Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Ἐπεὶ τῶν πραγμάτων διττή τις ἔστι κατὰ τὸ ἀνωτάτω διαφορὰ, καθ’ ἣν τὰ μέν ἐστι πρόδηλα, τὰ δὲ ἄδηλα (καὶ πρόδηλα μὲν τὰ αὐτόθεν ὑποπίπτοντα ταῖς τε αἰσθήσεσι καὶ τῇ διανοία, ἄδηλα δὲ τὰ μὴ ἐξ αὐτῶν ληπτά), μεθοδικώτερον δὲ εἰς μὲν τὴν τῶν ἐναργῶν ἀπορίαν ὁ περὶ κριτηρίου λόγος ἡμῖν ἀποδέδοται

(τούτου γὰρ δειχθέντος ἀδύνατον γίνεται καὶ τὸ περὶ τῶν φαινομένων [*](21 οὐκ εἴληφεν Bekk.: οὐ κατείληφεν G 21 ἀκόλουθον Fabr. sec. Herveti versionem: ἀνακόλουθον G τοῖς ἐν add. Fabr. 28 et 29 τὸ Bekk.: τὰ G 30 ἀληθές G: τἀληθές Bekk. 31/32 περὶ τοῦ κριτηρίου καὶ ἀληθοῦς Kayser 5a tit. sec. LEς: περὶ σημείου· εἰ ἔστι τ’. σ’. N 10 δὲ del. Bekk., μεθοδικώτερον δὲ post eum Kayser, sed mutata interpunctione omnia recte se habere intelleguntur (cf. Kochalsky l. l. p. 79 sq.) 11 ἀβεβαίου N (ut iam Fabr.): βεβαίου LEς: βιαίου Nauck coll. p. 350, 15)

διισχυρίζεσθαι, ὅτι τοιαῦτά ἐστι πρὸς τὴν φύσιν ὁποῖα φαίνεται), λειπομένης δὲ ἔτι τῆς τῶν ἀδήλων διαφορᾶς, καλῶς ἔχειν ἡγούμεθα καὶ πρὸς τὴν ταύτης ἀθέτησιν συντόμῳ τινὶ χρήσασθαι ἐφόδῳ, τῇ τό τε σημεῖον καὶ τὴν ἀπόδειξιν ἀναιρούσῃ· τούτων γὰρ πάλιν ἀναιρουμένων ἀβέβαιος γίνεται καὶ ἡ δι’ αὐτῶν τοῦ ἀληθοῦς κατάληψις. βραχέα δ’ ἴσως οἰκεῖόν ἐστι πρὸ τῶν κατὰ μέρος διελθεῖν περὶ τῆς τοῦ σημείου φύσεως.

Λέγεται τοίνυν τὸ σημεῖον διχῶς, κοινῶς τε καὶ ἰδίως, κοινῶς μὲν τὸ δοκοῦν τι δηλοῦν, καθὸ καὶ τὸ πρὸς ἀνατέωσιν τοῦ συμπαρατηρηθέντος αὐτῷ πράγματος χρησιμεῦον εἰώθαμεν καλεῖν σημεῖον, ἰδίως δὲ τὸ ἐνδεικτικὸν τοῦ ἀδηλουμένου πράγματος, περὶ οὗ καὶ πρόκειται ζητεῖν ἐπὶ τοῦ παρόντος.

εἰ δέ τις τρανότερον ἐπιβάλλει αὐτοῦ τῇ φύσει, πάλιν προληπτέον ὅτι, ὧς ἀνώτερον ἐλέγομεν, τῶν πραγμάτων πρόδηλα μέν ἐστι τὰ ἐξ αὑτῶν εἰς γνῶσιν ἡμῖν ἐρχόμενα, οἷον ἦν ἐπὶ τοῦ παρόντος τὸ ἡμέραν εἶναι καὶ τὸ ἐμὲ διαλέγεσθαι, ἄδηλα δὲ τὰ μὴ οὕτως ἔχοντα.

  • <γ΄> πόσαι τῶν ἀδήλων
  • τῶν δὲ ἀδήλων τὰ μέν τινα ἦν καθάπαξ ἄδηλα, τὰ δὲ φύσει ἄδηλα, τὰ δὲ πρὸς καιρὸν ἄδηλα. ὧν πρὸς καιρὸν μὲν ἄδηλα καλεῖται ἅπερ τὴν φύσιν ἔχοντα ἐναργῆ παρά τινας ἔξωθεν περιστάσεις κατὰ καιροὺς ἡμῖν ἀδηλεῖται, οἷον νῦν ἡ τῶν Ἀθηναίων πόλις ἡμῖν· φύσει μὲν γάρ ἐστιν ἐναργής καὶ πρόδηλος, παρὰ δὲ τὸ μεταξὺ διάστημα ἀδηλεῖται.

