Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἕστιν‘‘. καὶ μαρτυρεῖν φαίνεται τούτῳ ὁ ἀντικείμενος λόγος. εἰ γὰρ φήσει σοί] τις μὴ πάντων τῶν πραγμάτων κριτήριον εἶναι τὸν ἄνθρωπον, βεβαιώσει τὸ πάντων τῶν πραγμάτων κριτήριον εἶναι τὸν ἄνθρωπον· αὐτὸς γὰρ ὁ τοῦτο λέγων ἄνθρωπός ἐστιν, καὶ <κριτήριον> τὸ ὧς πρὸς αὐτὸν τιθεὶς ὁμολογεῖ καὶ αὐτὸ τοῦτο τῶν ὧς πρὸς αὐτὸν φαινομένων ὑπάρχειν. ὅθεν καὶ ὁ μεμηνὼς τῶν ἐν μανίᾳ φαινομένων πιστόν ἐστι κριτήριον, καὶ ὁ κοιμώμενος τῶν ἐν ὕπνοις καὶ ὁ νήπιος τῶν ἐν νηπιότητι καὶ ὁ γεγηρακὼς τῶν ἐν γήρᾳ προσπιπτόντων.

οὐκ ἔστι δὲ οἰκεῖον ἀπὸ τῶν διαφερουσῶν περιστάσεων τἀς διαφόρους περιστάσεις ἀθετεῖν , τουτέστιν ἀπὸ μὲν τῶν ἐν τῷ σωφρονεῖν ὑποπιπτόντων τὰ ἐν τῷ μεμηνέναι φαινόμενα, ἀπὸ δὲ τῶν ὕπαρ τὰ κατὰ τοὺς ὕπνους, ἀπὸ δὲ τῶν ἐν γήρᾳ τὰ ἐν νηπιότητι. ὧς γὰρ αὐτὰ ἐκείνοις οὐ φαίνεται, οὕτως καὶ ἀνάπαλιν τὰ τούτοις [*](14 τῳ κρινομένῳ Bekk. : τῶν κρινομένων G 19 οὐδὲ om. ς οὔτε<δὲ>τὰN ἀβδηρίτην ς: αὐδηρίτην ΝLE φήσει ΝΕVR: : φύσει LAB σοί del. Bekk. 32 βεβ. — 1 ἄνθρωπον om. NE 2 κριτήριον add. Jaeger 7 δὲ Gen. : τε G τὶ E) οἰκεῖον aptum (cf. p. 318, 19) 11/12 ὡς γὰρ τὰ ἐκείνοις <προσπίπτοντα τούτοις> οὐ KochalBky ; maluerim mutare τούτοις (ν.12) cum ἑκείνοις ( ν. 13))

φαινόμενα ἐκείνοις οὐ προσπίπτει.

διόπερ εἰ ὅτι ὁ μεμηνὼς ἢ ὁ κοιμώμενος ἐν ποιᾷ διαθέσει θεωρεῖται, οὐκ ἔστι βέβαιος τῶν φαινομένων αὐτῷ κριτής, ἐπεὶ καὶ ὁ σωφρονῶν καὶ ὁ ἐγρηγορὼς ἐν ποιᾷ καθέστηκε διαθέσει, πάλιν οὐκ ἔσται πιστὸς πρὸς τὴν διάγνωσιν τῶν ὑποπιπτόντων αὐτῷ. μηδενὸς οὖν χωρὶς περιστάσεως λαμβανομένου, ἑκάστῳ πιστευτέον <. . . . .> τῶν κατὰ τὴν οἰκείαν περίστασιν λαμβανομένων.

