸν ἥττονα φῶτ’ ἐδάιζεν)
  • ἐπισχεῖν βουλόμενοι τοὺς ἀδικοῦντας πρῶτον μὲν νόμους ἔθεντο πρὸς τὸ τοὺς φανερῶς ἀδικοῦντας κολάζεσθαι,

    μετὰ δὲ τοῦτο καὶ θεοὺς ἀνέπλασαν ἐπόπτας πάντων τῶν ἀνθρωπίνων ἁμαρτημάτων τε καὶ κατορθωμάτων, ἵνα μηδὲ κρύφα τολμῶσί τινες ἀδικεῖν, πεπεισμένοι, ὅτι οἱ θεοὶ (Hesiod. op. 134.258)

  • ἠέρα ἑσσάμενοι πάντῃ φοιτῶσιν ἐπ’ αἶαν,
  • ἀνθρώπων ὕβρεις τε καὶ εὐνομίας ἐφορῶντες.
  • Εὐήμερος (fr. 1 Νémethy) δὲ ὁ ἐπικληθεὶς ἄθεος ‟ὅτ᾿ ἦν ἄτακτος ἀνθρώπων βίος, οἱ περιγενόμενοι τῶν ἄλλων ἰσχύι τε καὶ συνέσει ὥστε πρὸς τὰ ὐπ’ αὐτῶν κελευόμενα πάντας βιοῦν σπουδάζοντες μείζονος θαυμασμοῦ καἲ σεμνότητος τυχεῖν, ἀνέπλασαν περὶ αὐτοὺς ὑπερβάλλουσάν τινα καὶ θείαν δύναμιν, ἔνθεν καὶ τοῖς πολλοῖς ἐνομίσθησαν θεοί”.

    Πρόδικος (B 5 Diels) δὲ ὁ Κεῖος ‟ἥλιόν” φησι ‟καὶ σελήνην καὶ ποταμοὺς καὶ κρήνας καὶ καθόλου πάντα τὰ ὠφελοῦντα τὸν βίον ἡμῶν οἱ παλαιοὶ θεοὺς ἐνόμισαν [*](24a) διὰ τὴν ἀπ’ αὐτῶν ὠφέλειαν, καθάπερ Αἰγύπτιοι τὸν Νεῖλον”· καὶ διὰ τοῦτο τὸν μὲν ἄρτον Δήμητραν νομισθῆναι, τὸν δὲ οἶνον Διόνυσον, τὸ δὲ [*](14—15 cf. adv. math. II 31—32.) [*](1 ἔφασαν om. ς 3 τήν τε περὶ Heintz 4 μυθευομένων Bekk. coll. p. 406,31. 408,13: μυθευομένην G 7 βίον om. N 13 τινες om. ς 18 ἰσχύει N (et Gen. nescio unde!) 28 κϊος ς 27 ὀνομασθῆναι Heintz dubit.)

    ὕδωρ Ποσειδῶνα, τὸ δὲ πῦρ Ἥφαιστον καὶ ἤδη τῶν εὐχρηστούντων ἕκαστον.

    Δημόκριτος (Β 166 Δημόκριτος (Β Diels) δὲ [*](29a) εἴδωλά τινά φησιν ἐμπελάζειν τοῖς ἀνθρώποις, καὶ τούτων τὰ μὲν εἶναι ἀγαθοποιά, τὰ δὲ κακοποιά (ἔνθεν καὶ εὔχετο εὐλόγχων τυχεῖν εἰδώλων), εἶναι δὲ ταῦτα μεγάλα τε καὶ ὑπερφυῆ, καὶ δύσφθαρτα μέν, οὐκ ἄφθαρτα δέ, προσημαίνειν τε τὰ μέλλοντα τοῖς ἀνθρώποις, θεωρούμενα καὶ φωνὰς ἀφιέντα. ὅθεν [*](4a) τούτων αὐτῶν φαντασίαν λαβόντες οἱ παλαιοὶ ὑπενόησαν εἶναι θεόν, μηδενὸς ἄλλου παρὰ ταῦτα ὄντος θεοῦ [τοῦ] ἄφθαρτον φύσιν ἔχοντος.

    Ἀριστοτέλης (fr. 10 Rose) δὲ ἀπὸ δυεῖν ἀρχῶν ἔννοιαν θεῶν ἔλεγε γεγονέναι ἐν τοῖς ἀνθρώποις, ἀπό τε τῶν περὶ τὴν ψυχὴν συμβαινόντων καὶ ἀπὸ τῶν μετεώρων. ἀλλ’ ἀπὸ μὲν τῶν περὶ τὴν ψυχὴν συμβαινόντων διὰ τοὺς ἐν τοῖς ὕπνοις γινομένους ταύτης ἐνθουσιασμοὺς καὶ τὰς μαντείας.