Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

καὶ τοσοῦτον ἀπέχει τοῦ δύνασθαι βεβαίως τι παριστᾶν, ὧς καὶ ἀνάπαλιν αὐτὰ χρῄζειν τοῦ παραστήσοντος. λελήθασί τε αὐτοὺς οἱ ἀπὸ τῆς Στοᾶς εἰς τὸν δι’ ἀλλήλων ἐμπίπτοντες τρόπον. ἵνα γὰρ τὰ λεκτὰ ὁμολογηθῇ, ἀπόδειξιν εἶναι δεῖ καὶ σημεῖον· ἴνα δὲ ἡ ἀπόδειξις καὶ τὸ σημεῖον προϋφεστήκῃ, προπεπιστῶσθαι ἀνάγκη τὴν τῶν λεκτῶν φύσιν. εἰς ἄλληλα οὖν συννεύοντα καὶ τὴν ἐξ ἀλλήλων περιμένοντα πίστιν ἐπ’ ἴσης ἐστὶν ἄπιστα.

ἀλλ’ ἔστω γε καὶ ἐκ περιουσίας συγκεχωρήσθω, ἕνεκα τοῦ προβαίνειν τὴν ζήτησιν, ἐν ὑπάρξει τυγχάνειν τὰ λεκτά, καίπερ ἀνηνύτου καθεστώσης τῆς περὶ αὐτῶν μάχης. οὐκοῦν, εἰ ταῦτα ἔστιν, ἤτοι σώματα ἢ ἀσώμασα λέξουσιν εἶναι. καὶ σώματα μὲν οὐκ ἂν φαῖεν· εἰ δὲ ἀσώματα, ἤτοι ποιεῖ τι κατ’ αὐτοὺς ἤ οὐδὲν ποιεῖ. καὶ ποιεῖν μὲν οὐκ ἂν ἀξιώσειαν·

τὸ γὰρ ἀσώματον κατ’ αὐτούς οὔτε ποιεῖν τι πέφυκεν οὔτε πάσχειν. μηδὲν δὲ ποιοῦντα οὐδὲ οὖ ἐστι σημεῖα ἐνδείξεταί τε καὶ δηλώσει· τὸ γὰρ ἐνδείκνυσθαί τι καὶ δηλοῦν ἔστι ποιεῖν τι.

ἄτοπον δέ γε τὸ σημεῖον μήτε ἐνδείκνυσθαί τι μήτε δηλοῦν· οὐκ ἄρα νοητόν ἐστιν, οὐδὲ ἀξίωμα, τὸ σημεῖον. ἄλλως τε, καθὼς ἐν πολλοῖς πολλάκις ὑπεδείξαμεν, ἃ μὲν σημαίνει, ἃ δὲ σημαίνεται. σημαίνουσι μὲν αἱ φωναί, σημαίνεται δὲ τὰ λεκτά, ἐν οἶς ἐστι καὶ τὰ ἀξιώματα. πάντων δὲ τῶν ἀξιωαὑτοὺς [*](16 post 17 Στοᾶς transp. N 19/20 προυφεστήκῃ N (sic): προϋφεστήκοι LEς 20 προπεπιστῶσθαι Bekk.: εῦσθαι 28 μέν <τι> Bekk. dubit. 31 σημεῖον ϛ τε N: τι LEς: Kayser)

μάτων σημαινομένων, ἄλλων δὲ σημαινόντων οὐκ ἂν τὸ σημεῖον ἀξίωμα.

πάλιν παρακεχωρήσθω τὰ λεκτὰ φύσιν ἐχειν ἀσώματον. ἀλλ᾿ ἐπεὶ τὸ σημεῖον ἐν ὑγιεῖ καθηγεῖσθαί φασι, δεήσει προεπικεκρίσθαι τὸ ὐγιὲς συνημμένον καὶ προεξητάσθαι, εἴτε τὸ κατὰ Φίλωνά ἐστι τὸ τοιοῦτον εἴτε <τὸ> τὸ κατὰ Διόδωρον ἢ τὴν ἢ ἄλλως πως κρινόμενον· πολλῶν γὰρ καὶ περὶ τούτου διαστάσεων οὐσῶν οὐκ ἔνεστι λαβεῖν βεβαίως τὸ σημεῖον ἀνεπικρίτου τυγχανούσης τῆς διαφωνίας.