    φύσει δὲ ἦν ἄδηλα τὰ δι’ αἰῶνος ἀποκεκρυμμένα καὶ μὴ δυνάμενα ὑπό τὴν ἡμετέραν πεσεῖν ἐνάργειαν, καθάπερ οἱ νοητοὶ πόροι καὶ τὸ ἀξιούμε- [*](145—160 ~ Hyp. ΙΙ 97—103.) [*](14/15 καλῶς Fabr.: καθὼς G 19 πρὸ τῶν LEABR: πρὸς τῶν V: πρὸ τὸν N 26 τις Bekk.: τὸ Gr 27 ὅτι, ὧς Bekk.: ὅπως G 32 tit. secundum N: πόσαι διαφοραὶ ἀδήλων LEς 33 καθάπαξ ἢν N 2 φύσιν <μὲν> ϛ 3 τινας <μὲν> ἐναργής ἐστι)

    νον ἐκτὸς εἶναι τοῦ κόσμου τισὶ φυσικοῖς ἄπειρον κενόν.

    καθάπαξ δὲ ἄδηλα λέγεται τυγχάνειν τὰ μηδέποτε ὐπ’ ἀνθρωπίνην κατάληψιν πεφυκότα πίπτειν, οἶόν ἐστι τὸ ἀρτίους εἷναι τοὺς ἀστέρας ἢ περισσοὺς καὶ τὸ τοσάσδε ὑπάρχειν ἐν Λιβύῃ ψάμμους.

    τεσσάρων οὖν οὐσῶν ἐν τοῖς πράγμασι διαφορῶν, μιᾶς μὲν <τῆς> τῶν ἐναργῶν, δὲ τῆς τῶν καθάπαξ ἀδήλων, τρίτης δὲ τῆς τῶν φύσει ἀδήλων, τετάρτης τῆς τῶν πρὸς καιρόν, οὐ πᾶσάν φαμεν διαφορὰν σημείου δεῖσθαι ἀλλὰ τινά.

    εὐθέως γὰρ οὔτε τὰ καθάπαξ ἄδηλα ἐπιδέχεταί τι σημεῖον οὔτε τὰ ἐναργῆ, καὶ τὰ μὲν ἐναργῆ, ὅτι ἐξ αὐτῶν προσπίπτει καὶ οὐδενὸς ἑτέρου δεῖται πρὸς μήνυσιν, τὰ δὲ καθάπαξ ἄδηλα, ὅτι κοινῶς πᾶσαν πᾶσαν ἐκπεφευγότα κατάληψιν οὐδὲ τὴν διὰ σημείου ἐπιδέχεται.

    τὰ δὲ φύσει ἄδηλα καὶ τὰ πρὸς καιρὸν χρείαν ἔχει τῆς ἐκ τοῦ σημείου παρατηρήσεως, τὰ μὲν πρὸς καιρὸν ἄδηλα, ὅτι κατά τινας περιστάσεις αἴρεται ἐκ τῆς πρὸς ἡμάς ἐναργείας, τὰ δὲ φύσει ἄδηλα, ὅτι διὰ παντός ἐστιν ἀφανῆ.

    διττῆς οὖν οὔσης διαφορᾶς τῶν σημείου δεομένων πραγμάτων διττὸν ἀνεφάνη καὶ τὸ σημεῖον, τὸ μέν τι ὑπομνηστικόν, ὅπερ μάλιστα ἐπὶ τῶν πρὸς καιρὸν ἀδήλων φαίνεται χρησιμεῦον, τὸ δὲ ἐνδεικτικόν, ὅπερ ἐπὶ τῶν φύσει ἀδήλων ἀξιοῦται παραλαμβάνε- σθαι.

