Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

  • γαίῃ μὲν γὰρ γαίαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ,
  • αἰθέρι δ’ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον,
  • στοργὴν δὲ στοργῇ, νεῖκος δέ τε νείκει· λυγρῷ,
  • ἐμφαίνων ὧς γῆν μὲν καταλαμβανόμεθα μετουσίᾳ γῆς, ὕδωρ δὲ κατὰ μετοχὴν ὕδατος, ἀέρα δὲ μετουσίᾳ τοῦ [*](35/31 ἀλόγων <ὠσαύτως>· ὡσαύτως Koch. coll. p. 235, 31. 249, 29 e. a. ὡσαύτως· <ὠς> Diels malim <ὁμοίως>· 1 κυματαγωγαῖς NV : κυμαγωγαῖς AB 8 ἀλλ’ — 9 οὕτως om. ’ς 14 γεῦσις <δὲ> N 15 χυλοὺς om. L χυλοειδεῖς Ν ς (exc. 16 ἐν <τοῖς> ἀριθμ. ς τἀς ἐν alt. om. ς 23 δῖον ς: δῖαν 24 δέ <τε> στοργὴ ς)
    ἀέρος, καὶ ἐπὶ πυρὸς τὸ ἀνάλογον.

    ἄλλοι δὲ ἦσαν οἱ λέγοντες κατὰ τὸν Ἐμπεδοκλέα κριτήριον εἷναι τῆς ἀληθείας οὐ τἀς αἰσθήσεις ἀλλὰ τὸν ὀρθὸν λόγον, τοῦ δὲ ὀρθοῦ λόγου τὸν μέν τινα θεῖον ὑπάρχειν τὸν δὲ ἀνθρώπινον· ὧν τὸν μὲν θεῖον ἀνέξοιστον εἶναι, τὸν δὲ ἀνθρώπινον ἐξοιστόν.

    λέγει δὲ περὶ μὲν τοῦ μὴ ἐν ταῖς αἰσθήσεσι τὴν κρίσιν τἀληθοῦς ὑπάρχειν οὕτως (B 2 Diels)·

  • στεινωποὶ μὲν γὰρ παλάμαι κατὰ γυῖα κέχυνται,
  • πολλὰ δὲ δείλ’ ἔμπαια, τά τ’ ἀμβλύνουσι μερίμνας.
  • παῦρον δὲ ζωῆς ἰδίου μέρος ἀθρήσαντες
  • ὠκύμοροι καπνοῖο δίκην ἀρθέντες ἀπέπταν
  • αὐτὸ μόνον πεισθέντες, ὅτῳ προσέκυρσεν ἕκαστος
  • πάντοσ’ ἐλαυνόμενοι, τὸ δ’ ὅλον <πᾶς> ; εὔχεται
  • οὕτως οὔτ’ ἐπιδερκτὰ τάδ’ ἀνδράσιν οὔτ’ ἐπακουστά
  • οὔτε νόῳ περιληπτά.
  • περὶ δὲ τοῦ μὴ εἰς τὸ παντελὲς ἄληπτον εἶναι τὴν ἀλήθειαν,

    ἀλλ’ ἐφ’ ὅσον ἱκνεῖται ὁ ἀνθρώπινος λόγος ληπτὴν ὑπάρχειν, διασαφεῖ τοῖς προκειμένοις ἐπιφέρων

  • σὺ <δ᾿> οὖν ἐπεὶ ὧδ’
  • πεύσεαι, οὐ πλέον ἠὲ βροτείη μῆτις ὄρωρεν.
  • καὶ διὰ τῶν ἑξῆς ἐπιπλήξας τοῖς πλέον ἐπαγγελλομένοις γιγνώσκειν παρίστησιν, ὅτι τὸ δι’ ἑκάστης αἰσθήσεως λαμβανόμενον πιστόν ἐστι, τοῦ λόγου τούτων ἐπιστατοῦντος, καίπερ πρότερον καταδραμὼν τῆς ἀπ’ αὐτῶν πίστεως.