καὶ τούτῳ δὴ κινεῖσθαι τινὲς ὑπενόησαν τὸ κριτήριον, ἐπείπερ τουτὶ μὲν τῶν καθ’ αὐτὰ ὑποκειμένων δοκιμαστικον εἶναι βούλεται, τοῦ τε ἀληθοῦς καὶ τοῦ ψεύδους διοριστικὸν ὑπάρχειν, ὁ δὲ προειρημένος ἀνὴρ οὔτε καθ’ αὐτό τι ὑπάρχον οὔτε ψεῦδος ἀπολέλοιπεν. τοιοῦτοι δὲ γεγονέναι λέγονται καὶ οἱ περὶ τὸν Εὐθύδημον καὶ Διονυσόδωρον· τῶν γὰρ πρός τι καὶ οὗτοι τό τε ὂν καὶ τὸ ἀληθὲς ἀπολελοίπασιν.

Γοργίας δὲ ὁ Λεοντῖνος ὃς ἐκ τοῦ αὐτοῦ μὲν τάγματος ὑπῆρχε τοῖς ἀνῃρηκόσι τὸ κριτήριον, οὐ κατὰ τὴν ὁμοίαν δὲ ἐπιβολὴν τοῖς περὶ τὸν Πρωταγόραν. ἐν γὰρ τῷ ἐπιγραφομένῳ Περὶ τοῦ μὴ ὄντος ἢ Περὶ φύσεως Diels) τρία κατὰ τὸ ἑξῆς κεφάλαια κατασκευάζει, ‘ὲν μὲν καὶ πρῶτον ὅτι οὐδὲν ἔστιν, δεύτερον ὅτι εἰ καὶ ἔστιν, ἀκατάληπτον ἀνθρώπῳ, τρίτον ὅτι εἰ καὶ καταληπτόν, ἀλλὰ τοί γε ἀνέξοιστον καὶ ἀνερμή- νευτον τῷ πέλας.

ὅτι μὲν οὖν οὐδὲν ἔστιν, ἐπιλογίζεται τὸν τρόπον τοῦτον· εἰ γὰρ <τι>, ἤτοι τὸ ὂν ἔστιν ἢ τὸ μὴ ὄν, ἢ καὶ τὸ ὂν ἔστι καὶ τὸ μὴ ὄν. οὔτε δὲ τὸ ὂν ἔστιν, ὡς παραστήσει, οὔτε τὸ μὴ ὄν, ὡς παραμυθήσεται, οὔτε τὸ ὂν καὶ <τὸ>

μὴ ὄν, ὧς καὶ τοῦτο διδάξει. οὐκ ἄρα ἔστι τι. καὶ δὴ τὸ μὲν μὴ ὂν οὐκ ἔστιν. εἰ γὰρ τὸ μὴ ὂν ἔστιν, ἔσται τε ἅμα καὶ οὐκ ἔσται· ἡ μὲν γὰρ οὐκ ὂν νοεῖται, οὐκ ἔσται, ᾗ δὲ ἔστι μὴ ὄν, πάλιν ἔσται. παντελῶς δὲ ἄτοπον τὸ εἶναί τι [*](18 περιστάσεως Fabr. : στάσεως G 19 ἑκάστου N indicavi, fors. exciderunt: <ἀποφαινομένῳ περὶ> τῶν vel simmilia; cf. p. 49, 14sqq. 20 τοῦτον (servato κινεῖν) Heintz κινεῖσθαι scr. (in dubitationem vocari ; cf. p. 75, 26) : κινεῖν G <αὐτὸν> τὸ Kayser 1 δεύτερον <δὲ> ὅτι N 5 τι add. Bekk. 7 τὸ add. Bekk. 9 τε NLEB: τι VR: om. A ἄμα LE ς: ἄρα N 11 <τὸ> μὴ ὄν N)

ἅμα καὶ μὴ εἶναι· οὐκ ἄρα ἔστι τὸ μὴ ὄν. καὶ ἄλλως, εἰ τὸ μὴ ὂν ἔστι, τὸ ὂν οὐκ ἔσται· ἐναντία γάρ ἐστι ταῦτα ἀλλήλοις, καὶ εἰ τῷ μὴ ὄντι συμβέβηκε τὸ εἶναι, τῷ ὄντι συμβήσεται τὸ μὴ εἶναι. οὐχὶ δέ γε τὸ ὂν οὐκ ἔστιν·

