Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

τὸ δὲ ἐνδεικτικὸν σημεῖον ἐκ φύσεως ὑπαγορευτικὸν εἷναι δοκοῦν τοῦ σημειωτοῦ κατ’ ἀνάγκην ἑνὸς δεῖ πράγματος ἐνδεικτικὸν εἶναι, καὶ τούτου πάντως μονοειδοῦς, ἐπεί τοι ἐὰν κοινὸν πολλῶν ὑπάρχῃ, οὐκ ἔσται σημεῖον. ἀμήχανον γὰρ ‘ὲν βεβαίως διά τινος λαμβάνεσθαι, πολλῶν ὄντων τῶν σηλουμένων. μένων. οἷον τὸ ἐκ πλουσίου πένητα γενέσθαι κοινόν ἐστι καὶ τοῦ ἠσωτεῦσθαι καὶ τοῦ κατὰ θάλασσαν ἐπταικέναι καὶ τοῦ φίλοις μεταδεδωκέναι, πολλῶν δὲ κοινὸν ὑπάρχον οὐκέτι τινὸς αὐτῶν ἐξαιρέτως μηνυτικὸν εἶναι δύναται· εἰ γὰρ τούτου, τί μᾶλλον τούτου ἢ ἐκείνου; καὶ εἰ ἐκείνου, τί μᾶλλον ἐκείνου ἢ τούτου;

καὶ μὴν οὐδὲ πάντων· ἀσυνύπαρκτα γάρ ἐστι τὰ πάντα. διαφέρει τοίνυν τοῦ ὑπομνηστικοῦ σημείου τὸ ἐνδεικτικόν, καὶ οὐ μεταβατέον ἐστὶν ἀπ’ ἐκείνου ἐπὶ τοῦτο, παρόσον τὸ μὲν ἑνὸς μόνου δεῖ μηνυτικὸν ὑπάρχειν, τὸ δὲ πλειόνων δύναται εἶναι παραστατικὸν καὶ ὧς ἂν ἡμεῖς θεματίσωμεν σημαίνειν.

Ἔτι πᾶν αἰσθητὸν ὧς αἰσθητὸν ἀδίδακτόν ἐστιν. οὔτε γὰρ τὸ λευκὸν χρῶμα διδάσκεταί τις ὁρᾶν οὔτε τοῦ γλυκέος μανθάνει γεύεσθαι, οὐ θερμοῦ ἀντιλαμβάνεσθαι, οὐκ ἄλλου τινὸς τοιούτου· ἀλλ’ ἐκ φύσεως καὶ ἀδιδάκτως πάντων αὐτῶν πάρεστιν ἡμῖν ἡ γνῶσις. τὸ δὲ σημεῖον ὧς σημεῖον μετὰ πολλῶν, ὥς φασι, μόχθων διδάσκεται, οἷον τὸ κατὰ κυβερνητικήν, ὅτι ἀνέμων ἐστὶ δηλωτικὸν καὶ χειμώνων ἢ εὐδίας.

ὡσαύτως δὲ καὶ παρὰ τοῖς τὰ οὐράνια πραγματευσαμένοις, καθάπερ Ἀράτω καὶ Ἀλεξάνδρῳ τῷ Αἰτωλῷ, κατὰ ταὐτὰ δὲ καὶ τοῖς ἐμπειρικῶς [*](28 ἓν Fabr. : ἑνὸς G 4/5 δηλουμένων Bekk. : ἀδηλουμένων 6 καὶ <ἡ> τοῦ ἠσωτ. N θάλατταν ϛ 9 τούτου prim. τουτί N 9 τούτου ἢ ἐκείνου Gen.: ἐκείνου ἢ τούτου NLE τούτου — 10 μᾶλλον om, ϛ 13 μόνου Eς: μόνον NL 18 μανθάνειν L 22 τὸ LEς: καὶ N: an καὶ τὸ? 23 <τὰ> Kochalsky 25 κατὰ ταὐτὰ Bekk.: κατ’ αὐτὰ G <τὰ παρὰ> τοῖς Kochalsky)

ἰατρεύουσιν, οἶον τὸ ἔρευθος καὶ ἡ κυρτότης τῶν ἀγγείων καὶ τὸ δίψος καὶ τὰ ἄλλα, ὧν ὁ μὴ διδαχθεὶς οὐκ ἀντιλαμβάνεται ὧς σημείων.

οὐκ ἄρα αἰσθητόν ἐστι τὸ σημεῖον· εἰ γὰρ τὸ μὲν αἰσθητὸν ἀδίδακτον, τὸ δὲ σημεῖον ὧς σημεῖόν ἐστι διδακτόν, οὐκ ἂν εἴη τὸ σημεῖον αἰσθητόν.