ἔτι πρὸς τοῖς εἰρημένοις, κἂν δῶμεν σύμφωνον εἶναι τὸ ὑγιὲς κριτήριον, καὶ ὁποῖόν ποτ’ ἂν ἐκεῖνοι θέλωσι, τοιοῦτο ἀμάχως ὑπάρχειν, οὐδὲν ἦττον τὸ περιεκτικὸν τοῦ σημείου ἀνεπίχριτον ὁμολογεῖν ἐστιν ἀνάγκη. τὸ γὰρ σημειωτὸν ἤτοι πρόδηλον θέλουσιν εἶναι ἢ ἄδηλον.

καὶ εἰ μὲν πρόδηλον, οὐκ ἔσται σημειωτόν, οὐδὲ σημανθήσεται ὑπό τινος, ἀλλ᾿ αὐτὸ δι᾿ αὑτοῦ προσπεσεῖται· εἰ δὲ ἄδηλον, πάντως ἄγνωστον ἔσται τοῦτο εἴτε ἀληθές ἐστιν εἴτε ψευδές, γινωσκόμενον ὅ τι ποτὲ τούτων ἐστί, γενήσεται πρόδηλον.

τὸ οὖν περιεκτικὸν τοῦ τε σημείου καὶ τοῦ σημειωτοῦ συνημμένον, λῆγον ἐπὶ ἄδηλον, ἐξ ἀνάγκης ἐστὶν ἀνεπίκριτον. ὅτι μὲν γὰρ ἀπ᾿ ἀληθοῦς ἄρχεται, γνώριμόν λήγει δὲ εἰς ἄγνωστον. ·δεῖ δὲ πρὸ παντὸς ἡμᾶς εἰς τὴν ἐπίκρισιν αὐτοῦ γινώσκειν τὸ εἰς τί λήγει, ἴνα ἐὰν μὲν εἰς ἀληθὲς λήγῃ, θώμεθα τοῦτ’ ἀληθὲς διὰ τὸ ἀπ’ ἀληθοῦς τε ἄρχεσθαι καὶ εἰς ἀληθὲς λήγειν, ἐὰν δὲ εἰς ψεῦ- [*](265 cf. Hyp. II 110—112.) [*](7 ἄλλων δὲ N: ἄλλων LEς: ἀλλὰ μὴ Bekk. sec. Hervetum (non autem) 10 προεπικεκρίσθαι Fabr. secundum Hervetum: προσεπικ. G 12 τὸ prius del. Kochalsky εἴτε <γὰρ καὶ> κατὰ N τὸ add. Kochalsky Διόδωρον <ἢ τὸ ἔμφασιν> Kochalsky coll. p. 82, 14 (at cf. v. 13 ἄλλως πως, demonstratur Sextum hic brevius locutum esse) 13 τούτου Bekk. : τούτων G 16 προειρημένοις N ὑγιὲς <συνημμένον τὸ τούτου> κρ. Kochalsky (at cf. p. 314, 3. 7. 8) 17 τοιοῦτο Bekk. : τοῦτο G 18 σημείου <τε καὶ τοῦ σημειωτοῦ vel σημείου <τε καὶ σημειωτοῦ> Kochalsky Bekk.: ἐπεὶ G 28 εἰς prius N: ἧ LEς)

δὸς, ἀνάπαλιν λέγωμεν ψεῦδος διὰ τὸ ἀπ’ ἀληθοῦς ἄρχεσθαι καὶ ἐπὶ ψεῦδος λήγειν. οὐ τοίνυν ἀξίωμα ῥητέον εἶναι τὸ σημεῖον, οὐδὲ ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον.