    φησὶ γὰρ (B 4 Diels)

  • ἀλλὰ θεοὶ τῶν μὲν μανίην ἀποτρέψατε γλώσσης,
  • ἐκ δ’ ὁσίων στομάτων καθαρὴν ὀχετεύσατε πηγήν.
  • [*](31 τὸ μὲν NL 2 οὗτος N 4 δείλ’ ἔμπαια Emperius: δειλεμπεα G 5 ζωῆς ἰδίου Diels: ζωῇσι βίου G: ζωῆς ἀβίου Scaliger: ἐν ζωοῖσι βίου Wyttenbach ἀθρήσαντες Scaliger: ἀθρήσαντος LEABR: ἀθροίσαντος NV 8 δ’ ὅλον <πᾶς> Bergk: δὲ ὅλον G: δὲ λώιον Scaliger 10 νόῳ Gen.: vSi G 11 εἷναι ante εἰς ’ς 14 δ’ add. Bergk 15 παύσεαι N πλέον ἠὲ Diels: πλεῖόν γε G: πλέον ἦγε Bergk 21 ἀποτρέψατε Stephanus: ἀπετρέψατε G 22 καθαρὰν ’ς ὀχετεύσατε Stephanus: ὠχεύσατε σατε N: ἐχεύσατε E: ὀχεύσατε L ς)
  • καὶ σέ, πολυμνήστη λευκώλενε παρθένε Μοῦσα,
  • ἄντομαι, ὧν θέμις ἐστὶν ἐφημερίοισιν ἀκούειν,
  • πέμπε παρ’ Εὐσεβίης ἐλάουσ’ εὐήνιον ἄρμα·
  • μηδέ σέ γ’ εὐδόξοιο βιήσεται ἄνθεα τιμῆς
  • πρὸς θνατῶν ἀνελέσθαι ἐφ’ ᾧ θ’ ὁσίης πλέον εἰπεῖν
  • δάρσεϊ καὶ τότε δὴ σοφίης ἐπ’ ἄκροισι θοάζειν.
  • ἀλλ’ ἄγ’ ἄθρει πάσῃ παλάμῃ, πῇ δῆλον ἕκαστον,
  • μήτε τιν’ ὄψιν ἔχων πίστει πλέον ἢ κατ’ ἀκουήν
  • ἢ ἀκοὴν ἐρίδουπον ὑπὲρ τρανώματα γλώσσης,
  • μήτε τι τῶν ἄλλων, ὁπόσῃ πόρος ἐστὶ νοῆσαι,
  • γυίων πίστιν ἔρυκε, νόει θ’ ᾗ δῆλον ἕκαστον.
  • Τοιαῦτα μὲν καὶ ὁ Ἐμπεδοκλῆς· ὁ δἐ Ἡράκλειτος (A16 Diels), ἐπεὶ πάλιν ἐδόκει δυσὶν ὠργανῶσθαι ὁ ἄνθρωπος πρὸς τὴν τῆς ἀληθείας γνῶσιν, αἰσθήσει τε καὶ λόγῳ, τούτων τὴν <μὲν> αἴσθησιν παραπλησίως τοῖς προειρημένοις ἄπιστον εἶναι νενόμικεν, τὸν δὲ λόγον ὑποτίθεται κριτήριον. ἀλλὰ τὴν μὲν αἴσθησιν ἐλέγχει λέγων κατὰ λέξιν ‘‘κακοὶ μάρτυρες ἀνθρώποισιν ὀφθαλμοὶ καὶ ὦτα βαρβάρους ψυχὰς ἐχόντων”, ὅπερ ἴσον ἦν τῷ βαρβάρων ἐστὶ ψυχῶν ταῖς ἀλόγοις αἰσθήσεσι πιστεύειν.

    τὸν δὲ λόγον κριτὴν τῆς ἀληθείας ἀποφαίνεται οὐ τὸν ὁποιονδήποτε, ἀλλὰ τὸν κοινὸν καὶ θεῖον. τίς δ’ ἐστὶν οὗτος, συντόμως ὑποδεικτέον. ἀρέσκει γὰρ τῷ φυσικῷ τὸ περιέχον ἡμᾶς λογικὸν τε ὂν καὶ φρενῆρες.