τό τε αἰσθητόν, ᾗ αἰσθητόν ἐστι, κατὰ διαφορὰν νοεῖται, οἷον τὸ λευκόν, τὸ μέλαν, γλυκὺ πικρόν, πᾶν τὸ τοιουτῶδες. τὸ δὲ σημεῖον, ᾗ σημεῖόν ἐστι, τῶν πρός τι καθέστηκεν· κατὰ γὰρ τὴν ὧς πρὸς τὸ σημειωτὸν σχέσιν ἐθεωρεῖτο. οὐκ ἄρα τῶν αἰσθητῶν ἐστι τὸ σημεῖον.

καὶ μὴν πᾶν αἰσθητόν, ὧς ἡ κλῆσις παρίστησιν, αἰσθήσει ληπτόν ἐστι, τὸ δὲ σημεῖον ὧς σημεῖον οὐκ αἰσθήσει λαμβάνεται ἀλλὰ διανοίᾳ. λέγομεν γοῦν ἀληθὲς εἶναι σημεῖον καὶ ψεῦδος, τὸ δὲ ἀληθὲς καὶ ψεῦδος οὐκ ἔστιν αἰσθητόν· ἀξίωμα γὰρ ἑκάτερον, τὸ δὲ ἀξίωμα οὐ τῶν αἰσθητῶν ἀλλὰ τῶν νοητῶν ὑπῆρχεν. λεκτέον ἄρα μὴ εἶναι τῶν αἰσθητῶν τὸ σημεῖον.

Ἐπιχειρητέον δὲ καὶ οὕτως· εἴπερ αἰσθητόν ἐστι τὸ ἐνδεικτικὸν σημεῖον, πολὺ πρότερον ὀφείλει τὸ αἰσθητόν τινος ἐνδεικτικὸν ὑπάρχειν· ὅπερ οὐχ οὕτως εἶχεν. εἰ γὰρ ἐνδείκνυταί τι τὸ αἰσθητόν, ἤτοι τὸ ὁμογενὲς τοῦ ὁμογενοῦς ἔσται ἐνδεικτικὸν ἢ τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς· οὔτε δὲ τὸ ὁμογενὲς τοῦ ὁμογενοῦς οὔτε τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς· οὐκ ἄρα ἐνδεικτικόν τινός τὸ αἰσθητόν.

οἶον ἔστω μηδέποτε ἡμᾶς καθ’ ὑπόθεσιν λευκῷ περιπεπτωκέναι χρώματι, μηδὲ μέλανι, πρώτως δὲ ὁρᾶν τὸ λευκόν. ἀλλ’ οὐκ ἂν ἰσχύσαιμεν ἀπὸ τῆς τούτου καταλήψεως τὸ μέλαν καταλαμβάνεσθαι χρῶμα·

ἔννοιαν μὲν γὰρ ἔχειν τοῦ ἕτερον εἶναι χρῶμα τὸ μέλαν, καὶ μὴ τοιοῦτο οἷόν ἐστι τὸ λευκόν, τάχα δυνατόν ἐστι, [*](26 ἀγγείων hic et p. 334, 26 Κalbfleisch coll. Ps.-Galen. XIV p. 729, 2 K (cf. Hyp. p. 13, 1): ὠτίων N (quod tuetur Kochalsky l. l. p. 53): αἰτίων LEς: ἄρθρων Hervetus <ὡς αἰσθητὸν> Heintz coll. p. 331, 16. 332, 1 11 αἰσθητῶν <ἐστι> Ε ὑπῆρχεν NLABR: ὑπάρχη V: om. E om. N 18 οὔτε δὲ — 19 ἀνομογενοῦς om. ϛ 19 ἐνδεικτόν N)

κατάληψιν δὲ ποιεῖσθαι τοῦ μέλανος χρώματος ἐκ τῆς τοῦ λευκοῦ παρουσίας τῶν ἀμηχάνων. καὶ ἐπὶ τῆς φωνῆς ὁ αὐτός ἐστι λόγος, καὶ κοινῶς ἐπὶ τῶν ἄλλων αἰσθητῶν. οὐκοῦν τὸ ὁμογενὲς αἰσθητὸν οὐκ ἂν εἴη τοῦ ὁμογενοῦς ἐνδεικτικόν, τουτέστι τὸ ὁρατὸν τοῦ ὁρατοῦ ἢ τὸ ἀκουστὸν τοῦ ἀκουστοῦ ἢ τὸ γευστὸν τοῦ γευστοῦ.