<τοίνυν> οὐδὲ τὸ μὴ ὂν ἔσται. καὶ μὴν οὐδὲ τὸ ὂν ἔστιν. εἰ γὰρ τὸ ὂν ἔστιν, ἤτοι ἀίδιόν ἐστιν ἢ γενητὸν ἢ ἀίδιον ἅμα καὶ γενητόν· οὔτε δὲ ἀίδιόν ἐστιν οὔτε γενητὸν οὔτε ἀμφότερα, ὧς δείξομεν· οὐκ ἄρα ἔστι τὸ ὄν. εἰ γὰρ ἀίδιόν ἐστι τὸ ὄν ἀρκτέον γὰρ ἐντεῦθεν), οὐκ ἔχει τινὰ ἀρχήν·

τὸ γὰρ γινόμενον πᾶν ἔχει τιν’ ἀρχήν ’ τὸ δὲ ἀίδιον ἀγένητον καθεστὼς οὐκ εἶχεν ἀρχήν. μὴ ἔχον δὲ ἀρχὴν ἄπειρόν ἐστιν. εἰ δὲ ἄπειρόν ἐστιν, οὐδαμοῦ ἐστιν. εἰ γὰρ πού ἐστιν, ἕτερον αὐτοῦ ἐστιν ἐκεῖνο τὸ ἐν ᾧ ἐστιν, καὶ οὕτως οὐκέτ’ ἄπειρον ἔσται τὸ ὂν ἐμπεριεχόμενόν τινι· μεῖζον γὰρ ἐστι τοῦ ἐμπεριεχομένου τὸ ἐμπεριέχον, τοῦ δὲ ἀπείρου οὐδέν ἐστι μεῖξον, ὥστε οὐκ ἔστι που τὸ ἄπειρον. καὶ μὴν οὐδ’ ἐν αὐτῷ περιέχεται.

ταὐτὸν γὰρ ἔσται τὸ ἐν ᾧ καὶ τὸ ἐν αὐτῷ, καὶ δύο γενήσεται τὸ ὄν, τόπος τε καὶ σῶμα· τὸ μὲν γὰρ ἐν ᾧ τόπος ἐστίν, τὸ δ’ ἐν αὐτῷ σῶμα). τοῦτο δέ γε ἄτοπον· τοίνυν οὐδὲ ἐν αὑτῶ ἐστι τὸ ὄν. ὥστ’ εἰ ἀίδιόν ἐστι τὸ ὅν, ἄπειρόν ἐστιν, εἰ δὲ ἄπειρόν ἐστιν, οὐδαμοῦ ἐστιν, εἰ δὲ μηδαμοῦ ἐστιν, οὐκ ἔστιν. τοίνυν εἰ ἀίδιόν ἐστι τὸ ὄν, οὐδὲ τὴν ἀρχὴν ὄν ἐστιν.

καὶ μὴν οὐδὲ γενητὸν εἶναι δύναται τὸ ὄν. εἰ γὰρ γέγονεν, ἤτοι ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γέγονεν. ἀλλ’ οὔτε ἐκ τοῦ ὄντος γέγονεν· εἰ γὰρ ὄν ἐστιν, οὐ γέγονεν ἀλλ’ ἔστιν ἤδη· οὔτε ἐκ τοῦ μὴ ὄντος· τὸ γὰρ μὴ ὂν οὐδὲ γεννῆσαί τι δύναται διὰ τὸ ἐξ ἀνάγκης ὀφείλειν ὑπάρξεως μετέχειν τὸ γεννητικόν τινος.