    καὶ δὴ τὸ μὲν ὑπομνηστικὸν συμπαρατηρηθὲν τῷ σημειωτῷ δι’ ἐναργείας, ἅμα τῷ ὑποπεσεῖν ἐκείνου ἐδηλουμένου, ἄγει ἡμᾶς εἰς ὑπόμνησιν τοῦ συμπαρατηρηθέντος αὐτῷ, νῦν δὲ ἐναργῶς μὴ προσπίπτοντος, ὡς ἐπὶ τοῦ καπνοῦ καὶ τοῦ πυρός· ταῦτα γὰρ πολλάκις ἀλλήλοις συνεζευγμένα παρατηρήσαντες ἄμα τῷ τὸ ἕτερον ἰδεῖν, τουτέστι τὸν καπνόν, ἀνανεούμεθα τὸ λοιπόν, τουτέστι [*](9 φυσικοῖς N (ut oliin Bekk.) : φυσικῶς LEϛ 10 τυγχάνειν λέγεται L 13 post ψάμμους addendum esse ἢ τοσάσδε censuit Bekk. 14 τῆς add. Bekk. 16 τετάρτης <δὲ> 18/19 οὔτε τὰ ἐναργῆ N (addiderat iam Hervetus): om. LEς 19 καὶ τὰ N (quod coniecerat Kayser): ἀλλὰ τὰ LEς: an (cf. V. 23) 32 σημειωτῷ L: σημείω τῶ NEϛ 2 προσπίπτοντος Bekk.: προπίπτ. G ὧς <ἔχει> ἐπὶ fort. scrib. coll. p. 79, 26)

    τὸ μὴ βλεπόμενον πῦρ.

    ὁ <δ᾿> αὐτὸς λόγος καὶ ἐπὶ τῆς τῷ ἕλκει ἐπιγινομένης οὐλῆς καὶ ἐπὶ τῆς τοῦ θανάτου προηγουμένης καρδίας τρώσεως· οὐλήν τε γὰρ ἰδόντες προηγησάμενον ἕλκος ἀνανεούμεθα, καρδίας τε τρῶσιν θεασάμενοι μέλλοντα θάνατον προγινώσκομεν. ἀλλὰ τὸ μὲν ὑπομνηστικὸν σημεῖον τοιαύτην εἶχε τὴν ἰδιότητα,

    τὸ δὲ ἐνδεικτικὸν διέφερε τούτου. οὐκέτι γὰρ καὶ αὐτὸ συμπαρατήρησιν τῷ σημειωτῷ ἐπιδέχεται (ἀρχῆθεν γὰρ ὐνυπόπτωτόν ἐστι τὸ φύσει ἄδηλον πρᾶγμα, καὶ διὰ τοῦτο οὐ δύναταί τῶν φαινομένων συμπαρατηρηθῆναι), ἀλλ’ ἄντικρυς ἐκ τῆς ἰδίας φύσεως καὶ κατασκευῆς μόνον οὐχὶ φωνὴν ἀφιὲν λέγεται σημαίνειν τὸ οὗ ἐστιν ἐνδεικτικόν.

    οἷον ἡ ψυχὴ τῶν φύσει ἀδήλων ἐστὶ πραγμάτων. οὐδὲποτε γὰρ ὑπὸ τὴν ἡμετέραν πέφυκε πίπτειν ἐνάργειαν. τοιαύτη δὲ οὖσα ἐκ τῶν περὶ τὸ σῶμα κινήσεων δνδεικτιχῶς μηνύεται· λογιζόμεθα γὰρ ὅτι δύναμίς τις ἐνδεδυκυῖα τῷ σώματι τοιαύτας αὐτῷ κινήσεις ἐνδίδωσιν.

    Ἀλλὰ γὰρ δυεῖν ὄντων σημείων, τοῦ τε ὑπομνηστικοῦ καὶ ἐπὶ τῶν πρὸς καιρὸν ἀδήλων τὰ πολλὰ χρησιμεύειν δοκοῦντος, καὶ τοῦ ἐνδεικτικοῦ, ὅπερ ἐπὶ τῶν φύσει ἀδήλων ἐγκρίνεται, μελλήσομεν πᾶσαν ποιεῖσθαι ζήτησιν καὶ ἀπορίαν οὐ περὶ τοῦ ὑπομνηστικοῦ (τοῦτο γὰρ παρὰ κοινῶς τοῖς ἐκ τοῦ βίου πεπίστευται χρησιμεύειν), ἀλλὰ περὶ τοῦ ἐνδεικτικοῦ· τοῦτο γὰρ γὰρ τῶν δογματικῶν φιλοσόφων καὶ τῶν λογικῶν ἰατρῶν, ὧς δυνάμενον τὴν ἀναγκαιοτάτην αὐτοῖς παρέχειν χρείαν, πέπλασται.