    ἐμφαίνει δὲ τὸ τοιοῦτο πολύ πρόσθεν Ὅμηρος (σ 163) εἰπών·

  • τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων,
  • οἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε.
  • καὶ Ἀρχίλοχος δέ φησι τοὺς ἀνθρώπους τοιαῦτα φρονεῖν (fr. 70 Bergk) ὁποίην Ζεὺς ἐφ’ ἡμέρην ἄγει. [*](24 ἐφημερίοισιν N (sic), verum iam invenit Stephanus: ἐφημέροισιν LE ς 1 ἐφ’ ᾧ θ’ ὁσίης Clem. Strom. V 60: ἐφωθοείης G 2 θοάζειν Fabr.: θοάζει G 3 ἀλλ’ ἄγ’ ἄθρει πάσῃ Bergk: ἀλλὰ γὰρ ἄθρει πᾶς G 4 τιν’ G: τι Bergk ὄψει Ellis πίστει G: πιστὴν Bergk: πίστιν Ellis 5 γλώττης ς 7 θ’ G: δ’ Karsten 11 μὲν add. Bekk. 15 τῷ Bekk.: τῶν G 20 πολὺ G: πολλῷ Kochalsky)
    εἴρηται δὲ καὶ τῷ Εὐριπίδῃ (Troad. 885) τὸ αὐτό·
  • ὅστις <ποτ᾿> εἶ σὺ δυστόπαστος εἰσιδεῖν
  • Ζεύς, εἴτ’ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,
  • ἐπευξάμην σε.
  • τοῦτον οὖν τὸν θεῖον λόγον καθ’ Ἡράκλειτον δι’ ἀναπνοῆς σπάσαντες νοεροὶ γινόμεθα, καὶ ἐν μὲν ὕπνοις ληθαῖοι, κατὰ δὲ ἔγερσιν πάλιν ἔμφρονες. ἐν γὰρ τοῖς ὕπνοις μυσάντων τῶν αἰσθητικῶν πόρων χωρίζεται τῆς πρὸς τὸ περιέχον συμφυίας ὁ ἐν ἡμῖν νοῦς, μόνης τῆς κατὰ ἀναπνοὴν προσφύσεως σῳζομένης οἱονεί τινος ῥίζης, χωρισθείς τε ἀποβάλλει ἣν πρότερον εἶχε μνημονικὴν δύναμιν·

    ἐν δὲ ἐγρηγόρσει πάλιν διὰ τῶν αἰσθητικῶν πόρων ὥσπερ διά τινων θυρίδων προκύψας καὶ τῷ περιέχοντι συμβαλὼν λογικὴν ἐνδύεται δύναμιν. ὅνπερ οὖν τρόπον οἱ ἄνθρακες πλησιάσαντες τῷ πυρὶ κατ’ ἀλλοίωσιν διάπυροι γίνονται, χωρισθέντες δὲ σβέννυνται, οὕτω καὶ ἡ ἐπιξενωθεῖσα τοῖς ἡμετέροις σώμασιν ἀπὸ τοῦ περιέχοντος μοῖρα κατὰ μὲν τὸν χωρισμὸν σχεδὸν ἄλογος γίνεται, κατὰ δὲ τὴν διὰ τῶν πλείστων πόρων σύμφυσιν ὁμοιοειδὴς τῷ ὅλῳ καθίσταται.

    τοῦτον δὴ τὸν κοινὸν λόγον καὶ θεῖον, καὶ οὗ κατὰ μετοχὴν γινόμεθα λογικοί, κριτήριον ἀληθείας φησὶν ὁ Ἡράκλειτος. ὅθεν τὸ μὲν κοινῇ πᾶσι φαινόμενον, τοῦτ’ εἶναι πιστόν τῷ κοινῷ γὰρ καὶ θείῳ λόγῳ λαμβάνεται), τὸ δέ τινι μόνῳ προσπῖπτον ἄπιστον ὑπάρχειν διὰ τὴν ἐναντίαν αἰτίαν.