Προσθετέον δὲ τούτοις, ὅτι καὶ ταῖς ἐναργείαις μάχονται οἱ ταύτης προεστῶτες τῆς δόξης. εἰ γὰρ ἀξίωμά ἐστι τὸ σημεῖον καὶ ἐν ὑγιεῖ συνημμένῳ καθηγεῖται, ἐχρῆν τούς μηδ’ ἀρχὴν ἔχοντας ἔννοιαν ἀξιώματος μηδὲ τἀς διαλεκτικὰς τέχνας ἐπεληλυθότας ἐκτὸς εἷναι πάσης σημειώσεως.

οὐχὶ δέ γε τοῦτο· καὶ γὰρ ἀγράμματοι πολλάκις κυβερνῆται καὶ ἄπειροι πολλάκις τῶν διαλεκτικῶν θεωρημάτων γεωργοὶ ἄκρως σημειοῦνται, οἱ μὲν κατὰ θάλασσαν, ἀνέμους τε καὶ νηνεμίας χειμῶνάς τε καὶ γαλήνας, οἱ δὲ κατὰ γεωργίαν, ὥσπερ εὐκαρπίαν καὶ ἀπαρπίαν αὐχμούς τε καὶ ἐπομβρίας. καίτοι τί περὶ ἀνθρώπων λέγομεν, ὅτε καὶ τοῖς ἀλόγοις ζῴοις τινὲς αὐτῶν (Stoic. fr. II 727 Arn.) μεταδεδώκασι τῆς τοῦ σημείου νοήσεως;

καὶ γὰρ ὁ κύων ὅτε ἐκ τοῦ ἴχνους στιβεύει τὸ θηρίον σημειοῦται· ἀλλ’ οὐ διὰ τοῦτο ἀξιώματος ἕλκει φαντασίαν τοῦ “εἴπερ ἴχνος ἐστὶ τοῦτο, θηρίον ἔστιν ἐνθάδε”. καὶ ὁ ἵππος κατὰ τὴν τοῦ μύωπος προσβολὴν ἢ τὴν τῆς μάστιγος ἐπανάτασιν ἐξάλλεται μὲν καὶ ὀρούει πρὸς δρόμον, οὐκ ἐπικρίνει δὲ τὸ τοιοῦτον συνημμένον διαλεκτικῶς “εἰ μάστιξ ἐπ’ ἀνατέταται, ἐστί μοι” . οὐκ ἄρα ἀξίωμά ἐστι τὸ σημεῖον ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον.

Ταῦτα μὲν ἰδιαίτερον πρὸς τοὺς νοητὸν ἀξιοῦντας εἶναι τὸ σημεῖον εἰρήσθω· κοινότερον δὲ ἐνέσται πρὸς αὐτοὺς λέγειν καὶ τὰ πρὸς τοὺς αἰσθητὸν αὐτὸ φάσκοντας εἶναι εἰρημένα. εἴπερ γὰρ ἀξίωμά ἐστι τὸ σημεῖον ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον, καὶ ἐν παντὶ συνημμένῳ ἀκολουθεῖ τὸ λῆγον τῷ ἡγουμένῳ, αἱ τε ἀκολουθίαι παρόντων εἰσί πραγμάτων, ἐξ ἀνάγκης τὸ σημεῖον καὶ τὸ σημειωτὸν ὑφ’ ἕνα καιρὸν παρόντα συνυπάρξει ἀλλήλοις, [*](1 ἐπὶ ψεῦδος LEς: ἐπ’ ἀληθὲς N 5 καθηγεῖται Bekk. Herveti versionem: καθηγεῖσθαι G 6 μηδ’ ἀρχὴν Bekk. secundum Herveti versionem: δὲ μὴ ἀρχὴν G (δὲ μὴ τὴν ἀρχὴν N sec. Kochalsky-Nebe) 9 πολλάκις del. Bekk. 10 <τὰ> κατὰ LEς 17 τοῦ Bekk.: τὸ G εἴπερ LEϛ: οὗπερ)

καὶ οὐδέτερον οὐδετέρου γενήσεται μηνυτικόν, ἀλλ’ ἀμφότερα ἐξ αὐτῶν γνώριμα καταστήσεται.