    ὅθεν οὐδὲ μαχόμεθα ταῖς κοιναῖς τῶν ἀνθρώπων προλήψεσιν, τι οὐδὲ συγχέομεν τὸν βίον, λέγοντες μηθὲν εἶναι σημεῖον, καθάπερ τινὲς ἡμᾶς συκοφαντοῦσιν. εἰ μὲν γὰρ πᾶν ἀνῃροῦμεν σημεῖον, τάχ’ ἴσως ἂν καὶ τῷ βίῳ καὶ πᾶσιν ἀνθρώποις ἐμαχόμεθα· νυνὶ δὲ οὕτω καὶ αὐτοὶ ἔγνωμεν, ἐκ μὲν καπνοῦ πῦρ, ἐκ δὲ οὐλῆς προηγησάμενον ἕλκος, ἐκ δὲ προηγουμένης καρδίας τρώσεως θάνατον, ἐκ δὲ προδ᾿ [*](6 addidi 9 δὲ V 13/14 ἀνύποπτόν L (sic): ἀνυπόπονόν V 16 καὶ om. N 26 μελλήσομεν ϛ: μελήσομεν NLE: μέλομεν Kayser 3 ἀνῃροῦμεν LEς: ἐροῦμεν N 4 αὐτοῖς N)

    κειμένης ταινίας ἄλειμμα λαμβάνοντες.

    νῦν οὖν ἐπεὶ τὸ μὲν ὑπομνηστικὸν σημεῖον τίθεμεν, ᾧ χρῆται ὁ βίος, τὸ δὲ ὑπὸ τῶν δογματικῶν ψευδῶς δοξασθὲν ἀναιροῦμεν, μήποτε πρὸς τῷ μὴ μάχεσθαι τῷ βίῳ ἔτι καὶ συναγορεύομεν αὐτῷ, ἐπείπερ τοὺς κατεξαναστάντας τῆς κοινῆς προλήψεως δογματικοὺς καὶ τὰ φύσει ἄδηλα γινώσκειν λέγοντας σημειωτικῶς ἐκ φυσιολογίας ἐλέγχομεν.

    Ταῦτα μὲν οὖν ὡς ἐν κεφαλαίοις περὶ τοῦ ὑπὸ τὴν ζήτησιν πίπτοντος σημείου λελέχθω· χρὴ δὲ ἐπὶ τοῦ παρόντος διὰ μνήμης ἔχειν τὸ σκεπτικὸν ἔθος. τοῦτο δ’ ἐστὶ τὸ μὴ μετὰ πείσματος καὶ συγκαταθέσεως ἐκτίθεσθαι τούς κατὰ τῆς ὑπάρξεως τοῦ σημείου λόγους (ἴσον γὰρ τὸ τοιοῦτο ποιεῖν τῷ ἀξιοῦν εἶναί τι σημεῖον παραπλησίως τοῖς δογματίζουσιν), ἀλλ’ ὥστε εἰς ἰσοσθένειαν τὴν ζήτησιν ἄγειν, καὶ δεικνύναι, ὅτι ἐπ’ ἴσης ἐστὶ πιστὸν τῷ εἶναί τι σημεῖον τὸ μὴ εἶναι ἢ ἀνάπαλιν ἐπ’ ἴσης ἄπιστον τῷ μηδὲν ὑπάρχειν τὸ ὑπάρχειν τι σημεῖον· ἐντεῦθεν γὰρ ἡ ἀρρεψία καὶ ἡ ἐποχὴ γίνεται τῇ διανοίᾳ.

    ἀμέλει γοῦν διὰ τοῦτο καὶ ὁ δοκῶν ἡμῖν ἀντιλέγειν φάσκουσι μηδὲν εἶναι ἐνδεικτικὸν σημεῖον βοηθός ἐστιν, καὶ τὸ ὀφεῖ λον κατασκευάζεσθαι μέρος σκεπτικῶς, τοῦτ᾿ αὐτὸς κατασκευάζει· εἰ γὰρ οἱ μὲν κατὰ τοῦ σημείου κομιζόμενοι παρὰ τοῖς ἀπορητικοῖς λόγοι σφόδρ’ εἰσὶ σθεναροὶ καὶ σχεδὸν ἀναντίρρητοι, τούτων δὲ οὐ λείπονται καὶ οἱ παρὰ τοῖς δογματικοῖς τὴν ὕπαρξιν αὐτοῦ κατασκευάζοντες, σκευάζοντες, αὐτόθεν ἐφεκτέον ἐστὶ περὶ τῆς ὑπάρξεως καὶ μὴ ἀδίκως τῷ ἑτέρῳ μέρει προσθετέον.