    ἐναρχόμενος γοῦν τῶν Περὶ φύσεως ’ς (B 1 Diels) ὁ προειρημένος ἀνήρ, καὶ τρόπον τινὰ δεικνὺς τὸ περιέχον, φησί· ‘‘λόγου τοῦδε ἐόντος ἀξύνετοι γίνονται ἄνθρωποι, καὶ πρόσθεν ἢ ἀκοῦσαι, καὶ ἀκούσαντες τὸ πρῶτον· γινομένων γὰρ κατὰ τὸν λόγον [*](1 ποτ’ add. Fabr. ex Euripide 2 φύσεως G 4 οὖν NE ς: δὴ L 10 ἀποβάλλειν ς 11 ἐγρηγόρσει N: ἐγρηγορόσι ς 12 Προκρύψας LE 13 οὖν om. ς 17 κατὰ δὲ—18 σύμφυσιν N in margine, ubi evanuit 19 ὅλω G: λόγῳ Nauck 24 γοῦν Kayser coll. p. 202, 27. 213, 8: οὖν G 26 ὄντος ς <ἀεὶ> Aristot. Rhet. p. 1407 b 17, Hippol. IX 9 26/27 γίνονται N et Hippol.: γίγνονται ς 28 γὰρ <πάντων> Hippol. IX 9)

    τόνδε ἀπείροισιν ἐοίκασι, πειρώμενοι ἐπέων καὶ ἔργων τοιούτων, ὁκοίων ἐγὼ δ’ διηγεῦμαι, κατὰ φύσιν διαιρέων ἕκαστον καὶ φράζων ὅκως ἔχει. τοὺς δὲ ἄλλους ἀνθρώπους λανθάνει ὁκόσα ἐγερθέντες ποιοῦσιν, ὅκωσπερ ὁκόσα εὕδοντες ἐπιλανθάνονται.”

    [*](4a) διὰ τούτων γὰρ ῥητῶς παραστήσας, ὅτι κατὰ μετοχὴν τοῦ θείου λόγου πάντα πράττομέν τε καὶ νοοῦμεν, ὀλίγα προδιελθὼν ἐπιφέρει (B 2 Diels) “διὸ δεῖ ἕπεσθαι τῷ <ξυνῷ, τουτέστι τῷ> κοινῷ·” (ξυνὸς γὰρ ὁ κοινός). “τοῦ λόγου δ’ ἐόντος ξυνοῦ ζώουσιν οἱ πολλοὶ ὧς ἰδίαν ἔχοντες φρόνησιν.” ἡ δ’ ἔστιν οὐκ ἄλλο τι ἀλλ’ ἐξήγησις 9a τοῦ τρόπου τῆς τοῦ παντὸς διοικήσεως. διὸ καθ’ ὅ τι ἂν αὐτοῦ τῆς μνήμης κοινωνήσωμεν, ἀληθεύομεν, ἃ δὲ ἂν ἰδιάσωμεν, ψευδόμεθα.

    νῦν γὰρ ῥητότατα καὶ ἐν τούτοις τὸν κοινὸν λόγον κριτήριον ἀποφαίνεται, καὶ τὰ μὲν κοινῇ φησι φαινόμενα πιστὰ ὧς ἂν τῷ κοινῷ κρινόμενα λόγῳ, τὰ δὲ κατ’ ἰδίαν ἑκάστῳ ψευδῆ.