ἔτι τὸ σημεῖον ἐκκαλυπτικόν ἐστι τοῦ [λήγοντος] σημειωτοῦ, δὲ σημειωτὸν ἐκκαλύπτεται πρὸς τοῦ σημείου. ταῦτα δὲ οὐ τῶν ἀπολύτων ἐστὶν ἀλλὰ τῶν πρός τι· πρὸς γὰρ τῷ ἐκκαλύπτοντι νοεῖται τὸ ἐκκαλυπτόμενον, καὶ πρὸς τῷ ἐκκαλυπτομένῳ νοεῖται τὸ ἐκκαλύπτον. εἰ δὲ ἀμφότερα πρός τι ὄνια κατὰ τὸν αὐτὸν πάρεστι χρόνον, ἀμφότερα συνυφέστηκεν ἀλλήλοις· εἰ δὲ συνυφέστηκεν, ἑκάτερον ἐξ αὐτοῦ καταληπτόν ἐστι καὶ οὐδέτερον ἐκ θατέρου.

λεκτέον δὲ κἀκεῖνο, ὅτι, ὁποῖόν ποτ’ ἂν ᾖ τὸ σημεῖον, ἤτοι αὐτὸ φύσιν ἔχει πρὸς τὸ ἐνδείκνυσθαι καὶ μηνύειν τὸ ἄδηλον, ἢ ἡμεῖς ἐσμεν μνημονικοὶ τῶν συναναγυμνωθέντων αὐτῷ. οὐχὶ δὲ ἐκεῖνο φύσιν ἔχει ἐνδεικτικὴν τῶν ἀδήλων, ἐπεὶ ὤφειλε πᾶσιν ἐπ’ ἴσης ἐδείκνυσθαι τὰ ἄδηλα. ἡμεῖς ὧς ἂν ἔχωμεν μνήμης, οὕτω περὶ τῆς τῶν πραγμάτων ὑποστάσεως φερόμεθα.

Ἀλλ’ εἴπερ οὔτε αἰσθητόν ἐστι τὸ σημεῖον, ὧς ἐδείξαμεν, οὔτε νοητόν, ὧς κατεστησάμεθα, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι τρίτον, λεκτέον μὴ εἶναί τι σημεῖον. οἱ δὲ δογματικοὶ (Stoic. fr. II 223 Arn.) πρὸς ἕκαστον μὲν τῶν οὕτως ἐπικεχειρημένων πεφίμωνται, τοὐναντίον δὲ κατασκευάζοντές φασιν, ὅτι ἄνθρωπος οὐχὶ τῷ προφορικῷ λόγῳ διαφέρει τῶν ἀλόγων ζῴων (καὶ γὰρ κόρακες καὶ ψιττακοὶ καὶ κίτται ἐνάρθρους προφέρονται φωνάς), ἀλλὰ τῷ ἐνδιαθέτῳ, οὐδὲ τῇ ἁπλῇ μόνον φαντασίᾳ (ἐφαντασιοῦτο

γὰρ κἀκεῖνα), ἀλλὰ τῇ μεταβατικῇ καὶ συνθετικῇ. διόπερ ἀκολουθίας ἔννοιαν ἔχων εὐθύς καὶ σημείου νόησιν λαμβάνει διὰ τὴν ἀκολουθίαν· καὶ γὰρ αὐτὸ τὸ σημεῖόν ἐστι τοιοῦτον “ εἰ τόδε, τόδε”. ἕπεται ἄρα τῇ φύσει καὶ κατασκευῇ