οὐκ ἄρα οὐδὲ γενητόν ἐστι τὸ ὄν. κατὰ τὰ αὐτὰ δὲ οὐδὲ τὸ συναμφότερον, ἀίδιον ἅμα καὶ γενητόν· ταῦτα γὰρ ἀναιρετικὰ ἐστιν ἀλλήλων, καὶ εἰ ἀίδιόν ἐστι τὸ ὄν, οὐ γέγονεν, καὶ εἰ γέγονεν, οὐκ ἔστιν ἀίδιον. τοίνυν εἰ [*](16 τοίνυν add. Bekk. coll. v. 32 et p. 205, 2. 12. 24 τὸ <ὄν> LE ς 30 τὸ μὲν — 31 σῶμα om. N 5 ἀλλ’ — γέγονεν om. E 6 ἐστι <τὸ ἐξ οὖ γέγονεν>, οὐ Heintz dubit. coll. p. 541, 3 9 γεννητικόν N 10 δὲ om N)

μήτε ἀίδιόν ἐστι τὸ ὂν μήτε γενητὸν μήτε τὸ συναμφότερον, οὐκ ἄν εἴη τὸ ὄν.

καὶ ἄλλως, εἰ ἔστιν, ἤτοι ἔν ἐστιν ἢ πολλά· οὔτε δὲ ἕν ἐστιν οὔτε πολλά, ὧς παρασταθήσεται· σταθήσεται· οὐκ ἄρα ἔστι τὸ ὄν. εἰ γὰρ ἔν ἐστιν, ἤτοι ποσόν ἐστιν ἢ συνεχές ἐστιν ἢ μέγεθός ἐστιν ἤ σῶμά ἐστιν. ὅ τι δὲ ἂν ᾖ τούτων, οὐχ ἔν ἐστιν, ἀλλὰ ποσὸν μὲν καθεστὼς διαιρεθήσεται, συνεχὲς δὲ ὂν τμηθήσεται· ὁμοίως δὲ μέγεθος νοούμενον οὐκ ἔσται ἀδιαίρετον, σῶμα δὲ τυγχάνον τριπλοῦν ἔσται· καὶ γὰρ μῆκος καὶ πλάτος καὶ βάθος ἕξει. ἄτοπον δέ γε τὸ μηδὲν τούτων εἶναι λέγειν τὸ ὄν· οὐκ ἄρα ἐστὶν ‘ὲν τὸ ὄν.

καὶ μὴν οὐδὲ πολλά ἐστιν. εἰ γὰρ μή ἐστιν ἕν, οὐδὲ πολλά ἐστιν· σύνθεσις γὰρ τῶν καθ’ ‘ὲν ἐστὶ τὰ πολλά, διόπερ τοῦ ἑνὸς ἀναιρουμένου συναναιρεῖται καὶ τὰ πολλά. ἀλλὰ γὰρ ὅτι μὲν οὔτε τὸ ὂν ἔστιν οὔτε τὸ μὴ ὂν ἔστιν, ἐκ τούτων συμφανές·

ὅτι δὲ οὐδὲ ἀμφότερα ἔστιν, τό τε ὂν καὶ τὸ μὴ ὄν, εὐεπιλόγιστον. εἴπερ γὰρ τὸ μὴ ὂν ἔστι καὶ τὸ ὂν ἔστι, ταὐτὸν ἔσται τῷ ὄντι τὸ μὴ ὂν ὅσον ἐπὶ τῷ εἶναι· καὶ διὰ τοῦτο οὐδέτερον αὐτῶν ἔστιν. ὅτι γὰρ τὸ μὴ ὂν οὐκ ἔστιν, ὁμόλογον· δέδεικται δὲ ταὐτὸ τούτῳ καθεστὼς τὸ ὄν· καὶ αὐτὸ τοίνυν οὐκ ἔσται.

οὐ μὴν ἀλλ’ εἴπερ ταὐτόν ἐστι τῷ μὴ ὄντι τὸ ὄν, οὐ δύναται ἀμφότερα εἶναι· εἰ γὰρ ἀμφότερα, οὐ ταὐτόν, καὶ εἰ ταὐτόν, οὐκ ἀμφότερα. οἶς ἕπεται τὸ μηδὲν εἶναι· εἰ γὰρ μήτε τὸ ὂν ἔστι μήτε τὸ μὴ ὂν μήτε ἀμφότερα, παρὰ δὲ ταῦτα οὐδὲν νοεῖται, οὐδὲν ἔστιν.