    Τοιόσδε μὲν καὶ ὁ Ἡράκλειτος· Δημόκριτος δὲ ὁτὲ μὲν ἀναιρεῖ τὰ φαινόμενα ταῖς αἰσθήσεσι καὶ τούτων λέγει μηδὲν φαίνεσθαι κατ’ ἀλήθειαν, ἀλλὰ μόνον κατὰ δόξαν, ἀληθὲς δὲ ἐν τοῖς οὖσιν ὑπάρχειν τὸ ἀτόμους εἶναι καὶ κενόν· ‘‘νόμῳ” γάρ φησι (B 9 Diels) “γλυκὺ καὶ νόμῳ πικρόν, νόμῳ θερμόν, νόμῳ ψυχρόν, νόμῳ χροιή· ἐτεῇ δὲ ἄτομα καὶ κενόν.” (ὅπερ <ἔστι>· μὲν εἶναι καὶ δοξάζεται τὰ αἰσθητά, οὐκ ἔστι δὲ κατ’ ἀλήθειαν ταῦτα, ἀλλὰ τὰ ἄτομα μόνον καὶ τὸ κενόν).

    ἐν δὲ τοῖς Κρατυντηρίοις, καίπερ ὑπεσχημένος ταῖς αἰσθήσεσι τὸ κράτος τῆς πίστεως ἀναθεῖναι, οὐδὲν ἧττον εὑρίσκεται τούτων καταδικάζων. φησὶ γάρ· “ἡμεῖς δὲ τῷ μὲν ἐόντι οὐδὲν ἀτρεκὲς συνίεμεν, μεταπῖπτον δὲ κατά τε σώματος διαθήκην καὶ τῶν έπεισιόντων καὶ τῶν καὶ τῶν ἀνἀπείροισιν [*](29 ἀπείροισιν N: ἄπειροι ς 4 ᾄδοντες N 5/6 προδιελθὼν G: προσδιελθὼν Bekk. 6/7 ξυνῷ τουτέστι τῷ add. Bekk. secundum Schleiermacherum qui scripserat ξυνῷ pro κοινῷ 7 λόγῳ post κοινῷ add. N sed exp. 13 φησι Bekk.: φασι G: πᾶσι Natorp 15 ὁτὲ Usener: ὅτι G 19 καὶ post γλυκὺ del. Brieger 21 ἐτεῇ Stephanus: αἰτίη G ἅπερ V ἔστι add. Bekk. 28 διαθιγὴν Menzel coll. Herm. irris. p. 94)

    τισηριζόντων.” καὶ πάλιν φησίν (B 10 Diels)· μέν νυν ὅτι οἷον ἕκαστον ἔστιν <ἢ> οὐκ ἔστιν οὐ συνίεμεν, πολλαχῇ δεδήλωται.”

    ἐν δὲ τῷ Περὶ ἰδεῶν (B 6 Diels)· ‘‘γιγνώσκειν τε χρή” φησίν, τῷδε τῷ κανόνι, ὅτι ἐτεῆς ἀπήλλακται,“ καὶ πάλιν (B 7 Diels)· “δηλοῖ μὲν δὴ καὶ οὗτος ὁ λόγος, ὅτι ἐτεῇ οὐδὲν ἴσμεν περὶ οὐδενός, ἀλλ’ ἐπιρυσμίη ἑκάστοισιν [*](4a) ἡ δόξις,” καὶ ἔτι (B8 Diels)· ‘‘καίτοι δῆλον ἔσται, ὅτι ἐτεῇ οἶον ἕκαστον γιγνώσκειν ἐν ἀπόρῳ ἐστί.” καὶ δὴ ἐν μὲν τούτοις πᾶσαν σχεδὸν κινεῖ κατάληψιν, καὶ μόνον ἐξαιρέτως καθάπτεται τῶν αἰσθήσεων·

    ἐν δὲ τοῖς Κανόσι (B 11 Diels) δύο φησὶν εἶναι γνώσεις, τὴν μὲν διὰ τῶν αἰσθήσεων τὴν δὲ διὰ τῆς διανοίας, ὧν τὴν μὲν διὰ τῆς διανοίας γνησίην καλεῖ, προσμαρτυρῶν αὐτῇ τὸ πιστὸν εἰς ἀληθείας κρίσιν, τὴν δὲ διὰ τῶν αἰσθήσεων σκοτίην ὀνομάζει, ἀφαιρούμενος αὐτῆς τὸ πρὸς διάγνωσιν τοῦ ἀληθοῦς ἀπλανές.