καὶ μὴν οὐδὲ τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς, οἶον τὸ ὁρατὸν τοῦ ἀκουστοῦ ἢ τὸ ἀκουστὸν τοῦ γευστοῦ ἢ ὀσφραντοῦ· οὐ γὰρ ἐὰν ὀσφραίνηταί τις εὐώδους τινός, εἰς κατάληψιν ἔρχεται λευκοῦ χρώματος, οὐδὲ φωνῆς ἀντιλαμβανόμενος γλυκαίνεται τὴν γεῦσιν.

καίτοι μακρόν ἐστι ζητεῖν, εἰ δύναται τὸ ὁμογενὲς τοῦ ὁμογενοῦς καὶ τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς εἶναι σημεῖον, ὅτε καὶ τὸ τούτου ἔγγιον ἀπελπίσειεν ἄν τις νοῦν ἔχων, φημὶ δὲ τὸ μηδὲ ἑαυτοῦ δύνασθαι ἐνδεικτικὸν εἶναι τὸ αἰσθητόν.

τῶν γὰρ περὶ τούτου σκεψαμένων, ὧς πολλάκις ἐδείξαμεν, οἱ μέν φασιν αὐτὸ μὴ τοιοῦτο λαμβάνεσθαι ὑπὸ τῆς αἰσθήσεως οἷόν ἐστι φύσει· οὔτε γὰρ λευκὸν οὔτε μέλαν, οὔτε θερμόν, οὐ ψυχρόν, οὐ γλυκύ, οὐ πικρόν, οὐκ ἄλλην τοιαύτην ἔχον ποιότητα αὐτὸ καθεστάναι, κενοπαθούσης δὲ καὶ ψευδομένης ἡμῶν τῆς αἰσθήσεως τοιοῦτο δοκεῖν ὑποκεῖσθαι· οἱ δὲ τινὰ μὲν τῶν αἰσθητῶν ἔδοξαν κατ’ ἀλήθειαν ὑποκεῖσθαι τινὰ δὲ μηδαμῶς, ἄλλοι δὲ πᾶσι τὴν ὕπαρξιν ἐπ’ ἴσης προσεμαρτύρησαν.

τοσαύτης οὖν καὶ ἀδιακρίτου στάσεως οὔσης περὶ τῆς τῶν αἰσθητῶν ὑποστάσεως, οἶόν τε λέγειν αὐτοῦ παραστατικὸν εἶναι τὸ αἰσθητόν, ὅτε οὐδέπω γινώσκεται τίς ἐστιν ἡ ἀληθὴς τῶν οὕτως διαφωνούντων στάσις; ἀλλ’ ἐκεῖνό γε κρατεῖν χρή, ὧς εἴπερ οὔτε τὸ ὁμογενὲς αἰσθητὸν τοῦ ὁμογενοῦς αἰσθητοῦ οὔτε [*](1 τοῦ γευστοὶ) ἢ <τὸ γευστὸν> τοῦ ὀσφραντοῦ <ἢ τοῦ ὁρατοῦ) Κοchalsky 2 ὀσφρήσηται NLE 3 <τοῦ> λευκοῦ ϛ 5 τοῦ ὁμ. καὶ τὸ ἀν’. om. N 7 δὴ N 10 αὐτὸ <τὸ> μὴ ϛ 12 οὔτε ψ. Gen. ἢ πικρόν N 12/13 οιθίτγτα τοιαύτην ἔχον ϛ 13 ἑαυτὸ ϛ <καθ᾿> ἑαυτὸ Heintz; at vv. 8/9 et 10 14 τοιοῦτο LEς: τοῦτο N 18 διαστάσεως Heintz 20 ὄντως ’ς 21 ὡς εἴπερ Bekk,: ὥσπερ G)

τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς οὔτ’ αὐτὸ ἑαυτοῦ ἐνδεικτικόν ἐστιν, ἀδύνατον ἄρα λέγειν αἰσθητὸν εἶναι τὸ σημεῖον.

Ὁ δὲ Αἰνησίδημος ἐν τῷ τετάρτῳ τῶν Πυρρωνείων λόγων εἰς τὴν αὐτὴν ὑπόθεσιν καὶ ἀπὸ τῆς αὐτῆς σχεδὸν δυνάμεως λόγον ἐρωτᾷ τοιοῦτον· “εἰ τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται καὶ τὰ σημεῖά ἐστι φαινόμενα, τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται. οὐχὶ δέ γε τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται· τὰ δὲ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται· οὐκ ἄρα φαινόμενά ἐστι τὰ σημεῖα.”