Ὅτι δὲ κἂν ᾖ τι, τοῦτο ἄγνωστόν τε καὶ ἀνεπινόητόν ἐστιν ἀνθρώπῳ, παρακειμένως ὑποδεικτέον. εἰ γὰρ τὰ φρονούμενα, φησὶν ὁ Γοργίας, οὐκ ἔστιν ὄντα, τὸ ὂν οὐ φρονεῖται. καὶ κατὰ λόγον· ὥσπερ γὰρ εἰ τοῖς φρονουμένοις συμβέβηκεν εἶναι λευκοῖς, κἂν συμβεβήκει τοῖς λευκοῖς φρονεῖσθαι, οὕτ’ ὡς εἰ τοῖς φρονουμένοις συμβέβηκε [*](18 ᾖ Bekk. : εἴη G 22 τούτων εἶναι LE ς : εἷναι τούτων N : τούτων <ὄν> εἶναι Kayser: τούτων <ὄν> <ἕν> 32 τούτω NLE: τοῦτο ’ς 1 ταὐτόν ἐστι om. N τὸ ὂν <ταὐτόν> N 10 κἂν συμβεβήκει G: καὶ συμβέβηκε Kayser 11 συμβέβηκε N: συμβεβήκει LE ς)

μὴ εἶναι οὖσι, κατ’ ἀνάγκην συμβήσεται τοῖς οὖσι μὴ φρονεῖσθαι.

διόπερ ὑγιὲς καὶ σῷζον τὴν ἀκολουθίαν ἐστὶ τὸ ‘‘εἰ τὰ φρονούμενα οὐκ ἔστιν ὄντα, τὸ ὂν οὐ φρονεῖται.” ται.” τὰ δέ γε φρονούμενα προληπτ·έον γάρ) οὐκ ἔστιν ὄντα, ὡς παραστήσομεν· οὐκ ἄρα τὸ ὂν φρονεῖται. καὶ <μὴν> ὅτι τὰ φρονούμενα οὐκ ἔστιν ὄντα, συμφανές·

εἰ γὰρ τὰ φρονούμενά ἐστιν ὄντα, πάντα τὰ φρονούμενα ἔστιν, καὶ ὅπη ἄν τις αὐτὰ φρονήσῃ. ὅπερ ἐστὶν ἀπεμφαῖνον· εἰ δέ ἐστι, φαῦλον.] οὐδὲ γὰρ ἂν φρονῇ τις ἄνθρωπον ἱπτάμενον ἢ ἅρματα ἐν πελάγει τρέχοντα, εὐθέως ἄνθρωπος ἵπταται ἢ ἅρματα ἐν πελάγει τρέχει. ὥστε οὐ φρονούμενά ἐστιν ὄντα.

πρὸς τούτοις εἰ τὰ φρονούμενά ἐστιν ὅντα, τὰ μὴ ὅντα οὐ φρονηθήσεται. τοῖς γὰρ ἐναντίοις ἐστιν ἐναντία συμβέβηκεν, ἐναντίον δέ έστι τῷ ὅντι τὸ μὴ ὄν· καὶ διὰ τοῦτο πάντως εἰ τῷ ὄντι συμβέβηκε τὸ φρονεῖσθαι, τῷ μὴ ὄντι συμβήσεται τὸ μὴ φρονεῖσθαι. ἄτοπον δ’ ἐστὶ τοῦτο· καὶ γὰρ Σκύλλα καὶ Χίμαιρα καὶ πολλὰ τῶν μὴ ὄντων φρονεῖται. οὐκ ἄρα τὸ ὂν ὥσπερ τε τὰ ὁρώμενα διὰ τοῦτο