    λέγει δὲ κατὰ λέξιν· ‘‘γνώμης δὲδύο εἰσὶν ἡ μὲν γνησίη, ἡ δὲ σκοτίη· καὶ σκοτίης μὲν τάδε σύμπαντα, ὄψις ἀκοὴ ὀδμὴ γεῦσις ψαῦσις· ἡ δὲ γνησίη, ἀποκεκριμένη δὲ ταύτης.” εἶτα προκρίνων τῆς σκοτίης τὴν γνησίην ἐπιφέρει λέγων· ‘‘ὅταν ἡ σκοτίη μηκέτι δύνηται μήτε ὁρῆν ἐπ’ ἔλαττον μήτε ἀκούειν μήτε ὀδμᾶσθαι μήτε γεύεσθαι μήτε ἐν τῇ ψαύσει αἰσθάνεσθαι, [*](19a) ἀλλ’ ἐπὶ λεπτότερον<. . . .>.” οὐκοῦν καὶ κατὰ τοῦ- [*](29/30 ἐτεῇ μέν Fabr.: τίημεν NLE: τοίη μὲν ς 30 ἢ add. Gen. οὐ Gen.: οὗ G 1 τῷ om. N 3 τῷ om. N ἐτεῆς Menagius: αἰτίας N: αἰτίης ς 4 δὴ om. ς 4 et ς ἐτεῇ Menagius: αἰτίη G 5 ἢ δόξης N 7 κρίνει Usener εἰ add. Bekk. 8 μόνον NLE: μόνων AB: μόνον ω VR 10 μὲν om. E 11 γνησίην Fabr.: γνῶσιν G καλεῖ Bekk.: κατάγει G 16 γνησία ς post γνησίη lac. stat. Brieger 17 ἀποκεκριμένη VR: ἀποκεκρυμμένη ceteri et VR i. m. (γρ.): ἀποκεκρυμμένη ταύτης Natorp 18 γνησίαν ς 18/19 δύνηται N: δύναται ς 19 μήτε ἀκούειν — 19 a γεύεσθαι deL Brieger 20 ἀλλ’ del. Brieger λεπτότερον <δέῃ ζητεῖν, τότε ἐπιγίνεται ἡ γνησίη ἅτε ὄργανον ἔχουσα τοῦ νῶσαι λεπτότερον>. Diels, quod probat Kochalsky, nisi quod mavult τι δέῃ καταφεύγειν (vel συμφεύγειν), τότε κτλ. coll. p. 369, 13: Hervetus in versione addiderat confugiendum)

    τον ὁ λόγος ἐστὶ κριτήριον, ὃν γνησίην γνώμην καλεῖ.

    Διότιμος (3 Diels) δὲ τρία κατ’ αὐτὸν ἔλεγεν εἶναι κριτήρια, τῆς μὲν τῶν ἀδήλων καταλήψεως τὰ φαινόμενα — ὄψις γὰρ τῶν ἀδήλων τὰ φαινόμενα, ὥς φησιν Ἀναξαγόρας [*](24a) (B 21a Diels), ὃν ἐπὶ τούτῳ Δημόκριτος ἐπαινεῖ —, ξητήσεως δὲ τὴν ἔννοιαν — περὶ παντὸς γάρ, ὠ παῖ, μία ἀρχὴ τὸ εἰδέναι περὶ ὅτου ἔστιν ἡ ζήτησις (Plat. Phaedr. 237B) —, αἱρέσεως δὲ καὶ φυγῆς τὰ πάθη· τὸ μὲν γὰρ ᾧ προσοικειούμεθα, τοῦτο αἱρετόν ἐστιν, τὸ δὲ ᾧ προσαλλοτριούμεθα, τοῦτο φευκτόν ἐστιν.

    Ἡ μὲν οὖν τῶν παλαιῶν περὶ τοῦ κριτηρίου τῆς ἀληθείας ἱστορία τοιαύτη τις ἦν·