καὶ δὴ τοίνυν φαινόμενα μένα μὲν ἔοικε καλεῖν ὁ Αἰνησίδημος τὰ αἰσθητά, λόγον δὲ ἐρωτᾷ καθ’ ὃν δεύτερος ἀναπόδεικτος ἐπιβάλλει τρίτῳ, οὗ τὸ σχῆμά ἐστι τοιοῦτο “εἰ τὸ πρῶτον καὶ τὸ δεύτερον, τὸ τρίτον· οὐχὶ δὲ τὸ τρίτον, ἀλλὰ καὶ τοπρῶτον· οὐκ ἄρα τὸ δεύτερον.”

καὶ ὅτι τῷ ὄντι οὕτως ἔχει, μικρὸν ὕστερον (§ 234 sqq.) διδάξομεν· νῦν δ’ ὡς ὑγιῆ ἐστιν αὐτοῦ τὰ λήμματα καὶ ἕπεται τούτοις ἡ ἐπιφορά, ἁπλούστερον ἀποδείξομεν. αὐτίκα τοίνυν τὸ συνημμένον ἀληθές ἐστιν. ἕπεται γὰρ τῷ κατ’ αὐτὸ συμπεπλεγμένῳ τὸ λῆγον, τουτέστι τῷ “τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται καὶ τὰ σημεῖά ἐστι φαινόμενα” τὸ τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεσθαι.

εἰ γὰρ τοῦ λευκοῦ χρώματος πάντες οἱ ἀπαραποδίστους ἔχοντες τὰς ὄψεις ὁμοίως ἀντιλαμβάνονται ἀλλ’ οὐ διαφόρως, καὶ εἰ τοῦ γλυκέος πάντες οἱ κατὰ φύσιν τὴν γεῦσιν ἔχοντες γλυκαντικῶς ἀντιλαμβά- [*](215 ~ 234.) [*](24 ἐστιν, <οὐδ᾿ ὅλως αὐτὸ ἐνδεικτικόν ἐστιν>. ἐστι <τὸ αἰσθητόν, οὐδ’ ὅλως αὐτὸ ἐνδεικτικόν ἐστιν>. ἅδ’. Heintz ἄρα suspectum, sed cf. p. 353, 12. 523, 13 1 γε om. cett. 4 τὸ νῦν Fabr. 6 <ὁ> δεύτερος <τῷ> τρίτῳ Kayser 8 δὲ <καὶ> τὸ N ἀλλὰ μὴν coll. p. 339, 11 13 τὸ ϛ 14 φαίνεται Bekk. : φαίνεσθαι G 14 καὶ — 16 φαίνεσθαι L: om. Ες: in margine similia add. N, quae hodie vix legantur 16 φαίνεται Rüstow 17 ἀπαραμποδίστους (oυ ex ω) L cf. ad p. 328, 11)

νονται, κατ’ ἀνάγκην ὀφείλουσι καὶ τοῦ σημείου, εἴπερ ἐστὶ τῶν αἰσθητῶν καθάπερ τὸ λευκὸν ἢ γλυκύ, πάντες οἱ κατὰ τὴν ὁμοίαν ὄντες διάθεσιν ὁμοίως ἀντιλαμβάνεσθαι.

ὥστε τὸ μὲν συνημμένον ὑγιές ἐστιν· ἀληθὲς δέ γε καὶ τὸ δεύτερον λῆμμα, τὸ ‘οὐχὶ δέ γε τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται”. τὸ γοῦν ἐπὶ τῶν πυρεσσόντων ἔρευθος καὶ ἡ τῶν ἀγγείων προπάλεια καὶ ὁ ἔνικμος χρὼς καὶ ἡ πλείων θερμασία καὶ ἡ σφοδρότης τῶν σφυγμῶν καὶ τὰ λοιπὰ σημεῖα τοῖς ὁμοίως κατά τε τὰς αἰσθήσεις καὶ τὴν ἄλλην σύγκρισιν διακειμένοις οὐ τοῦ αὐτοῦ προσπίπτει σημεῖα, οὐδ’ ὡσαύτως πᾶσι φαίνεται,

ἀλλ’ Ἡροφίλῳ μὲν λόγου χάριν ὧς ἄντικρυς χρηστοῦ αἵματος σημεῖα, Ἐρασιστράτῳ δὲ ὡς μεταπτώσεως τῆς ἐκ φλεβῶν εἰς ἀρτηρίας, Ἀσκληπιάδῃ δὲ ὧς ἐνστάσεως νοητῶν ὄγκων ἐν νοητοῖς ἀραιώμασιν. τοίνυν καὶ τὸ δεύτερον λῆμμα ὑγιές ἐστιν.