τἀνθρώπου τὸ καὶ σημεῖον ὑπάρχειν. συνωμολόγηταί τε [*](277—278 ~ Hyp. II 131.) [*](1 καταστ. γνώρ. N 2 λήγοντος secl. Bekk. 3 σημεῖον 10 ὁποῖον om. N 19 τι post λεκτέον G, unde Bekk. dubit. λεκτέον <ἐσ>τὶ: post εἶναι transp. Kochalsky coll. p. 349, 4 et 7/8 23 γὰρ om. L 80 τε Bekk.: δὲ G συνωμολόγηται Arnim coll. p. 351, 1/2 ἀνωμολόγηται G)

ἡ ἀπόδειξις τῷ γένει σημεῖον εἷναι. δηλωτικὴ γάρ ἐστι τοῦ συμπεράσματος, καὶ ἔσται ἡ διὰ τῶν λημμάτων αὐτῆς συμπλοκὴ σημεῖον τοῦ ὑπάρχειν τὸ συμπέρασμα. οἶον ἐπὶ τῆς τοιαύτης “ εἰ ἔστι κίνησις, ἔστι κενόν· ἔστι δὲ κίνησις· ἔστιν ἄρα κενόν” τὸ τοιοῦτον συνημμένον “ εἰ ἔστι κίνησις, ἔστι κενόν”, διὰ τῶν λημμάτων συμπεπλεγμένον, εὐθὺς καὶ σημεῖόν ἐστι τοῦ συμπεράσματος τοῦ ‘‘ἐστι κενόν”.

ἤτοι οὖν ἀποδεικτικοί εἰσι λόγοι, φασίν, οἱ κατὰ τοῦ σημείου κομισθέντες ὑπὸ τῶν ἀπορητικῶν ἢ οὐκ ἀποδεικτικοί. καὶ εἰ μὲν οὔκ εἰσιν ἀποδεικτικοί, ἄπιστοι καθεστᾶσιν, ὅπου γε καὶ ἀποδεικτικοὶ τυγχάνοντες μόλις ἂν ἐπιστεύθησαν· εἰ δὲ ἀποδεικτικοί, δῆλον ὅτι ἔστι τι σημεῖον· ἡ γὰρ ἀπόδειξις σημεῖον ἦν κατὰ τὸ γένος.

εἴπερ δὲ οὐδὲν οὐδενός ἐστιν σημεῖον, ἤτοι σημαίνουσί τι αἱ κατὰ τοῦ σημείου ἐκφερόμεναι φωναὶ ἢ οὐδὲν σημαίνουσιν. καὶ εἰ μὲν οὐδέν, οὐδὲ τὴν τοῦ σημείου ὕπαρξιν ἀνελοῦσιν· πῶς γὰρ οἷόν τε τἀς μηδὲν σημαινούσας πιστεύεσθαι στεύεσθαι περὶ τοῦ μηδὲν εἶναι σημεῖον; εἰ δὲ σημαίνουσι, μάταιοι καθεστᾶσιν οἱ ἀπὸ τῆς σκέψεως, λόγῳ μὲν ἐκβάλλοντες τὸ σημεῖον, ἔργῳ δὲ τοῦτο παραλαμβάνοντες.

καὶ μὴν εἶ μηδὲν ἔστι θεώρημα τέχνης ἴδιον, οὐ διοίσει τῆς ἀτεχνίας ἡ τέχνη. εἰ δ’ ἔστι θεώρημα τέχνης ἴδιον, ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον. ἀλλὰ φαινόμενον μὲν οὐκ ἂν εἴη· τὰ γὰρ φαινόμενα πᾶσιν ὁμοίως καὶ ἀδιδάκτως φαίνεται. εἰ δὲ ἄδηλον τυγχάνει, διὰ σημείου θεωρηθήσεται. εἰ δὲ ἔστι τι διὰ σημείου θεωρούμενον, ἔσται τι καὶ σημεῖον.